Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §27#3

摆脱阿耳特弥西亚的围困与先祖的功绩

第 19 段,共 21 段 · 希腊语

内容简介

回顾科斯人免于阿耳特弥西亚包围的奇迹、演讲者先祖卡德摩斯等人的爱国抉择,并赞颂其父希波克拉底在瘟疫期间展现的贤明判断与对希腊的贡献。

§27#3Ἔδοξεν οὖν σφιν, τεσσάρων ἐόντων τειχέων ἐν τῇ νήσῳ, πάντ’ ἐκλείπειν καὶ ἐς τὰ ὄρεα καταφυγοῦσιν ἀτέχεσθαι σωτηρίης.
因此,他们决定在岛上拥有四个城塞的情况下,放弃一切并逃往山中,以求保全性命。
Ὅθεν δὴ τί κακὸν οὐκ ἀπήντησε, χώρης λεηλατευομένης καὶ σωμάτων ἐλευθέρων ἀνδραποδιζομένων καὶ κτεινομένων ἐχθρῷ νόμῳ, τῆς δὲ πόλιος καὶ τῶν ἄλλων ἐρυμάτων καὶ ἱερῶν καταιθαλουμένων, ἔτι δὲ καὶ τῇ θυγατρὶ τοῦ Λυγδάμιος Ἀρτεμισίῃ κατὰ πατρῶον νεῖκος δοθέντων ἐκσαγηνεῦσαι πάντα ὅσα λοιπὰ ᾖν;
由此,有什么样的灾厄没有降临到他们身上? 土地遭到洗劫,自由之身的人在敌人的残酷法则下被奴役或杀害,城市、其他防御城堡和神殿化为灰烬,此外,阿耳特弥西亚——吕格达米斯之女,依其父辈的仇恨,被允许将剩下的一切彻底扫荡。
ἀλλὰ γὰρ, ὡς ἔοικε, θεοῖς οὐκ ἠμελεύμεθα·
然而,正如所见,我们并未被神明所遗忘。
χειμώνων δὲ γενομένων ἐξαισίων, αἵ τε νῆες τῆς Ἀρτεμισίης ἐκινδύνευσαν ἅπασι ἀπολέσθαι, πολλαὶ δὲ καὶ ἀπώλοντο, ἔς τε τὸ στράτευμα αὐτέης πολλοὶ κεραυνοὶ ἐνέπεσον, σπάνιόν τι τῆς νήσου κεραυνουμένης·
当时发生了异常暴烈的风暴,阿耳特弥西亚的所有船只都面临毁灭的危险,许多船只确实沉没了,而且她的军队中也落下了许多雷电,而这岛上极少落雷。
λέγεται δὲ καὶ φάσματα ἡρώων τῇ γυναικὶ ὀφθῆναι· ἃ δὴ πάντα φοβηθεῖσα ἀπέστη ἔργων ἀνηκέστων, ὁμολογίην πικρὴν ποιησαμένη, καὶ λίην πικρὴν λέγεσθαι, ὥστε ἀφείσθω.
据说,这位妇人还看见了英雄们的幻影;她因害怕这一切而停止了无法挽回的暴行,达成了一项苛刻的协定——据说这协定过于苛刻,故在此略过。
Ἀποδώσω δὲ καὶ ἐνταῦθα προγόνοις τοῖς ἐμοϊς κυριότητα οὐ ψευδέα τοῦ μήτ’ ἐφ’ ὑμέας μήτ’ ἐπὶ Αακεδαιμονίους ἢ ἑτέρους ἄλλους Ἑλλήνων Κώους ἑκούσια ὅπλα λαβεῖν, καίπερ πολλῶν τῶν ὁμοῦ νήσους τε καὶ Ἀσίην οἰκεόντων συναψαμένων τοῖς βαρβάροις τοῦ πολέμου οὐ βίῃ·
在此,我也要将真实的功绩归于我的先祖:科斯人绝未自愿拿起武器对抗你们、拉刻代蒙人或任何其他希腊人,尽管当时共同居住在岛屿和亚洲的许多人并非被迫而与异族联手作战。
οἱ γὰρ προεστῶτες τότε τῆς πόλεως ἦσαν Κάδμος τε καὶ Ἱππόλοχος· ἐπ’ ἀληθεῖ δὲ κεῖται προγόνους ἐμοὺς εἶναι τόν τε Κάδμον καὶ τὸν Ἱππόλοχον·
因为当时该城的领导者是卡德摩斯和希波洛科斯;而卡德摩斯和希波洛科斯是我的先祖,这也是确凿的事实。
ὁ μὲν γὰρ Κάδμος, ὃς τὴν βουλὴν αὐτὴν ἤρτυσεν, ἔστι τῆς ἐμῆς μητρὸς, ὁ δ’ Ἱππόλοχος ἐξ Ἀσκληπιαδέων τέταρτος ἀπὸ Νέβρου τοῦ Κρισαίους συγκαθελόντος, ἡμεῖς δ’ Ἀσκληπιάδαι κατ’ ἀνδρογένειαν· ὥστε καὶ τοῦτο τὸ καλὸν τῶν ἡμετέρων προγόνων προελέσθαι.
卡德摩斯是亲自筹划了该计划的人,属于我的母亲家族,而希波洛科斯则是从共同消灭克里萨人的内布罗斯数起的第四代阿斯克勒庇俄斯家族成员,我们则是男系上的阿斯克勒庇俄斯后裔;因此我们也可以宣称我们先祖的这一高尚抉择。
Ἐπάνειμι δ’ ἐπὶ τὸν Κάδμον· οὗτος γὰρ δὴ ὁ ἀνὴρ οὕτως ἔσπευδε τὰ τῶν Ἑλλήνων καλὰ, ὥστε, ὁκότε ἔληξεν ἡ χώρη πολιορκεομένη ὑπὸ Ἀρτεμισίης, αὐτοῦ καταλιπὼν τὴν γυναῖκα καὶ γενεὴν, ᾤχετο ξὺν τοῖς τὰ αὐτὰ αἱρεομένοις ἐπὶ Σικελίης, ὅπως Γέλωνα καὶ τοὺς ἀδελφοὺς κωλύσει φιλίην ξυνθέσθαι κατὰ Ἑλλήνων πρὸς τοὺς βαρβάρους·
