Humanitext Reader

伊索克拉底 · 尼科克勒斯或塞浦路斯人 §48-55

臣民的职责私德与对君主的忠诚

第 7 段,共 8 段 · 希腊语

内容简介

尼科克勒斯命令臣民公正地履行职责,保持私人生活中的克制,避免阴谋与秘密结社,并对现存体制保持忠诚,同时解释说统治者的严厉也源于被统治者的行径。

§48φημὶ δὲ χρῆναι πράττειν ἕκαστον ὑμῶν, ἐφʼ οἷς ἐφέστηκεν, ἐπιμελῶς καὶ δικαίως· καθʼ ὁπότερον γὰρ ἂν ἐλλείπητε τούτων, ἀνάγκη κακῶς σχεῖν ταύτῃ τὰς πράξεις.
我认为,你们每个人都应当勤勉且公正地履行自己所承担的职责;因为在这两者之中,无论你们在哪个方面有所欠缺,你们的事务在那个方面都必然会变坏。
μηδενὸς ὀλιγωρεῖτε μηδὲ καταφρονεῖτε τῶν προστεταγμένων, ὑπολαμβάνοντες ὡς οὐ παρὰ τοῦτʼ ἐστίν, ἀλλʼ ὡς παρʼ ἕκαστον τῶν μερῶν ἢ καλῶς ἢ κακῶς τὸ σύμπαν ἕξον, §49οὕτω σπουδάζετε περὶ αὐτῶν.
不要轻视或看不起任何被命令的事,不要以为大局不取决于这一件事,而要认为由于每一个部分的优劣,全体也将随之变好或变坏,应当如此热忱地对待它们。
κήδεσθε μηδὲν ἧττον τῶν ἐμῶν ἢ τῶν ὑμετέρων αὐτῶν, καὶ μὴ νομίζετε μικρὸν ἀγαθὸν εἶναι τὰς τιμὰς ἃς ἔχουσιν οἱ καλῶς τῶν ἡμετέρων ἐπιστατοῦντες.
关心我的事务,不少于关心你们自己的事务;不要认为那些把我们的事务管理得很好的人所享有的尊荣是一件微不足道的益处。
ἀπέχεσθε τῶν ἀλλοτρίων, ἵνʼ ἀσφαλέστερον τοὺς οἴκους τοὺς ὑμετέρους αὐτῶν κεκτῆσθε.
避开他人的财产,以便你们能更安全地拥有你们自己的家园。
τοιούτους εἶναι χρὴ περὶ τοὺς ἄλλους, οἷόν περ ἐμὲ περὶ ὑμᾶς ἀξιοῦτε γίγνεσθαι.
你们应当这样对待他人,正如你们要求我对你们那样。
§50μὴ σπεύδετε πλουτεῖν μᾶλλον ἢ χρηστοὶ δοκεῖν εἶναι, γιγνώσκοντες ὅτι καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων οἱ μεγίστας ἐπʼ ἀρετῇ δόξας ἔχοντες πλείστων ἀγαθῶν δεσπόται καθίστανται.
不要急于求富,而要急于显得贤德,要明白无论在希腊人还是在野蛮人中,那些因美德而享有最大名望的人,都会成为最多善物的主人。
τοὺς χρηματισμοὺς τοὺς παρὰ τὸ δίκαιον γιγνομένους ἡγεῖσθε μὴ πλοῦτον ἀλλὰ κίνδυνον ποιήσειν.
应当认为,违背正义而获得的财富带来的不是富有,而是危险。
μὴ τὸ μὲν λαβεῖν κέρδος εἶναι νομίζετε, τὸ δʼ ἀναλῶσαι ζημίαν· οὐδέτερον γὰρ τούτων ἀεὶ τὴν αὐτὴν ἔχει δύναμιν, ἀλλʼ ὁπότερον ἂν ἐν καιρῷ καὶ μετʼ ἀρετῆς γίγνηται, τοῦτʼ ὠφελεῖ τοὺς ποιοῦντας.
不要以为获取就是利益,支出就是损失;因为这两者并不总是具有相同的力量,而是无论哪一个在适当时机并伴随美德而行,都会使行之者受益。
§51μηδὲ πρὸς ἓν χαλεπῶς ἔχετε τῶν ὑπʼ ἐμοῦ προσταττομένων· ὅσοι γὰρ ἂν ὑμῶν περὶ πλεῖστα τῶν ἐμῶν χρησίμους αὑτοὺς παράσχωσιν, οὗτοι πλεῖστα τοὺς οἴκους τοὺς αὑτῶν ὠφελήσουσιν.
绝不要对我所命令的任何一件事产生怨恨;因为你们中在我的事务中表现得最为有用的那些人,也将最大程度地使他们自己的家庭受益。
ὅ τι ἂν ὑμῶν ἕκαστος αὐτὸς αὑτῷ τύχῃ συνειδώς, ἡγείσθω μηδʼ ἐμὲ λήσειν, ἀλλʼ ἐὰν καὶ τὸ σῶμα μὴ παρῇ, τὴν διάνοιαν τὴν ἐμὴν οἰέσθω τοῖς γιγνομένοις παρεστάναι· ταύτην γὰρ τὴν γνώμην ἔχοντες, σωφρονέστερον βουλεύσεσθε περὶ ἁπάντων.
