← イソクラテス

ニコクレス

§48-55

臣民の義務と私生活の節制および王への忠誠

ニコクレスは臣民に対し、各人に割り当てられた義務の公正な履行、私生活での節制、陰謀や秘密結社の禁止、現体制への忠誠を命じ、王の厳しさは被支配者の態度にも原因があることを説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§48

φημὶ δὲ χρῆναι πράττειν ἕκαστον ὑμῶν, ἐφʼ οἷς ἐφέστηκεν, ἐπιμελῶς καὶ δικαίως· καθʼ ὁπότερον γὰρ ἂν ἐλλείπητε τούτων, ἀνάγκη κακῶς σχεῖν ταύτῃ τὰς πράξεις. μηδενὸς ὀλιγωρεῖτε μηδὲ καταφρονεῖτε τῶν προστεταγμένων, ὑπολαμβάνοντες ὡς οὐ παρὰ τοῦτʼ ἐστίν, ἀλλʼ ὡς παρʼ ἕκαστον τῶν μερῶν ἢ καλῶς ἢ κακῶς τὸ σύμπαν ἕξον,1 οὕτω σπουδάζετε περὶ αὐτῶν. κήδεσθε μηδὲν ἧττον τῶν ἐμῶν ἢ τῶν ὑμετέρων αὐτῶν, καὶ μὴ νομίζετε μικρὸν ἀγαθὸν εἶναι τὰς τιμὰς ἃς ἔχουσιν οἱ καλῶς τῶν ἡμετέρων ἐπιστατοῦντες. ἀπέχεσθε τῶν ἀλλοτρίων, ἵνʼ ἀσφαλέστερον τοὺς οἴκους τοὺς ὑμετέρους αὐτῶν κεκτῆσθε. τοιούτους εἶναι χρὴ περὶ τοὺς ἄλλους, οἷόν περ ἐμὲ περὶ ὑμᾶς ἀξιοῦτε γίγνεσθαι.2

私は、あなた方のそれぞれが、自分が委ねられている任務を、入念に、かつ公正に行うべきであると主張する。というのも、あなた方がこれら二つのどちらにおいて欠けることがあっても、その点において物事が悪くなることは不可避だからである。命じられた仕事のどれ一つとして軽視したり見下したりしてはならない。それはこれ一つによってどうということはないなどと考えてではなく、むしろ、部分のそれぞれの良し悪しに応じて全体が良くも悪くもなるのだと考えて、そのようにそれらについて熱意を注ぎなさい。私の事柄を、あなた方自身の事柄に少しも劣らず気遣いなさい。そして、私たちの事柄を立派に管理する人々が得る名誉が、小さな恩恵であると考えてはならない。他人の財産から遠ざかりなさい。それは、あなた方が自分自身の家をより安全に所有するためである。あなた方は、私にあなた方に対してそうなることを求めるような人物に、他者に対してそのような人物であるべきである。

§50

μὴ σπεύδετε πλουτεῖν μᾶλλον ἢ χρηστοὶ δοκεῖν εἶναι, γιγνώσκοντες ὅτι καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων οἱ μεγίστας ἐπʼ ἀρετῇ δόξας ἔχοντες πλείστων ἀγαθῶν δεσπόται καθίστανται. τοὺς χρηματισμοὺς τοὺς παρὰ τὸ δίκαιον γιγνομένους ἡγεῖσθε μὴ πλοῦτον ἀλλὰ κίνδυνον ποιήσειν. μὴ τὸ μὲν λαβεῖν κέρδος εἶναι νομίζετε, τὸ δʼ ἀναλῶσαι ζημίαν· οὐδέτερον γὰρ τούτων ἀεὶ τὴν αὐτὴν ἔχει δύναμιν, ἀλλʼ ὁπότερον ἂν ἐν καιρῷ καὶ μετʼ ἀρετῆς γίγνηται, τοῦτʼ ὠφελεῖ τοὺς ποιοῦντας.

良い人物であると思われることよりも、富むことを急いではならない。ギリシア人の中でもバルバロイの中でも、徳において最大の評判を得ている者たちが、最も多くの善いものの主人となるのだということをわきまえて。正義に反してなされる蓄財は、富ではなく危険をもたらすであろうと考えなさい。得ることを利益、費やすことを損失であると考えてはならない。というのも、これらのどちらも常に同じ価値を持つわけではなく、むしろ、適時に、かつ徳を伴って行われる方が、それを行う人々を利するからである。

§51

μηδὲ πρὸς ἓν χαλεπῶς ἔχετε τῶν ὑπʼ ἐμοῦ προσταττομένων· ὅσοι γὰρ ἂν ὑμῶν περὶ πλεῖστα τῶν ἐμῶν χρησίμους αὑτοὺς παράσχωσιν, οὗτοι πλεῖστα τοὺς οἴκους τοὺς αὑτῶν ὠφελήσουσιν. ὅ τι ἂν ὑμῶν ἕκαστος αὐτὸς αὑτῷ τύχῃ συνειδώς, ἡγείσθω μηδʼ ἐμὲ λήσειν,3 ἀλλʼ ἐὰν καὶ τὸ σῶμα μὴ παρῇ, τὴν διάνοιαν τὴν ἐμὴν οἰέσθω τοῖς γιγνομένοις παρεστάναι· ταύτην γὰρ τὴν γνώμην ἔχοντες, σωφρονέστερον βουλεύσεσθε περὶ ἁπάντων.

私が命じる事柄のどれ一つに対しても不満を抱いてはならない。というのも、あなた方のうち、私の事柄の最も多くのことに関して自分自身を有用な者として示す人々は、その人々自身の家を最も多く利することになるからである。あなた方のそれぞれが、自分自身の心の中で自覚していることが何であれ、それが私から隠れおおせると思ってはならない。むしろ、たとえ私の身体がその場にいなくても、私の心が、なされている事柄に立ち会っていると考えなさい。この考えを持っているならば、あなた方はすべてのことについてより分別を持って決断するであろう。

§52

μηδὲν ἀποκρύπτεσθε μήθʼ ὧν κέκτησθε μήθʼ ὧν ποιεῖτε μήθʼ ὧν μέλλετε πράττειν, εἰδότες ὅτι περὶ τὰ κεκρυμμένα τῶν πραγμάτων ἀναγκαῖόν ἐστι πολλοὺς φόβους γίγνεσθαι. μὴ τεχνικῶς ζητεῖτε πολιτεύεσθαι μηδʼ ἀφανῶς, ἀλλʼ οὕτως ἁπλῶς καὶ φανερῶς ὥστε μηδʼ ἄν τις βούληται ῥᾴδιον ὑμᾶς εἶναι διαβαλεῖν.4 δοκιμάζετε τὰς πράξεις, καὶ νομίζετε πονηρὰς μὲν ἃς πράττοντες λανθάνειν ἐμὲ βούλεσθε, χρηστὰς δὲ περὶ ὧν ἐγὼ μέλλω πυθόμενος βελτίους ὑμᾶς νομιεῖν.

所有しているものも、行っていることも、行おうとしていることも、何一つ隠してはならない。隠された事柄の周りには多くの恐怖が生じることが不可避であるということをわきまえて。ずる賢く、あるいは不透明に国政に関わろうとしてはならず、むしろ、たとえ誰かが望んだとしても、あなた方を中傷することが容易ではないほどに、極めて単純に、かつ公明正大に行いなさい。自分の行いを吟味しなさい。そして、それを行う際、私に知られまいと望むような行いは悪いものと考え、私が知ったときに、あなた方をより優れているとみなすであろうような行いを、良いものと考えなさい。

§53

μὴ κατασιωπᾶτε, ἄν τινας ὁρᾶτε περὶ τὴν ἀρχὴν τὴν ἐμὴν πονηροὺς ὄντας, ἀλλʼ ἐξελέγχετε, καὶ νομίζετε τῆς αὐτῆς ζημίας ἀξίους εἶναι τοὺς συγκρύπτοντας τοῖς ἁμαρτάνουσιν.5 εὐτυχεῖν νομίζετε μὴ τοὺς λανθάνοντας, ἐάν τι κακὸν ποιήσωσιν, ἀλλὰ τοὺς μηδὲν ἐξαμαρτάνοντας· τοὺς μὲν γὰρ εἰκὸς τοιαῦτα παθεῖν, οἷά περ αὐτοὶ ποιοῦσι, τοὺς δὲ χάριν ἀπολαβεῖν, ἧς ἄξιοι τυγχάνουσιν ὄντες.

私の支配に関して悪事を働いている者を誰か見かけたら、黙っていてはならない。むしろそれを暴きなさい。そして、悪事を隠蔽する者は、過ちを犯す者と同じ罰に値すると考えなさい。幸運であるのは、何か悪いことをしたときに知られずに済む者たちではなく、何一つ過ちを犯さない者たちであると考えなさい。というのも、前者の人々は、自分たちがなすのと同じようなことを被るのが自然であり、後者の人々は、受けるに値する感謝を受け取るのが当然だからである。