但我且回到卡德摩斯的事上来:这位男子极其热切地追求希腊人的共同利益,以至于当阿耳特弥西亚对该地的包围结束时,他将妻子和家人留在此地,与志同道合的人一起前往西西里,以阻止盖隆及其兄弟与异族结盟对抗希腊人。
διεπρήξατο δὲ καὶ ἄλλα πολλὰ καλὰ ἔργα, ἃ μηκύνειν οὐ πρόσκαιρον.
他还完成了许多其他高尚的事迹,在此长篇大论并不适宜。
Αἱ μὲν δὴ δημόσιαι καὶ ἡμέων προγόνων ὑπουργίαι ἐς ὑμέας καὶ τοὺς ἄλλους Ἕλληνας, αὗται καὶ τοιαῦται πολλαί· καὶ γὰρ ἐκλείπει ἡ δύναμις τοῦ λόγου.
我们先祖对你们及其他希腊人的公职与服务,就是这些以及许多类似的事;因为确实,言语的能力已显不足。
Ἔρχομαι δ’ ἤδη οὐκ εἰδόσιν εὐεργεσίην Ἱπποκράτους πατρὸς ἐμέο προσέχεσθαι· λέγων δ’ ἂν ἀληθεύοιμι οὕτως·
现在,我且向你们说明你们所不知道的我父亲希波克拉底的恩泽。
ὁκότε λοιμοῦ ῥέοντος διὰ τῆς βαρβάρου, ἢ ὑπέρκειται Ἰλλυριῶν καὶ Παιόνων, ὁκότε δὴ ἐπὶ ταύτην τὴν χώρην ἧκε τὸ κακὸν, οἱ τούτων τῶν ἐθνέων βασιλῆες κατὰ δόξαν ἰητρικὴν, ἣ ἀληθὴς ἐοῦσα πανταχόθι ἴσχυεν ἔρχεσθαι, κατὰ πατρὸς τοῦ ἐμέο πέμπουσιν ἐπὶ· Θεσσαλίης (ἐκεῖ γὰρ δὴ ὁ ἐμὸς πατὴρ καὶ πρότερον καὶ νῦν οἴκησιν εἶχε), καλέοντες αὐτὸν ἐς ἐπικουρίην, χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων κτεάνων οὐ μόνον ἔφασαν πέμψειν ἔχειν, ἀλλὰ καὶ ἀποίσασθαι ὁκόσα ἂν αὐτὸς ἐθέλῃ ἐπαμύναντα.
我若如此说,便是陈述了事实:当一场瘟疫流经伊利里亚人和拜奥尼亚人上方的异族土地,当这一灾厄降临该地时,这些民族的国王们因听闻他的医术声誉——这一真实声誉无远弗届——便派人前往忒萨利亚找我的父亲(我的父亲以前和现在都在那里居住),邀请他去援助,他们不仅表示能够预先奉上金银及其他财宝,还承诺只要他提供帮助,他便能带走自己想要的任何数量。
Ὁ δὲ ἐρώτησιν ποιησάμενος ὁκοῖαί τινες ἐν μέρει κινήσιες γίνονται κατά τε καύματα καὶ ἀνέμους καὶ ἀχλύας καὶ τἄλλα ἃ πέφυκε τὰς ἕξιας κινεῖν παρὰ τὸ καθεστηκός· ὁκότε δὴ πάντων μαθήσιας ἀνείλετο, τοὺς μὲν χωρεῖν ἐκέλευσεν ὀπίσω, ἀποφηνάμενος μὴ οἷός τε εἶναι ἐς χώρην τὴν ἐκείνων ἰέναι·
然而,父亲向他们询问了关于酷热、风、雾以及其他易使身体状况发生异常变化的因素在各地是如何交替运动的;当他掌握了所有这些信息后,便命令使者们回去,断言自己无法前往他们的土地。
ὅκως δὲ εἶχε ταχέως, αὐτὸς μὲν Θεσσαλοῖς ἠρτύετο παραγγέλλειν ὁκοίοις χρὴ τρόποις κακοῦ τοῦ προσιόντος εὐλαβείην ποιέεσθαι, καὶ ξυγγράφων θεραπείην ἐξετίθει περὶ τὰς πόλιας ἐμὲ δὲ ἐπὶ Μακεδονίης ἐξαπέστειλε, βασιλεῦσι γὰρ Ἡρακλειδέων, οἳ ἐκεῖ κατέχουσι, πατρικὴ ξενίὴ ὑπῆρχεν ἡμῖν.
但他以最快的速度,亲自做好准备,向忒萨利亚人指示应当以何种方式预防即将来临的灾厄,并撰写治疗法发表于各城市,同时将我派遣到马其顿,因为我们与统治那里的赫拉克勒斯后裔的国王们有着父辈传下来的宾客友谊。
Κᾀγὼ μὲν ᾔειν ἵνα με ὁ πατὴρ ἐκέλευσεν, ἀπὸ Θεσσαλίας, ἀρήξων τοῖς ἐκεῖ· συνετέτακτο δέ μοι ξυμβαλεῖν ἐς πόλιν τὴν ὑμετέρην.
我便从忒萨利亚出发,前往父亲指示的地方去援助那里的居民;而且我当时被指示要在你们的城市汇合。
Ἀδελφεὸν δὲ τὸν ἐμὸν Δράκοντα ἐκ Παγασέων ὁρμηθέντα πλοῦν ποιέεσθαι ἐφ’ Ἑλλησπόντου ἐκέλευσε, [οὐ] παραπλησίην δοὺς ὑποθήκην ᾗ αὐτὸς ἔπρησσεν· οὐ γὰρ πάντες τόποι τὰ αὐτὰ φέρουσι βοηθήματα, διὰ τὸ μὴ πάντῃ τὰ περιέχοντα ἐξ ἀέρος ὅμοια εἶναι.
至于我的兄弟德拉孔,父亲命他从巴加萨出发,航行至赫勒斯蓬托斯,并给了他与自己所实行的并不相同的指示;因为并非所有地方都适用相同的疗法,这是由于大气的环境并非在各处都完全一致。