无论你们每个人心中自知有什么亏心事,都不要以为这能瞒过我;而是即便我的肉身不在场,也应当认为我的思想是在关注着所发生的一切;因为怀有这种想法,你们在处理所有事情时都会更加克制地深思熟虑。
§52μηδὲν ἀποκρύπτεσθε μήθʼ ὧν κέκτησθε μήθʼ ὧν ποιεῖτε μήθʼ ὧν μέλλετε πράττειν, εἰδότες ὅτι περὶ τὰ κεκρυμμένα τῶν πραγμάτων ἀναγκαῖόν ἐστι πολλοὺς φόβους γίγνεσθαι.
不要隐瞒任何事情,无论是你们所拥有的、所做的,还是你们将要实行的,要明白在隐秘的事情周围必然会产生许多恐惧。
μὴ τεχνικῶς ζητεῖτε πολιτεύεσθαι μηδʼ ἀφανῶς, ἀλλʼ οὕτως ἁπλῶς καὶ φανερῶς ὥστε μηδʼ ἄν τις βούληται ῥᾴδιον ὑμᾶς εἶναι διαβαλεῖν.
不要试图奸诈或隐秘地参与政事,而要如此单纯且公开,以至于即便有人想要中伤你们,也不是一件容易的事。
δοκιμάζετε τὰς πράξεις, καὶ νομίζετε πονηρὰς μὲν ἃς πράττοντες λανθάνειν ἐμὲ βούλεσθε, χρηστὰς δὲ περὶ ὧν ἐγὼ μέλλω πυθόμενος βελτίους ὑμᾶς νομιεῖν.
要检验你们的行为,凡是你们在做时想要瞒着我的,就认为是恶的;而那些让我得知后会认为你们更加优秀的,就认为是善的。
§53μὴ κατασιωπᾶτε, ἄν τινας ὁρᾶτε περὶ τὴν ἀρχὴν τὴν ἐμὴν πονηροὺς ὄντας, ἀλλʼ ἐξελέγχετε, καὶ νομίζετε τῆς αὐτῆς ζημίας ἀξίους εἶναι τοὺς συγκρύπτοντας τοῖς ἁμαρτάνουσιν.
如果你们看到有人对我的统治图谋不轨,切莫保持沉默,而要予以揭发,并认为隐瞒者与犯下过错者应受相同的惩罚。
εὐτυχεῖν νομίζετε μὴ τοὺς λανθάνοντας, ἐάν τι κακὸν ποιήσωσιν, ἀλλὰ τοὺς μηδὲν ἐξαμαρτάνοντας· τοὺς μὲν γὰρ εἰκὸς τοιαῦτα παθεῖν, οἷά περ αὐτοὶ ποιοῦσι, τοὺς δὲ χάριν ἀπολαβεῖν, ἧς ἄξιοι τυγχάνουσιν ὄντες.
要认为幸福的人不是那些做了坏事却没被发现的人,而是那些没有犯下任何过错的人;因为前者自然会遭受他们自己所做的那种报应,而后者则会得到他们理应获得的感激。
§54ἑταιρείας μὴ ποιεῖσθε μηδὲ συνόδους ἄνευ τῆς ἐμῆς γνώμης· αἱ γὰρ τοιαῦται συστάσεις ἐν μὲν ταῖς ἄλλαις πολιτείαις πλεονεκτοῦσιν, ἐν δὲ ταῖς μοναρχίαις κινδυνεύουσιν.
未经我的同意,不要结党,也不要集会;因为此类结党在其他政体中虽有优势,在君主制中却极具危险。
μὴ μόνον ἀπέχεσθε τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ τῶν ἐπιτηδευμάτων τῶν τοιούτων ἐν οἷς ἀναγκαῖόν ἐστιν ὑποψίαν ἐγγίγνεσθαι.
不仅要远离过错,还要远离那些必然会引起怀疑的此类行径。
τὴν ἐμὴν φιλίαν ἀσφαλεστάτην καὶ βεβαιοτάτην εἶναι νομίζετε.
要认为我的友谊是最安全、最稳固的。
διαφυλάττετε τὴν παροῦσαν κατάστασιν, §55καὶ μηδεμιᾶς ἐπιθυμεῖτε μεταβολῆς, εἰδότες ὅτι διὰ τὰς ταραχὰς ἀναγκαῖόν ἐστι καὶ τὰς πόλεις ἀπόλλυσθαι καὶ τοὺς οἴκους τοὺς ἰδίους ἀναστάτους γίγνεσθαι.
要捍卫现有的秩序,并且不要渴望任何变革,要明白由于骚乱,城邦必然会灭亡,私人家庭也必然会流离失所。
μὴ μόνον τὰς φύσεις αἰτίας νομίζετε τοῦ χαλεποὺς ἢ πράους εἶναι τοὺς τυράννους, ἀλλὰ καὶ τὸν τρόπον τὸν τῶν πολιτῶν· πολλοὶ γὰρ ἤδη διὰ τὴν τῶν ἀρχομένων κακίαν τραχύτερον ἢ κατὰ τὴν αὑτῶν γνώμην ἄρχειν ἠναγκάσθησαν.
不要以为君主是残酷还是温和仅仅取决于其天性,也取决于公民们的行径;因为已经有许多君王,由于被统治者的邪恶,被迫做出了比他们本意更为严厉的统治。

