§27#4Πολύβιον δὲ τὸν τὴν θυγατέρα ἔχοντα, ἐμὴν δὲ ἀδελφεὴν, καὶ ἄλλους τῶν μαθητέων διέπεμπεν ἐς ἑτέρας ἑτέρων καὶ ἀγορὰς καὶ ὁδοὺς πορευσομένους, ὅπως ὅτι πλείστοις ἐπαρῆξαι.
至于娶了希波克拉底女儿、即我姐妹的玻吕博斯,以及其他弟子,父亲则派遣他们前往各个不同城市的广场和道路,以便尽力援助更多的人。
Ὡς δὲ δὴ τὰ κατὰ Θεσσαλίην ἠνύσατο, ἐπορεύετο τοῖς ἐχομένοις ἔθνεσι βοηθέων·
当他完成了在忒萨利亚的事务后,便继续前去援助邻近的诸民族。
ἐπὶ Πύλας δὲ ἐλθὼν, Δωριεῦσι καὶ τοῖς ἄλλοις ὁμοῦ Φωκέων ἐπήρκεσε·
他到达皮莱时,援助了多里斯人以及同在那里的福基斯人。
καὶ ὁκότε δὴ ἐς Δελφοὺς ἀφίκετο, ὑπὲρ Ἑλλήνων ἱκεσίην ἔθετο τῷ θεῷ, καὶ θύσας ἤνυε τὴν ἐπὶ Βοιωτῶν, τοῖς δ’ ἐκεῖ ἐπαμύνας ἀναλόγως, ἐν τῇ ὑμετέρῃ ᾔει, καὶ ἱκανὰ ἃ νῦν ἐγὼ ἐπαγορεύω τὰ ὑμῖν σωτήρια ἐκ θυμοῦ πάντως εἶπε.
而当他抵达德尔斐时,他为希腊人向神明献上祈求,并在献祭后急忙赶往波奥蒂亚,同样援助了那里的居民,随后便来到了你们的城市。 他全心全意地向你们指出了足以拯救你们的方法,这也就是我现在所陈述的事情。
Δοκέω δ’ ὑμῶν ὅτι ἀληθεύω πολλοὺς γινώσκειν·
我想你们中的许多人都知道我所说的是真话。
οὐ γὰρ πάλαι, ἀλλ’ ἔτος ἐστὶ τοῦτο ἔνατον, ἐξ οὗ διελήλυθα καὶ ἐπὶ Πελοπόννησον ἐστελλόμην, καὶ τοῖς ἐκείνην οἰκέουσι βοηθήσων.
因为这并非发生在很久以前,今年正好是我途经此地并被派遣至伯罗奔尼撒去援助那里的居民的第九个年头。
Πάντοθεν δ’ ἡμῖν καὶ λόγῳ καὶ ἔργῳ ἄξίη τιμὴ ἀπήντα, ὥστε μὴ μεταμελέεσθαι ὅτι οὐκ ἠλλαξάμεθα χρηματισμοῦ τοῦ ἐξ Ἰλλυριῶν καὶ Παιόνων.
我们在各处都受到了言论和行动上应有的尊重,这使得我们并不后悔当初没有将自己的医术去换取来自伊利里亚人和拜奥尼亚人的财富。
Παρὰ δὲ τὰς ἄλλας πόλιας τὰ παρ’ ὑμέων δοθέντα μεγάλα ἦν·
与其他城市相比,你们所给予我们的恩惠是巨大的。
ἥ τε γὰρ πολιτείη ἡ ὑμετέρη ὑπερῆγε τὰς ἑτέρων· αἱ γὰρ Ἀθῆναι ὑψηλότερόν τι τῶν ἄλλων πόλεων ἐς δόξαν, καὶ ὁ ἐν τῷ ὑμετέρῳ θεάτρῳ χρύσεος στέφανος ἐπιτεθεὶς ζήλου πρὸς τὸ ἄκρον ἦγεν.
