- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:27#3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
コス人がアルテミシアによる包囲から免れた奇跡と、演者の祖先カドモスらの愛国的決断を回顧し、さらに父ヒッポクラテスが疫病対策で示した賢明な判断とギリシアへの貢献を称える。
Ἔδοξεν οὖν σφιν, τεσσάρων ἐόντων τειχέων ἐν τῇ νήσῳ, πάντ’ ἐκλείπειν καὶ ἐς τὰ ὄρεα καταφυγοῦσιν ἀτέχεσθαι σωτηρίης. Ὅθεν δὴ τί κακὸν οὐκ ἀπήντησε, χώρης λεηλατευομένης καὶ σωμάτων ἐλευθέρων ἀνδραποδιζομένων καὶ κτεινομένων ἐχθρῷ νόμῳ, τῆς δὲ πόλιος καὶ τῶν ἄλλων ἐρυμάτων καὶ ἱερῶν καταιθαλουμένων, ἔτι δὲ καὶ τῇ θυγατρὶ τοῦ Λυγδάμιος Ἀρτεμισίῃ κατὰ πατρῶον νεῖκος δοθέντων ἐκσαγηνεῦσαι1 πάντα ὅσα λοιπὰ ᾖν; ἀλλὰ γὰρ, ὡς ἔοικε, θεοῖς οὐκ ἠμελεύμεθα·2 χειμώνων δὲ γενομένων ἐξαισίων, αἵ τε νῆες τῆς Ἀρτεμισίης ἐκινδύνευσαν ἅπασι ἀπολέσθαι, πολλαὶ δὲ καὶ ἀπώλοντο, ἔς τε τὸ στράτευμα αὐτέης πολλοὶ κεραυνοὶ ἐνέπεσον, σπάνιόν τι τῆς νήσου κεραυνουμένης· λέγεται δὲ καὶ φάσματα ἡρώων τῇ γυναικὶ ὀφθῆναι· ἃ δὴ πάντα φοβηθεῖσα ἀπέστη ἔργων ἀνηκέστων, ὁμολογίην πικρὴν ποιησαμένη, καὶ λίην πικρὴν λέγεσθαι, ὥστε ἀφείσθω. Ἀποδώσω δὲ καὶ ἐνταῦθα προγόνοις τοῖς ἐμοϊς κυριότητα οὐ ψευδέα τοῦ μήτ’ ἐφ’ ὑμέας μήτ’ ἐπὶ Λακεδαιμονίους ἢ ἑτέρους ἄλλους Ἑλλήνων Κώους ἑκούσια ὅπλα λαβεῖν,3 καίπερ πολλῶν τῶν ὁμοῦ νήσους τε καὶ Ἀσίην οἰκεόντων συναψαμένων τοῖς βαρβάροις τοῦ πολέμου οὐ βίῃ· οἱ γὰρ προεστῶτες τότε τῆς πόλεως ἦσαν Κάδμος τε καὶ Ἱππόλοχος· ἐπ’ ἀληθεῖ δὲ κεῖται προγόνους ἐμοὺς εἶναι τόν τε Κάδμον καὶ τὸν Ἱππόλοχον· ὁ μὲν γὰρ Κάδμος, ὃς τὴν βουλὴν αὐτὴν ἤρτυσεν, ἔστι τῆς ἐμῆς μητρὸς, ὁ δ’ Ἱππόλοχος ἐξ Ἀσκληπιαδέων τέταρτος ἀπὸ Νέβρου τοῦ Κρισαίους συγκαθελόντος, ἡμεῖς δ’ Ἀσκληπιάδαι κατ’ ἀνδρογένειαν· ὥστε καὶ τοῦτο τὸ καλὸν τῶν ἡμετέρων προγόνων προελέσθαι. Ἐπάνειμι δ’ ἐπὶ τὸν Κάδμον· οὗτος γὰρ δὴ ὁ ἀνὴρ οὕτως ἔσπευδε τὰ τῶν Ἑλλήνων καλὰ, ὥστε, ὁκότε ἔληξεν ἡ χώρη πολιορκεομένη ὑπὸ Ἀρτεμισίης, αὐτοῦ καταλιπὼν τὴν γυναῖκα καὶ γενεὴν, ᾤχετο ξὺν τοῖς τὰ αὐτὰ αἱρεομένοις ἐπὶ Σικελίης, ὅπως Γέλωνα καὶ τοὺς ἀδελφοὺς κωλύσει φιλίην ξυνθέσθαι κατὰ Ἑλλήνων πρὸς τοὺς βαρβάρους· διεπρήξατο δὲ καὶ ἄλλα πολλὰ καλὰ ἔργα, ἃ μηκύνειν οὐ πρόσκαιρον. Αἱ μὲν δὴ δημόσιαι καὶ ἡμέων προγόνων ὑπουργίαι ἐς ὑμέας καὶ τοὺς ἄλλους Ἕλληνας, αὗται καὶ τοιαῦται πολλαί· καὶ γὰρ ἐκλείπει ἡ δύναμις τοῦ λόγου. Ἔρχομαι δ’ ἤδη οὐκ εἰδόσιν εὐεργεσίην Ἱπποκράτους πατρὸς ἐμέο προσέχεσθαι· λέγων δ’ ἂν ἀληθεύοιμι οὕτως· ὁκότε λοιμοῦ ῥέοντος διὰ τῆς βαρβάρου, ἢ ὑπέρκειται Ἰλλυριῶν καὶ Παιόνων, ὁκότε δὴ ἐπὶ ταύτην τὴν χώρην ἧκε τὸ κακὸν, οἱ τούτων τῶν ἐθνέων βασιλῆες κατὰ δόξαν ἰητρικὴν, ἣ ἀληθὴς ἐοῦσα πανταχόθι ἴσχυεν ἔρχεσθαι, κατὰ πατρὸς τοῦ ἐμέο πέμπουσιν ἐπὶ· Θεσσαλίης (ἐκεῖ γὰρ δὴ ὁ ἐμὸς πατὴρ καὶ πρότερον καὶ νῦν οἴκησιν εἶχε), καλέοντες αὐτὸν ἐς ἐπικουρίην, χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων κτεάνων οὐ μόνον ἔφασαν πέμψειν ἔχειν, ἀλλὰ καὶ ἀποίσασθαι ὁκόσα ἂν αὐτὸς ἐθέλῃ ἐπαμύναντα. Ὁ δὲ ἐρώτησιν ποιησάμενος ὁκοῖαί τινες ἐν μέρει κινήσιες γίνονται κατά τε καύματα καὶ ἀνέμους καὶ ἀχλύας καὶ τἄλλα ἃ πέφυκε τὰς ἕξιας κινεῖν παρὰ τὸ καθεστηκός· ὁκότε δὴ πάντων μαθήσιας ἀνείλετο, τοὺς μὲν χωρεῖν ἐκέλευσεν ὀπίσω, ἀποφηνάμενος μὴ οἷός τε εἶναι ἐς χώρην τὴν ἐκείνων ἰέναι· ὅκως δὲ εἶχε ταχέως, αὐτὸς μὲν Θεσσαλοῖς ἠρτύετο παραγγέλλειν ὁκοίοις χρὴ τρόποις κακοῦ τοῦ προσιόντος εὐλαβείην ποιέεσθαι, καὶ ξυγγράφων θεραπείην ἐξετίθει περὶ τὰς πόλιας ἐμὲ δὲ ἐπὶ Μακεδονίης ἐξαπέστειλε, βασιλεῦσι γὰρ Ἡρακλειδέων, οἳ ἐκεῖ κατέχουσι, πατρικὴ ξενίὴ ὑπῆρχεν ἡμῖν. Κᾀγὼ μὲν ᾔειν ἵνα με ὁ πατὴρ ἐκέλευσεν, ἀπὸ Θεσσαλίας, ἀρήξων τοῖς ἐκεῖ· συνετέτακτο δέ μοι ξυμβαλεῖν ἐς πόλιν τὴν ὑμετέρην. Ἀδελφεὸν δὲ τὸν ἐμὸν Δράκοντα ἐκ Παγασέων ὁρμηθέντα πλοῦν ποιέεσθαι ἐφ’ Ἑλλησπόντου ἐκέλευσε, [οὐ] παραπλησίην4 δοὺς ὑποθήκην ᾗ αὐτὸς ἔπρησσεν· οὐ γὰρ πάντες τόποι τὰ αὐτὰ φέρουσι βοηθήματα, διὰ τὸ μὴ πάντῃ τὰ περιέχοντα ἐξ ἀέρος ὅμοια εἶναι.