§54

ἑταιρείας μὴ ποιεῖσθε μηδὲ συνόδους ἄνευ τῆς ἐμῆς γνώμης· αἱ γὰρ τοιαῦται συστάσεις ἐν μὲν ταῖς ἄλλαις πολιτείαις πλεονεκτοῦσιν, ἐν δὲ ταῖς μοναρχίαις κινδυνεύουσιν. μὴ μόνον ἀπέχεσθε τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ τῶν ἐπιτηδευμάτων τῶν τοιούτων ἐν οἷς ἀναγκαῖόν ἐστιν ὑποψίαν ἐγγίγνεσθαι. τὴν ἐμὴν φιλίαν ἀσφαλεστάτην καὶ βεβαιοτάτην εἶναι νομίζετε. διαφυλάττετε τὴν παροῦσαν κατάστασιν, καὶ μηδεμιᾶς ἐπιθυμεῖτε μεταβολῆς, εἰδότες ὅτι διὰ τὰς ταραχὰς ἀναγκαῖόν ἐστι καὶ τὰς πόλεις ἀπόλλυσθαι καὶ τοὺς οἴκους τοὺς ἰδίους ἀναστάτους γίγνεσθαι. μὴ μόνον τὰς φύσεις αἰτίας νομίζετε τοῦ χαλεποὺς ἢ πράους εἶναι τοὺς τυράννους, ἀλλὰ καὶ τὸν τρόπον τὸν τῶν πολιτῶν· πολλοὶ γὰρ ἤδη διὰ τὴν τῶν ἀρχομένων κακίαν τραχύτερον ἢ κατὰ τὴν αὑτῶν γνώμην ἄρχειν ἠναγκάσθησαν.

私の意向なしに、結社を作ったり集会を行ったりしてはならない。なぜなら、そのような結社は、他の政体においては有利に働くが、君主制においては危険をもたらすからである。ただ単に過ちから遠ざかるだけでなく、疑念が生じることが不可避であるような、そのような種類の営みからも遠ざかりなさい。私の好意こそが、最も安全で最も確固たるものであると考えなさい。現在の体制を維持し、いかなる体制の変革をも望んではならない。混乱によって、都市が滅びることも、私的な家庭が破壊されることも不可避であるということをわきまえて。君主たちが過酷であったり温厚であったりすることの原因を、彼らの天性だけに帰してはならず、市民たちのあり方にも帰しなさい。なぜなら、多くの君主がすでに、被支配者たちの邪悪さのゆえに、自分自身の本意より厳しく支配することを強いられたからである。

構文注5 件
  1. 48ἀλλʼ ὡς παρʼ ἕκαστον τῶν μερῶν ἢ καλῶς ἢ κακῶς τὸ σύμπαν ἕξον

    接続詞 ὡς を伴う対格絶対構文。中性名詞 τὸ σύμπαν(全体)を主語とし、未来分詞 ἕξον(ἔχω + 副詞で「〜な状態である」)を従えて、主観的な見込みや理由(「全体も〜になるであろうと考えて」)を表す。

  2. 49τοιούτους εἶναι χρὴ περὶ τοὺς ἄλλους, οἷόν περ ἐμὲ περὶ ὑμᾶς ἀξιοῦτε γίγνεσθαι

    指示代名詞 τοιούτους と関係代名詞 οἷόν περ(不定詞 γίγνεσθαι の述語として対格)の相関。ἀξιοῦτε の主語は省略された「あなた方」であり、ἐμέ は対格不定詞構文における γίγνεσθαι の主語。二重の対比により「私がそうあるべきだとあなた方が求めるような者に、あなた方が他者に対してなるべきである」という構造を成す。

  3. 51ὅ τι ἂν ὑμῶν ἕκαστος αὐτὸς αὑτῷ τύχῃ συνειδώς, ἡγείσθω μηδʼ ἐμὲ λήσειν

    前半は一般化関係節で、τυγχάνω + 分詞(συνειδώς)の補語構文。σύνοιδα + 反射代名詞与格(αὐτὸς αὑτῷ)で「心の中で(秘密裏に)自覚する」の意。後半の λήσειν は λανθάνω の未来不定詞であり、ἡγείσθω の対格不定詞構文を構成するが、その主語(ὅ τι を受ける中性代名詞)は省略されている。

  4. 52ὥστε μηδʼ ἄν τις βούληται ῥᾴδιον ὑμᾶς εἶναι διαβαλεῖν

    結果を示す ὥστε 節。非人称形容詞 ῥᾴδιον(中性単数対格)を述語とする不定詞句(ῥᾴδιον εἶναι)の中に、条件節 ἄν τις βούληται が挿入されている。対格の ὑμᾶς は、意味上の主語ではなく、主語として機能している不定詞 διαβαλεῖν(中傷すること)の直接目的語である。

  5. 53τῆς αὐτῆς ζημίας ἀξίους εἶναι τοὺς συγκρύπτοντας τοῖς ἁμαρτάνουσιν

    形容詞 ἄξιος は属格(τῆς αὐτῆς ζημίας)を支配する。一方で、同一性を表す形容詞 ὁ αὐτός は、比較・共通の対象を示す与格(τοῖς ἁμαρτάνουσιν)を伴うため、「過ちを犯す者たちと同じ罰」という一体の修飾関係を構成する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0010.tlg014.humanitext-grc2:48-55