因为你们的公民权超越了其他城市;雅典的名声高出其他城市一筹,而在你们的剧场中为我们戴上的黄金冠冕,更将这种令人羡慕的荣誉推向了极致。
Ἀλλὰ καὶ τοῦτο τὸ καλὸν ὑπερεβάλεσθε, μυήσαντες τὰ Δήμητρος καὶ κόρης μυστήρια καὶ ὄργια καὶ τὸν πατέρα καὶ ἐμὲ δημοσίᾳ.
然而,你们甚至超越了这一高尚的恩德,用公费让我父亲和我加入了德墨忒尔和科瑞的秘仪与祭礼。
Τρεῖς μὲν αὗταί μοι οἷον ἀνύοντι ἐξέλκειν τε τοὺς λόγους καὶ σχοινίων προέχεσθαι [αἱ] πόλιός τε καὶ προγόνων καὶ πατρὸς τοῦ ἐμέο χάριτες ξὺν πολλοῖς Ἑλλήνων·
这三项来自城市、先祖以及我父亲的恩惠,连同许多希腊人所赐予的,就像是我在总结陈词、穿针引线时可以拉动的绳索。
τετάρτην δ’ ἀναλήψομαι λέγειν· ὑπουργίην, ἣν, ὡς ὑπεθέμην, εἰς ὑμᾶς ἐγὼ καὶ ὁ πατὴρ ὁ ἐμὸς κατεθέμεθα.
现在,我将重新开始叙述第四项奉仕,正如我之前所承诺的那样,这是我和我父亲为你们所做出的贡献。
Ὅτε γὰρ Ἀλκιβιάδην [ἡ πόλις] ἐξέπεμπεν ἐπὶ Σικελίης πολλῇ μὲν δυνάμει, οὐχ οὕτω δὲ πολλῇ ὡς θαυμαστῇ (ἦν γὰρ ὅσ’ ἔργα), λόγου ἐν ἐκκλησίῃ ὑπὲρ ἰητροῦ προσπεσόντος ὃν δέοι ἀκολουθεῖν τῷ στρατεύματι, προελθὼν ὁ πατὴρ ὑπέσχετο ἐμὲ ἐπὶ τὰ ὑμέτερα σώματα δώσειν, τοῖς ἰδίοις δαπανήμασι κατεσκευασμένον καὶ ἄτερ μισθῶν αἰτήσιος ἕως ἂν ὁ στόλος ἀποδημῇ, ἐν ἐλάσσονι τιθέμενος τὸ λυσιτελὲς ἀξιόχρεων ἐὸν τῆς ὑμῖν χρείης ἐσομένης.
当时,雅典派遣阿尔西比亚德斯率领一支庞大、甚至可以说是令人惊叹的军队远征西西里(因为那是一项伟大的伟业),在公民大会上,大家就应当随军前往的医生展开了讨论。 这时,我的父亲挺身而出,承诺将我派去照顾你们的身体,所有装备费用均由父亲自己承担,且在远征军驻扎在外的整个期间不要求任何报酬。 他将自己的私利放在其次,而将你们即将面临的巨大需要视为更重要的事情。
Ἐγὼ γὰρ οὐχ ὅπως ἂν τὰ ὑπάρχοντα κατεδαπάνων, ὃ ἐποίεον ὑμῖν ὑπουργέων, ἀλλὰ καὶ ἐν ἄλλοισι μεγάλοισιν ἔργοισιν ἐτετάγμην.
