§41εἶτα λανθάνουσιν ἔνδον ἐν τοῖς βασιλείοις στάσεις καὶ διαφορὰς αὑτοῖς ἐγκαταλείποντες.
さらに、彼らは気づかないうちに、宮廷の内部に、不和と対立を自らのために残してしまっている。
καίτοι χρὴ τοὺς ὀρθῶς βασιλεύοντας μὴ μόνον τὰς πόλεις ἐν ὁμονοία πειρᾶσθαι διάγειν, ὧν ἂν ἄρχωσιν, ἀλλὰ καὶ τοὺς οἴκους τοὺς ἰδίους καὶ τοὺς τόπους ἐν οἷς ἂν κατοικῶσιν·
しかしながら、正しく統治する王たちは、自分が支配する都市を調和のうちに導くよう努めるだけでなく、自らの私的な家庭や自分が居住する場所をも調和のうちに導くよう努めるべきである。
ἅπαντα γὰρ ταῦτα σωφροσύνης ἔργα καὶ δικαιοσύνης ἐστίν.
なぜなら、これらすべては節制と正義の働きだからである。
§42οὐ τὴν αὐτὴν δὲ γνώμην ἔσχον οὐδὲ περὶ τῆς παιδοποιίας τοῖς πλείστοις τῶν βασιλέων, οὐδʼ ᾠήθην δεῖν τοῖς μὲν ἐκ ταπεινοτέρας ποιήσασθαι τῶν παίδων τοὺς δʼ ἐκ σεμνοτέρας, οὐδὲ τοὺς μὲν νόθους αὐτῶν τοὺς δὲ γνησίους καταλιπεῖν, ἀλλὰ πάντας ἔχειν τὴν αὐτὴν φύσιν καὶ πρὸς πατρὸς καὶ πρὸς μητρὸς ἀνενεγκεῖν, τῶν μὲν θνητῶν εἰς Εὐαγόραν τὸν πατέρα, τῶν δʼ ἡμιθέων εἰς Αἰακίδας, τῶν δὲ θεῶν εἰς Δία, καὶ μηδένα τῶν ἐξ ἐμοῦ γενομένων ἀποστερηθῆναι ταύτης τῆς εὐγενείας.
また、私は子供を作ることに関しても、大半の王たちと同じ考えを持たなかった。 また、子供たちのうち、ある者はより卑しい身分の女性から、他の者はより気高い身分の女性から得るべきだとも考えず、また、彼らのうち、ある者を庶子、他の者を嫡子として残すべきだとも考えず、むしろ、全員が同一の高貴な生まれを持ち、父方からも母方からも自らの系譜を遡ることができるようにすべきだと考えた。 すなわち、凡人については父エウアゴラスに、半神についてはアイアコスの一族に、神々についてはゼウスに遡り、私から生まれた者の誰一人として、この高貴な血統を奪われることがないようにしたのである。
§43πολλῶν δέ με προτρεπόντων ἐμμένειν τοῖς ἐπιτηδεύμασι τούτοις, οὐχ ἥκιστα κἀκεῖνο παρεκάλεσεν, ὅτι τῆς μὲν ἀνδρίας καὶ τῆς δεινότητος καὶ τῶν ἄλλων τῶν εὐδοκιμούντων ἑώρων καὶ τῶν κακῶν ἀνδρῶν πολλοὺς μετέχοντας, τὴν δὲ δικαιοσύνην καὶ σωφροσύνην ἴδια κτήματα τῶν καλῶν κἀγαθῶν ὄντα.
多くのことが、私にこれらの習慣を堅持するよう促したが、とりわけ次のことも私を励ました。 すなわち、勇気や有能さ、その他の評判の良い特質の多くには、邪悪な人々も多くあずかっているのを目にしたが、正義と節制は、美しく善い人々の固有の所有物であるのを目にしたからである。
κάλλιστον οὖν ὑπέλαβον, εἴ τις δύναιτο ταύταις ταῖς ἀρεταῖς προέχειν τῶν ἄλλων, ὧν οὐδὲν μέρος τοῖς πονηροῖς μέτεστιν, ἀλλὰ γνησιώταται καὶ βεβαιόταται καὶ μεγίστων ἐπαίνων ἄξιαι τυγχάνουσιν οὖσαι.
それゆえ、もし人が、悪人たちが全くあずかることのできない、そして最も真正で、最も確固としており、最大の称賛に値するこれら二つの徳において、他の人々よりも抜きん出ることができれば、それは最も素晴らしいことであると考えたのである。
§44τούτων ἕνεκα καὶ ταῦτα διανοηθεὶς περιττοτέρως τῶν ἄλλων ἤσκησα τὴν σωφροσύνην καὶ προειλόμην τῶν ἡδονῶν οὐ τὰς ἐπὶ τοῖς ἔργοις τοῖς μηδεμίαν τιμὴν ἔχουσιν, ἀλλὰ τὰς ἐπὶ ταῖς δόξαις ταῖς διʼ ἀνδραγαθίαν γιγνομέναις.
