§17#5ἐχρῆν δὲ ἐξ ἀνθρώπων τὴν αἰτίην ἐρευνῆσαι.
“但人们本应当从人类自身中寻找原因。
Οὐχ ὁρῇς ὅτι καὶ ὁ κόσμος μισανθρωπίης πεπλήρωται; ἄπειρα κατ’ αὐτέων πάθεα ξυνήθροικεν·
难道你看不见,甚至连宇宙都充满了对人类的厌恶,并对他们聚集了无限的苦难吗?
ὅλος ὁ ἄνθρωπος ἐκ γενετῆς νοῦσος ἐστὶ, τρεφόμενος, ἄχρηστος, ἱκέτης βοηθείης· αὐξανόμενος, ἀτάσθαλος, ἄφρων, διὰ χειρὸς παιδαγωγίης· ἀκμάζων, θρασύς· παρακμάζων, οἰκτρὸς, τοὺς ἰδίους πόνους ἀλογιστίη γεωργήσας· ἐκ μητρῴων γὰρ λύθρων ἐξέθορε τοιοῦτος.
整个人类自出生起就是一种疾病:在被抚育时,毫无用处,是寻求帮助的乞求者;在成长时,傲慢、愚蠢,处于管教的手下;在鼎盛时,蛮横;在衰落时,可怜,因无知而耕耘着自己的痛苦;因为他就是以这样的状态,从母亲血污的子宫中跳脱出来的。
Διὰ τοῦτο οἱ μὲν θυμικοὶ καὶ ὀργῆς ἀμέτρου γέμοντες, ἐν ξυμφορῇσι καὶ μάχῃσι, οἱ δ’ ἐν φθορῇσι καὶ μοιχείῃσι διὰ παντὸς, οἱ δ’ ἐν μέθῃσιν, οἱ δ’ ἐν ἐπιθυμίῃσι τῶν ἀλλοτρίων, οἱ δ’ ἐν ἀπωλείῃσι τῶν σφετέρων.
因此,有的充满激情和无节制的愤怒,处于灾难和战斗之中;有的始终处于败坏和通奸之中;有的处于醉酒之中;有的处于对他人之物的觊觎之中;有的处于对自己之物的毁灭之中。
Ὄφελον δύναμις ὑπῆρχε τὰς ἁπάντων οἰκήσιας ἀνακαλύψαντα μηδὲν ἀφεῖναι τῶν ἐντὸς παρακάλυμμα, εἶθ’ οὕτως ὁρῇν τὰ πρησσόμενα ἔνδον· ἴδωμεν ἂν οὓς μὲν ἐσθίοντας, οὓς δὲ ἐμέοντας, ἑτέρους δ’ αἰκίῃσι στρεβλέοντας, τοὺς δὲ φάρμακα κυκῶντας, τοὺς δὲ ξυννοέοντας ἐπιβουλίην, τοὺς δὲ ψηφίζοντας, ἄλλους χαίροντας, τοὺς δὲ κλαίοντας, τοὺς δὲ ἐπὶ κατηγορίην φίλων ξυγγράφοντας, τοὺς δὲ διὰ φιλοδοξίην ἔκφρονας.
但愿有一种力量能揭开所有人的住所,不留下任何内部的遮蔽物,然后以此方式观察内部所做的事;我们会看到有的在吃,有的在吐,有的在酷刑中挣扎,有的在调制药剂,有的在密谋策划,有的在投票,有的在欢笑,有的在哭泣,有的在起草对朋友的控告,有的因虚荣而丧失理智。
Καὶ τά γε ἔτι βαθύτερα, αἱ πρήξιες τῶν κατὰ ψυχὴν κευθομένων, καὶ τουτέων ὁκόσοι μὲν νέοι, ὁκόσοι δὲ πρεσβῦται, αἰτεῦντες, ἀρνεόμενοι, πενόμενοι, περιουσιάζοντες, λιμῷ θλιβόμενοι, οἱ δὲ ἀσωτίῃ βεβαρυμένοι, ῥυπῶντες, δέσμιοι, οἱ δὲ τρυφῇσι γαυριῶντες, τρέφοντες, ἄλλοι σφάζοντες, ἄλλοι θάπτοντες, ὑπερορέοντες ἃ ἔχουσι, πρὸς τὰς ἐλπιζομένας κτήσιας ὡρμημένοι, μένοι, οἱ μὲν ἀναίσχυντοι, οἱ δὲ φειδωλοὶ, οἱ δὲ ἄπληστοι, οἷ μὲν φονεῦντες, οἱ δὲ τυπτόμενοι, οἱ δὲ ὑπερηφανεῦντες, οἱ δὲ ἐπτοημένοι κενοδοξίῃ· καὶ οἱ μὲν ἵπποισι παρεστεῶτες, οἱ δὲ ἀνδράσιν, οἱ δὲ κυσὶν, οἱ δὲ λίθοισιν ἢ ξύλοισιν, οἱ δὲ χαλκῷ, οἱ δὲ γραφῇσι· καὶ οἱ μὲν ἐν πρεσβείαις, οἱ δὲ ἐν στρατηγίῃσιν, οἱ δὲ ἐν ἱερωσύνῃσιν, οἱ δὲ στεφανηφορέοντες, οἱ δὲ ἔνοπλοι, οἱ δ’ ἀποκτεινόμενοι.