そこで彼らは、島に四つの城壁がある中で、すべてを放棄して山々へ逃れ、生存を図ることに決めた。そこから、いかなる災厄が彼らに降りかからなかっただろうか。土地は略奪され、自由な身の者たちは敵の過酷な法によって奴隷とされるか殺され、都市やその他の防壁、神殿は焼き尽くされ、さらにリュグダミスの娘アルテミシアには、父祖代々の敵意に従って、残されたすべてを一網打尽に掃討することが許されたのであるから。しかしながら、どうやら私たちは神々に見捨てられてはいなかった。並外れた嵐が発生し、アルテミシアの船団はすべて沈没の危機に瀕し、実際に多くの船が失われた。また、彼女の軍勢には多くの落雷があったが、その島に雷が落ちることは極めて稀なことであった。また、英雄たちの幻影がその女の目に現れたとも言われている。これらすべてを恐れた彼女は、過酷な、いや、語るにはあまりにも過酷な協定を結んで、取り返しのつかない不条理な行為から手を引いた。それゆえ、その話はこれ以上語らずに伏せておこう。そしてここでも、私は自分の先祖たちに、コス人たちがあなた方に対しても、ラケダイモン人や他のいかなるギリシア人に対しても、自発的に武器を取らなかったという偽りのない功績を帰そう。近隣の島々やアジアに住む多くの人々が、強制されることなく異民族の戦争に自発的に加わったのにもかかわらずである。というのも、当時の都市の指導者たちはカドモスとヒッポロコスであったからだ。そして、カドモスとヒッポロコスが私の先祖であることは真実に基づいている。カドモスは、その計画自体を整えた者であるが、私の母方の先祖であり、ヒッポロコスは、クリサ人たちを共に打ち倒したネブロスから数えて四代目のアスクレピオス家の人であり、私たちは男系においてアスクレピオス家である。したがって、私たちの先祖のこの立派な志をも、彼らの功績として選ぶことができる。カドモスの話に戻ろう。この男はギリシア人の共通の利益を極めて熱心に求めていた。そのため、アルテミシアによるこの土地の包囲が終わったとき、彼は妻と子供たちをこの地に残したまま、同じ志を持つ者たちとともにシケリアへと赴いた。それは、ゲロンとその兄弟たちがギリシア人に敵対して異民族と友好関係を結ぶのを阻止するためであった。彼はまた、他にも多くの立派な行いを成し遂げたが、それを長々と述べるのは今は時宜にかなわない。あなた方や他のギリシア人に対する、公的な、また私たちの先祖による奉仕は、これらであり、またこのような多くのものがある。というのも、それをすべて語るには言論の力が尽きてしまうからだ。そして今や、私はあなた方がまだ知らない、私の父ヒッポクラテスの恩恵に注意を向けさせよう。私はこのように語ることで真実を述べることになる。疫病が、イリュリア人やパイオニア人の上方に位置する異民族の土地を流れていたとき、その災厄がこの地に及ぶと、これらの諸民族の王たちは、いたるところに広まる力を持っていた医術の真の評判を聞いて、テッサリアにいる私の父のもとへ使者を送った(そこに私の父は、以前も今も住処を構えていたのだが)。彼らは父を援助のために招き、金や銀やその他の財宝をあらかじめ送る用意があると言うだけでなく、援助した暁には、父自身が望むだけのものを持ち帰ることもできると言った。しかし父は使者たちに、暑さや風、霧、そして身体の状態を通常から変化させる性質を持つその他の要因に関して、それぞれの地域においてどのような変化が起こっているかを質問した。彼がこれらすべてについての情報を得たとき、彼らには引き返すように命じ、彼らの土地へ赴くことは自分にはできないと断言した。そして速やかに、彼自身はテッサリア人たちに、迫り来る災厄に対してどのような方法で予防措置をとるべきかを指示する備えをし、また都市のための治療法を執筆して公開した。一方、私をマケドニアへと派遣した。そこを支配しているヘラクレスの末裔である王たちと、私たちとの間には、父祖代々の友情があったからである。そこで私は、テッサリアから父が命じた場所へと、そこの人々を救うために赴いた。そして、あなた方の都市に合流するようにと私に指示されていた。一方、私の兄弟であるドラコンには、パガサイから出航してヘレスポントスへと航海するように命じ、彼自身がテッサリアで行ったのとは異なる指示を与えた。というのも、すべての土地が同じ治療法を受け入れるわけではないからである。大気から取り巻く環境がいたるところで同じであるわけではないからである。
- 27δοθέντων ἐκσαγηνεῦσαι
中性複数属格の分詞 δοθέντων は非人称的(独立属格構文)に用いられており、不定詞 ἐκσαγηνεῦσαι(引き網で一網打尽にすること)を伴って「〜することが許されたので」と解釈される。あるいは、残された住民や財産を意味する中性複数の名詞句が省略され、「それらが(彼女に一網打尽にするために)引き渡されて」とする解釈も可能だが、文脈的にはアルテミシアに対する権限の付与を指す前者の解釈が適している。
- 27θεοῖς οὐκ ἠμελεύμεθα
与格 θεοῖς は、完了受動相の動詞 ἠμελεύμεθα(ἀμελέω の完了受動1人称複数)に伴う「行為者の与格(dative of agent)」である。古典期・ヘレニズム期のギリシア語において、完了受動の形態に伴って動作主を示す標準的な用法であり、ここでは「神々によって見捨てられてはいなかった」を意味する。
- 27τοῦ μήτ’ ἐφ’ ὑμέας... Κώους ἑκούσια ὅπλα λαβεῖν
属格の冠詞 τοῦ に導かれる不定詞句 λαβεῖν は、先行する名詞 κυριότητα(決定権、主導権、功績)を具体的に説明する同格(説明的属格)として機能している。不定詞の意味上の主語は対格の Κώους であり、「コス人たちが自発的に武器を取らなかったこと」という内容全体が先祖たちの功績として帰属されている。
- 27[οὐ] παραπλησίην
否定辞 [οὐ] を採用するか否かで文脈の意味が反転するが、直後の文「すべての土地が同じ治療法を受け入れるわけではない(大気が異なるため)」という気候の違いを理由とする説明から、ドラコンに与えられた指示は、ヒッポクラテス自身がテッサリアで用いた方法とは「異なる(οὐ あり)」ものであったと解釈するのが、医学的な論理に最も整合する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 1 件