これらの理由のために、またこのように考えて、私は他の人々以上に並外れて節制を鍛錬し、快楽のうちでも、いかなる名誉も伴わない行為によるものではなく、徳によって生じる名声に伴うものを選び取った。
χρὴ δὲ δοκιμάζειν τὰς ἀρετὰς οὐκ ἐν ταῖς αὐταῖς ἰδέαις ἁπάσας, ἀλλὰ τὴν μὲν δικαιοσύνην ἐν ταῖς ἀπορίαις, τὴν δὲ σωφροσύνην ἐν ταῖς δυναστείαις, τὴν δʼ ἐγκράτειαν ἐν ταῖς τῶν νεωτέρων ἡλικίαις.
しかし、すべての徳を同一の状況において吟味すべきではない。 すなわち、正義は貧困の中で、節制は権力の中で、自制は若い年齢において吟味されるべきである。
§45ἐγὼ τοίνυν ἐν πᾶσι τοῖς καιροῖς φανήσομαι πεῖραν τῆς ἐμαυτοῦ φύσεως δεδωκώς.
それゆえ私は、あらゆる状況において、自分自身の資質の証拠を示してきたことが明らかになるであろう。
ἐνδεὴς μέν γε χρημάτων καταλειφθεὶς οὕτω δίκαιον ἐμαυτὸν παρέσχον ὥστε μηδένα λυπῆσαι τῶν πολιτῶν·
実際、資金が乏しい状態で取り残されたときには、市民の誰一人をも悲しませないほどに自らを公正に示した。
λαβὼν δʼ ἐξουσίαν ὥστε ποιεῖν ὅ τι ἂν βούλωμαι, σωφρονέστερος τῶν ἰδιωτῶν ἐγενόμην·
また、望むことは何でもできる権力を得たときには、私生活人よりも節制ある者となった。
τούτων δʼ ἀμφοτέρων ἐκράτησα ταύτην ἔχων τὴν ἡλικίαν, ἐν ᾗ τοὺς πλείστους ἂν εὕροιμεν πλεῖστα περὶ τὰς πράξεις ἐξαμαρτάνοντας.
そして、大半の人々が行いにおいて最も多くの過ちを犯すのが見出されるまさにその年齢において、私はこれら両方の誘惑を克服したのである。
§46καὶ ταῦτʼ ἐν ἑτέροις μὲν ἴσως ἂν ὤκνουν εἰπεῖν, οὐχ ὡς οὐ φιλοτιμούμενος ἐπὶ τοῖς πεπραγμένοις, ἀλλʼ ὡς οὐκ ἂν πιστευθεὶς ἐκ τῶν λεγομένων·
そして、これらのことを、おそらく他の人々の前であれば私は語るのを躊躇したであろう。 それはなされた事柄を誇りに思っていないからではなく、私の言葉からは信じてもらえないであろうからである。
ὑμεῖς δʼ αὐτοί μοι μάρτυρές ἐστε πάντων τῶν εἰρημένων·
しかし、あなた方自身が、語られたすべてのことについて私の証人なのである。
ἄξιον μὲν οὖν καὶ τοὺς φύσει κοσμίους ὄντας ἐπαινεῖν καὶ θαυμάζειν, ἔτι δὲ μᾶλλον καὶ τοὺς μετὰ λογισμοῦ τοιούτους ὄντας·
それゆえ、生まれつき規律正しい人々を称賛し感嘆することも当然であるが、理性(熟慮)を伴ってそのようである人々はなおさらである。
§47οἱ μὲν γὰρ τύχῃ καὶ μὴ γνώμῃ σωφρονοῦντες τυχὸν ἂν καὶ μεταπεισθεῖεν·
なぜなら、運によって、また熟慮によらずに節制を保っている人々は、あるいは考えを変えさせられるかもしれないからである。
οἱ δὲ πρὸς τῳ πεφυκέναι καὶ διεγνωκότες ὅτι μέγιστόν ἐστι τῶν ἀγαθῶν ἀρετή, δῆλον ὅτι πάντα τὸν βίον ἐν ταύτῃ τῇ τάξει διαμενοῦσιν.
しかし、生まれついていることに加えて、徳こそが善いもののうち最大のものであると決意している人々は、明らかに生涯を通じてこの規律にとどまり続けるであろう。
διὰ τοῦτο δὲ πλείους ἐποιησάμην τοὺς λόγους καὶ περὶ ἐμαυτοῦ καὶ περὶ τῶν ἄλλων τῶν προειρημένων, ἵνα μηδεμίαν ὑπολίπω πρόφασιν ὡς οὐ δεῖ ποιεῖν ὑμᾶς ἑκόντας καὶ προθύμως, ἅττʼ ἂν ἐγὼ συμβουλεύσω καὶ προστάξω.
このために、私は自分自身についても、また前に述べられた他のことについても、言葉を多く費やしたのである。 それは、私が勧告し命令するいかなることも、あなた方が自発的に、かつ熱心に行わないことに対する口実を一切残さないようにするためである。