Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §27#2

内布罗斯应验神谕与科斯的功绩

第 18 段,共 21 段 · 希腊语

内容简介

色萨勒斯讲述了其先祖医生内布罗斯之子克里索斯如何遵照神谕加入德尔斐围攻战,并凭借医术和军事力量为胜利做出贡献的历史。他还强调了在波斯战争中,科斯支持雅典并拒绝向波斯大王臣服的功绩。

§27#2Οἱ δὲ ταῦτα ἀκούσαντες καὶ ἐλθόντες ἐς Κῶ, τὰ μαντευθέντα ἀπήγγειλαν·
他们听到这些话后,前往科斯并宣告了神谕。
ἀπορεύντων δὲ τῶν Κώων καὶ ἀγνοεύντων τὸ μάντευμα, ἀνέστη ἀνὴρ, γένος μὲν Ἀσκληπιάδης, πρόγονος δὲ ἡμέτερος, ἰητρὸς δὲ Ἑλλήνων κράτιστος ὁμολογούμενος τῶν τότε, ὄνομά οἱ ἦν Νεβρὸς, ὅστις ὀνομαστὶ ἔφη τὸ θέσφατον ἥκειν πρὸς ἑωυτόν·
在科斯人不知所措且不解神谕之意时,有一个人站了出来,他出身于阿斯克勒庇俄斯家族,是我们的先祖,被公认为当时希腊人中最优秀的医生,他的名字叫内布罗斯,他说神谕是通过点名指他自己而来的。
εἴπερ ὁ θεὸς οὕτω παρῄνεσεν ὑμῖν, ἐλθόντας ἐς Κῶ ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγαγεῖν·
“如果神明确实这样建议你们,前往科斯带回‘鹿之子’作为援助。
Κὼς μὲν γὰρ αὐτὴ, τὰ δὲ ἐλάφων ἔκγονα νεβροὶ καλέονται, Νεβρὸς δέ μοι οὔνομα, ἐπικουρίη δ’ ἂν ἄλλη τίς·
因为科斯就是此地,而鹿的后代被称为内布洛伊,我的名字正是内布罗斯。
προτέρα γένοιτο στρατοπέδῳ νοσέοντι ἰητροῦ;
那么,对于一个生病的军营来说,还有什么其他的援助能优先于医生呢?
καὶ μὴν τόδε εὐθὺ ἐχόμενον, οὐ δοκέω, ὅτι τοὺς τοσοῦτον Ἑλλήνων ὑπερέχοντας ὄλβῳ ἐξ Κῶ προελθόντας ἔταξεν ὁ θεὸς, νόμισμα χρυσοῦν αἰτεῖν· ἀλλὰ τοῦτο τὸ θέσφατον ἐς τὴν ἐμὴν οἰκίην ἔρχεται·
此外,紧接着这一点,我不认为神明会命令那些在财富上如此超越希腊人的人从科斯出发去要求金币;相反,这个神谕是针对我的家族的。
Χρύσος γάρ μοι κεκλέαται ἀῤῥένων παίδων ὁ νεώτατος ἔστι δὲ πάντῃ καὶ ἰδέῃ καὶ ἐς ψυχὴν· ἀρετῇ, ὡς πατέρα λέγειν, διάκριτος τῶν πολιτῶν.
因为我的小儿子名叫克里索斯(黄金),他在外貌和灵魂的德行等各个方面——以一个父亲的身份来说——都是公民中的佼佼者。
Ἐγὼ μὲν οὖν, εἰ μὴ ὑμῖν ἄλλο δοκέει, αὐτός τε εἶμι καὶ τὸν παῖδα ἄξω, πεντηκόντορον πληρώσας τοῖς ἐμοῖς τέλεσιν, ὑπηρεσίας τε ἰητρικὰς καὶ πολεμικὰς, ἵνα εἰς ἀμφότερα βοηθῶμεν.
因此,除非你们另有想法,否则我将亲自前往,并带上我的儿子。 我将自费装备一艘五十桨战船,提供医疗和军事上的服务,以便我们在两方面都能提供帮助。
Ὁ μὲν εἶπε, τοῖς δὲ ἔδοξεν, οἱ δὲ ἀπεστάλησαν.
”他说完后,众人表示赞同,于是他们被派遣了出去。
Συνενέβησε δὲ ὁ Νεβρὸς οὗτος καὶ Καλυδώνιον ἄνδρα παρ’ ἑωυτέῳ τρεφόμενον, ὑπὲρ οὗ τὸ αὐτίκα ὁ λόγος δηλώσει, ὅταν ἡ χρῆσις ἔλθῃ.
这位内布罗斯还让一个在他家抚养的卡吕冬男子同行,关于这个人,叙述将在需要时立即予以说明。
Ὅτε δ’ οὖν ἀφίκοντο οὗτοι οἱ ἄνδρες οὗ τὸ στρατόπεδον ἐπετελεῖτο, ὁ θεὸς ἔχαιρεν·
当这些人到达驻军营地时,神明十分喜悦。
οἵ τε γὰρ θάνατοι τῶν στρατιωτῶν ἔληξαν, καὶ θείῃ τύχῃ ἵππου τοῦ Εὐρυλόχου, ὃς ἡγεῖτο τοῦ πολέμου Θεσσαλὸς ἐὼν καὶ ἄνωθεν ἐξ Ἡρακλειδῶν, κρούσαντος τὸν σωλῆνα τῇ ὁπλῇ, δι’ οὗ τὸ ὕδωρ ἤγετο ἐς τὸ τεῖχος, ὁκότε διακονίεσθαι ἤθελεν, Νεβρὸς φαρμάκοισιν ἐμίηνε τὸ ὕδωρ·
因为士兵的死亡停止了,并且由于神圣的运气,当尤里洛科斯——他是忒萨利亚人,也是赫拉克勒斯的后裔,领导着这场战争——的马在想要饮水时用蹄子踢碎了通往城墙的输水管,内布罗斯用药污染了这些水。
ἔνθεν αἱ κοιλίαι τῶν Κρισαίων ἐφθάρησαν, καὶ μεγάλα δή τι ξυνεβάλετο πρὸς τὸ ἁλῶναι τὴν πόλιν· καὶ ἐντεῦθεν αἱ γνῶμαι ἐπήρθησαν τῶν πολιορκεόντων, ὡς τοῦ θεοῦ ἐπικουρέοντος ἤδη σαφῶς.
由此,克里萨人的肠胃被摧毁,这为夺取城市做出了极大的贡献;包围者的士气也因此高涨,因为神明显然已经在提供帮助。