词汇与语法注释

  1. p.416δοθέντων ἐκσαγηνεῦσαι — 中性复数属格分词 `δοθέντων` 在独立属格结构中作非人称使用,并带不定式 `ἐκσαγηνεῦσαι`(用拖网一网打尽),意为“因为被允许去彻底扫荡……”。另一种解释是将其视为与省略的中性复数主语(代表残存的人或物)一致的被动分词(意为“这些东西被移交给她去扫荡”),但前一种解释更符合授予阿耳特弥西亚特权的语境。
  2. p.416θεοῖς οὐκ ἠμελεύμεθα — 与格 `θεοῖς` 是伴随完成时态被动动词 `ἠμελεύμεθα`(`ἀμελέω` 的第一人称复数完成被动式)的“施事者与格”(dative of agent)。这是古典和希腊化时期希腊语中,在完成被动形式下表示行为主体的标准用法,意为“我们未被神明所遗忘”。
  3. p.416τοῦ μήτ’ ἐφ’ ὑμέας... Κώους ἑκούσια ὅπλα λαβεῖν — 由属格冠词 `τοῦ` 引导的不定式短语 `λαβεῖν` 起到同位语或说明性属格的作用,具体解释了前面的名词 `κυριότητα`(主导权、功绩)。不定式在逻辑上的主语是宾格的 `Κώους`,整句表达“科斯人未自愿拿起武器”这一事实被归功于其先祖。
  4. p.418[οὐ] παραπλησίην — 是否保留否定词 `[οὐ]` 会使句意相反。但根据紧随其后的解释(“因为各地的空气环境不尽相同,所以并非所有地方都适用相同的疗法”),将传授给德拉孔的指令解释为与希波克拉底本人在忒萨利亚所实行的“不相似”(即保留 `[οὐ]`)在医学逻辑上最契合。

引用这一段

希波克拉底, 书信、法令与演说集 §27#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:27%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。