因为我不仅在为你们提供服务时耗尽了自己现有的财产,而且还被委派了其他许多重大的任务。
Καὶ τοῦτο ἐλάχιστον τῶν μελλόντων ῥηθήσεσθαι·
而这只是接下来要说的事情中最微不足道的一部分。
προείλετο γὰρ μᾶλλον ὁ πατὴρ ἐν ἐμοὶ τῷ ὑιεῖ καὶ ἐν γῇ ὀθνείᾳ σαλεύειν καὶ κατὰ θάλασσαν καὶ κατὰ κινδύνους πολεμικοὺς, καὶ κατὰ ἀῤῥωστίας, αἳ τοῖς ἐν πλανώδεσι βίοις εἰθισμέναι εἰσὶ μᾶλλον προσκαθίζειν ἢ τοῖς ἐν τεταγμένῃ ζωῇ ἠπίστατο γὰρ χάριτα χάριτι μετρεῖσθαι, καὶ μὴ οἷόν πέρ τι ὠνεύμενος ἐκ χειρὸς εἰς χεῖρας συναλλάξας·
因为我的父亲宁愿让我这个儿子在异国他乡、在海上、在战争的危险中,以及在那些更容易缠上流浪生活者而非过着安定生活者的疾病中颠沛流离。 因为他深知,恩德应当以恩德来衡量,而不是像买卖东西那样,一手交钱一手交货之后便一走了之。
ἅπαξ ἀπιέναι. Ὁ μὲν δὴ τοιούτων ὑπῆρξεν·
我的父亲就是这样一个具有如此品质的人。
ἐγὼ δὲ, ἅτε παῖς ἐὼν ἐκείνου, οὐδὲν ἐλλείπω φιλοτιμίης καὶ τέχνης, βοηθέων καὶ κινδυνεύων σὺν ὑμῖν ὁκότε που καιρὸς εἴη·
而我作为他的儿子,在热忱和医术上没有丝毫懈怠,只要一有抗击灾难的机会,便与你们共同奋斗、共担风险。
καὶ ἐς ταῦτά με ἀμφότερα οὔτε νοῦσος οὔτε κακοπαθείη οὔτε φόβος ὁ ἐν θαλάσσῃ καὶ ὁ ἐν χερσὶ πολεμίων εἴργει β μαρτυρίη δὲ οὐκ ἐν ἄλλοις τισὶν, ἐν δ’ ὑμῖν αὐτοῖς κεῖται·
无论是疾病、困苦,还是海上的恐惧,亦或落在敌手之中的危险,都未能阻挡我履行这两项职责。 关于这一点的证言不在别处,就在你们自己身上。
ὥστε, εἴ τῳ ἀντιλεκτέον, ἀναστήτω μηδὲν ὀκνήσας, ἀλλ’ οὐ δοκέω ψεύδεσθαι.
因此,如果有人要反驳,请毫不犹豫地站起来,但我并不认为自己在撒谎。
Ταῦτα δὲ πρήξας ἐπὶ τρία ἔτεα, στεφανωθείς τε χρυσέῳ στεφάνῳ, καὶ ἔτι κάλλιον εὐφημεύμενος, ἐς τὴν ἰδίην ἀπῆλθον ἐπὶ γάμον, ὡς διαδόχους καταστήσαιμι καὶ τέχνης καὶ γενεῆς ἡμετέρης.
我从事这些工作达三年之久,不仅被授予了黄金冠冕,还获得了更美好的赞誉,随后我便回到了祖国结婚,以便为我们的医术和家族确立继承人。
Ἃ μὲν δὴ παρὰ πόλιος, προγόνων, πατρός τε καὶ ἐμέο ὑμῖν ὑπάρχει, ταῦτ’ ἐστίν·
这些便是国家、先祖、父亲以及我自己为你们做出的贡献。
εἴρηται δὲ καὶ ὧν ἡμεῖς παρ’ ὑμέων ἐπαυράμεθα·
而我们从你们那里所获得的恩惠,也已经陈述完毕。
δοκέω δὲ πολλοὺς ὑμέων θαυμάζειν, ὅτεων χάριν ταῦτα ἀναμεμέτρηται·
我想你们中的许多人都在纳闷,我为什么要将这些事情一一列举出来。
ὡς οὖν καὶ ὑμέες εἰδῆτε καὶ ἐμοὶ γίνηται ἃ ἐγὼ ἐπιθυμέω, καιρὸς λέγειν.
现在是时候说明了,以便让你们也知道真相,并让我能达成我所渴望的愿望。