Προσβολὰς δὲ ποιευμένων καὶ ἆθλα προτιθέντων τοῖς πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβήσασιν, ὁ ἀγὼν ἦν καρτερώτατος, καὶ ἡ πόλις ᾑρεῖτο·
当他们发起进攻并为首批登上城墙的人提供奖赏时,战斗异常惨烈,城市被攻克。
ἀνέβη γὰρ πρῶτος ἐπὶ τὸ τεῖχος Χρύσος καὶ κατέλαβε τὸν πύργον, ξυνείπετο δὲ αὐτέῳ ἐκ ποδὸς ξυνασπίζων ὁ ἀνὴρ ὁ Καλυδώνιος, περὶ οὗ προέλεξα.
因为克里索斯首先登上城墙并占领了塔楼,而我之前提到的那个卡吕冬男子紧随其后,与他并肩持盾战斗。
Ὁ μὲν Χρύσος δόρατι πληγεὶς ἔπεσε κατ’ ἄκρης ἐκ τοῦ πύργου ὑπὸ Μερμοδέω, τοῦ Λύκου δὲ ἀδελφεοῦ, ὃς ἀπέθανε λευσθεὶς, ὅτε ἦλθεν εἰς τὸ ἄδυτον τὸν τρίποδα συλήσων.
克里索斯被吕科斯的兄弟梅尔莫德斯用矛刺中,从塔顶倒栽下来;而那个梅尔莫德斯在企图进入圣殿内殿掠夺三脚架时,被乱石砸死。
Ἡ δ’ οὖν πόλις οὕτως ἥλω·
这样,城市就被攻陷了。
ἥ τε τοῦ Νεβροῦ ἐπικουρίη σὺν Χρύσῳ ὀρθῶς ἀπήντησε καὶ κατὰ τὰ ἰατρικὰ καὶ κατὰ τὰ πολεμικὰ, ὅ τε θεὸς ἠλήθευσε, καὶ ἃ ὑπέσχετο ἐποίησεν.
内布罗斯与克里索斯的援助在医疗和军事两方面都起到了恰到好处的作用,而神明也兑现了诺言,履行了他所承诺的事。
Ἐφ’ οἷς οἱ Ἀμφικτύονες τῷ μὲν Ἀπόλλωνι νηὸν ἀνέθεσαν, τὸν νῦν ἐόντα ἐν Δελφοῖς, ἀγῶνά τε γυμνικὸν καὶ ἱππικὸν πρότερον οὐ τιθέντες νῦν τιθέασι, τήν τε τῶν Κρισαίων χώρην ἅπασαν καθιέρωσαν, τῷ δόντι ἃ ἔδωκε διδόντες καθ’ ὅ τι ἔχρησε, τόν τε τοῦ Νεβροῦ παῖδα Χρύσον ἔθαψαν ἐν τῷ ἱπποδρόμῳ, καὶ ξυνέταξαν δημοσίῃ Δελφοὺς ἐναγίζειν·
为此,近邻同盟成员向阿波罗奉献了如今在德尔斐的神殿,并设立了以前从未举行过的体育和马术竞技,将克里萨人的全部土地奉为神圣,按照神谕的指示,将赐予者所赐之物归还,并将内布罗斯之子克里索斯安葬在马术竞技场中,并下令德尔斐人公开向他进行祭祀。
Ἀσκληπιάδαις δὲ τοῖς ἐν Κῷ ἐδόθη Νεβροῦ χάριτι προμυθίη πρὸς μαντείην, καθάπερ τοῖσιν ἱερομνήμοσι, Καλυδωνίοις δὲ ἀπ’ ἐκείνου τοῦ ἀνδρὸς καὶ ἐκείνης τῆς ὑπουργίης καὶ νῦν ἐν Δελφοῖς προμαντείη καὶ αἰεισιτίη δέδοται.
由于内布罗斯的功劳,科斯的阿斯克勒庇俄斯家族成员被赋予了优先问询神谕的权利,正如圣职委员们一样;而卡吕冬人则因那个人和那项服务,至今在德尔斐仍享有优先问询神谕的权利和永久用餐权。
Ἀλλ’ ἐπάνειμι ἐπὶ τὰ ἡμέτερα· ὅτι γὰρ ἀληθέα λέγω, τοῦ πατρὸς καὶ ἐμεῦ ἐπελθόντων, Ἀμφικτύονες ἀνενεώσαντο ταῦτα καὶ ἀπέδοσαν, καὶ ἐν στήλῃ ἀναγράψαντες ἐν Δελφοῖς ἀνέθεσαν.
但我且回到我们自己的事务上来;因为我所说的是真实的,当我父亲和我前往时,近邻同盟成员更新并确认了这些权利,并将其刻在石碑上奉献于德尔斐。
Καὶ τούτου μέν μοι τοῦ λόγου τέλος· ἐνταῦθα καθαρῶς δείκνυσιν τοὺς ἡμετέρους προγόνους ὑμέων εὐεργέτας.
这一段叙述就此结束;在此清楚地表明我们的先祖是你们的恩人。
Τοῦτον δὲ καθέμενος, ἄλλον αἱρήσομαι περὶ τῶν αὐτῶν, οὐ τὸν αὐτόν· ὅτε γὰρ βασιλεὺς ὁ μέγας ξὺν Πέρσαισι καὶ τοῖς ἄλλοις βαρβάροις ἐστράτευσεν ἐπὶ τοὺς μὴ διδόντας ὕδωρ καὶ γῆν Ἑλλήνων, ἡ πατρὶς ἡ ἡμετέρη εἵλετο μᾶλλον πανδημεὶ ἀπολέσθαι, ὡς μὴ καθ’ ὑμέων τε καὶ τῶν ταὐτὰ ὑμῖν γινωσκόντων ὅπλα πολέμια λάβῃ καὶ ἐν νεῦσι στρατείην ἀποστείλῃ, ἀλλ’ ἀνένευσε καλόν τι καὶ ἄξιον τῶν πατέρων μεγαλοφρονευμένη, οἳ λέγονται γηγενέες τε εἶναι καὶ Ἡρακλεῖδαι.
搁下这段话,我将选择关于同一主题但又有所不同的另一件事:因为当大王率领波斯人和其他异族,向那些不交出水和土的希腊人出征时,我们的祖国宁愿举国毁灭,也不愿拿起对抗你们以及与你们志同道合之人的兵器,或用船只派遣军队;相反,她心怀高傲,做出了高尚且配得上其先祖的美好拒绝,据说其先祖是土生子且是赫拉克勒斯的后裔。