词汇与语法注释

  1. §48ἀλλʼ ὡς παρʼ ἕκαστον τῶν μερῶν ἢ καλῶς ἢ κακῶς τὸ σύμπαν ἕξον — 带有连词 ὡς 的宾格绝对结构。它以中性名词 τὸ σύμπαν(全体)为主语,伴随将来时分词 ἕξον(来自 ἔχω + 副词,意为“处于某状态”),表示主观的预期或理由。
  2. §49τοιούτους εἶναι χρὴ περὶ τοὺς ἄλλους, οἷόν περ ἐμὲ περὶ ὑμᾶς ἀξιοῦτε γίγνεσθαι — 指示代词 τοιούτους 与关系代词 οἷόν περ(作 γίγνεσθαι 的表语,因而用宾格)之间的关联结构。ἀξιοῦτε 的主语是省略的“你们”,而 ἐμέ 是该“宾格加不定式”结构中 γίγνεσθαι 的主语。构成双重对比:“你们对待他人应当像你们要求我对待你们那样。”
  3. §51ὅ τι ἂν ὑμῶν ἕκαστος αὐτὸς αὑτῷ τύχῃ συνειδώς, ἡγείσθω μηδʼ ἐμὲ λήσειν — 前半为泛指关系从句,采用 τυγχάνω + 分词(συνειδώς)的补充结构。短语 σύνοιδα + 反身代词与格(αὐτὸς αὑτῷ)表示“在内心自知或自省”。后半部分的 λήσειν 是 λανθάνω 的将来时不定式,构成依赖于 ἡγείσθω 的“宾格加不定式”结构,其主语(指代 ὅ τι 的代词)被省略。
  4. §52ὥστε μηδʼ ἄν τις βούληται ῥᾴδιον ὑμᾶς εἶναι διαβαλεῖν — 由 ὥστε 引导的结果从句。在以非人称形容词 ῥᾴδιον(中性单数主格)为表语的不定式短语(ῥᾴδιον εἶναι)中,插入了条件从句 ἄν τις βούληται。宾格的 ὑμᾶς 并非主语,而是作为主语的不定式 διαβαλεῖν(中伤)的直接宾语。
  5. §53τῆς αὐτῆς ζημίας ἀξίους εἶναι τοὺς συγκρύπτοντας τοῖς ἁμαρτάνουσιν — 形容词 ἄξιος 支配属格(τῆς αὐτῆς ζημίας)。与此同时,表示同一性的形容词 ὁ αὐτός 伴随表示比较或关联的与格(τοῖς ἁμαρτάνουσιν),共同构成“应受与犯错者相同惩罚”的修饰关系。

引用这一段

伊索克拉底, 尼科克勒斯或塞浦路斯人 §48-55. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg014.humanitext-grc2:48-55

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。