词汇与语法注释

  1. §27#2ὄνομά οἱ ἦν Νεβρὸς — 利用内布罗斯(Nebros)这个名字与希腊语中表示“小鹿”(νεβρός)的单词之间的双关。这里提出了一种机智的解读,即神谕中关于带回“鹿之子”(ἐλάφου παῖδα)的指示正是直接指代他自己的名字。
  2. §27#2νόμισμα χρυσοῦν — 在“金币”(νόμισμα χρυσοῦν)、“黄金”(χρυσός)与内布罗斯幼子名字“克里索斯”(Χρύσος)之间进行双关。他将神谕中关于携带“黄金”(ξὺν χρυσῷ)急切前往的命令,解读为并非向富裕的科斯人索要金币,而是暗指带上他名叫克里索斯的儿子。
  3. ¦p.412¦ἵππου τοῦ Εὐρυλόχου... κρούσαντος τὸν σωλῆνα — 在主句主语`Νεβρὸς`和动词`ἐμίηνε`之前,插入了带有关系从句`ὃς ἡγεῖτο...`的名词`ἵππου`的属格绝对独立结构`ἵππου... κρούσαντος`以及表示时间或条件的从属句`ὁκότε...`,结构非常复杂。该句子的核心骨架为:“当尤里洛科斯的马踢击管道时,内布罗斯用药污染了那里的水。”
  4. ¦p.414¦ἀνένευσε — 动词`ἀνανεύω`的不定过去时形式,原意为“仰头表示拒绝”。它生动地表现了科斯岛全体人民对于波斯大王索要“水与土”这一屈降要求的、高尚而自豪的拒绝。

引用这一段

希波克拉底, 书信、法令与演说集 §27#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:27%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。