还有更深层的事,即隐藏在灵魂中的行为,在这些人中,无论是年轻的还是年老的,有的在乞求,有的在拒绝,有的在贫困,有的在富足,有的被饥饿所迫,有的被奢侈所累,有的肮脏,有的被囚,有的因奢华而骄傲,有的在抚养,有的在宰杀,有的在埋葬,有的轻视自己拥有的,奔向所期望的财产,有的无耻,有的吝啬,有的贪婪,有的在杀人,有的在被打,有的在傲慢,有的因虚荣而兴奋;有的侍奉马匹,有的侍奉人,有的侍奉狗,有的侍奉石头或木头,有的侍奉青铜,有的侍奉画作;有的在使团中,有的在将领职位中,有的在神职中,有的戴着花冠,有的武装起来,有的正在被杀。
Φέρονται δὲ τουτέων ἕκαστοι, οἱ μὲν ἐπὶ ναυμαχίην, οἱ δὲ ἐπὶ στρατείην, οἱ δὲ ἐπ’ ἀγροικίην, ἕτεροι δὲ ἐπὶ φορτίδας ναῦς, οἱ δὲ ἐς ἀγορὴν, ἕτεροι δ’ ἐπ’ ἐκκλησίην, οἱ δὲ ἐπὶ θέητρον, οἱ δὲ ἐς φυγὴν, ἄλλοι δὲ ἀλλαχόσε· καὶ οἱ μὲν ἐς φιληδονίην καὶ ἡδυπαθείην καὶ ἀκρασίην, οἱ δὲ ἐς ἀργίην καὶ ῥᾳθυμίην.
他们中的每个人都被带往各处,有的去海战,有的去远征,有的去务农,有的去货船,有的去市场,有的去集会,有的去剧场,有的去逃亡,有的去其他地方;有的走向追求快乐、享乐和放纵,有的走向闲散和懒惰。
Τὰς ἀναξίους οὖν καὶ δυστήνους ψυχὰς ὁρεῦντες καὶ τοσαύτας, πῶς μὴ χλευάσωμεν τὸν τοιήνδε ἀκρασίην ἔχοντα βίον αὐτέων;
因此,看到这些如此之多、卑劣而可怜的灵魂,我们怎能不嘲笑他们这种充满放纵的生活呢?
κάρτα γὰρ ἔλπομαι μηδὲ τὴν σὴν ἰητρικὴν ἁνδάνειν αὐτέοισιν· δυσαρεστέονται γὰρ ὑπ’ ἀκρασίης ἅπασι, καὶ μανίην τὴν σοφίην νομίζουσιν.
因为我非常怀疑,甚至连你的医术也不会让他们满意;因为由于放纵,他们对一切都感到不满,并将智慧视为疯狂。
Ἤπου γὰρ ὑπονοέω σαφέως λωβᾶσθαί σου τὰ πολλὰ τῆς ἐπιστήμης ἢ διὰ φθόνον ἢ δι’ ἀχαριστίην· οἵ τε γὰρ νοσέοντες ἅμα τῷ σώζεσθαι τὴν αἰτίην θεοῖσιν ἢ τύχη, προσνέμουσι· πολλοὶ δὲ τῇ φύσει προσάψαντες, ἐχθαίρουσι τὸν εὐεργετήσαντα, μικροῦ δεῖν προσαγανακτεῦντες, εἰ νομίζονται χρεωφειλέται· οἵ τε πολλοὶ τὸ τῆς ἀτεχνίης ἐφ’ ἑωυτέοισιν ἔχοντες, ἀΐδριες ἐόντες, καθαιροῦσι τὸ κρέσσον· ἐν ἀναισθήτοισι γάρ εἰσιν αἱ ψῆφοι· οὔτε δ’ οἱ πάσχοντες συνομολογέειν ἐθέλουσιν, οὔτε οἱ ὁμοτεχνεῦγτες μαρτυρέειν· φθόνος γὰρ ἐνίσταται.
事实上,我清楚地怀疑,他们由于嫉妒或忘恩负义,极大地侮辱了你的大部分知识;因为那些生病的人一旦得救,就会将原因归于神明或命运;许多人将其归咎于自然,从而憎恨施恩者,如果被视为债务人,他们几乎要表现出愤怒;而大多数人由于自身缺乏技术,处于无知状态,便会贬低更优越者;因为选票是在无知者手中;被治疗者既不愿承认,同业者也不愿作证;因为嫉妒立于其间。
Οὐκ ἀπείρῳ σοὶ τῶν τοιαυτέων λεσχέων ταῦτα σαφέω, εἰδὼς ἐν ἀναξιοπαθείῃσι σὲ πολλάκις γενηθέντα καὶ οὐ δι’ οὐσίῃν ἢ βασκανίην φιλοτωθάσσοντα· ἀτρεκίης γὰρ οὐδεμία οὔτε γνῶσις οὔτε μαρτυρίη.
对于你这样在这些谈论中并非没有经验的人,我将这些事情说清楚,因为我知道你经常处于不应得的痛苦中,而且你并非因财富或恶意而乐于嘲弄;因为对于真理,既没有认识,也没有证据。
Ἐπεμειδία δὲ λέγων ταῦτα καί μοι Δαμάγητε, θεοειδής τις. κατεφαίνετο, καὶ τὴν προτέρην αὐτέου μορφὴν ἐξελελήσμην·
”达马盖托斯啊,他一边说着这些,一边微笑,他对我来说显得像个神一般的人,而我已经忘记了他以前的模样。
καὶ φημὶ ὦ Δημόκριτε μεγαλόδοξε, μεγάλας γε τῶν σῶν ξενίων δωρεὰς εἰς Κῶ ἀποίσομαι· πολλοῦ γάρ με τῆς σῆς σοφίης θαυμασμοῦ πεπλήρωκας· ἀπονοστέω δέ σου κῆρυξ ἀληθείην ἀνθρωπίνης φύσιος ἐξιχνεύσαντος καὶ νοήσαντος.
我便说:“大名鼎鼎的德谟克利特啊,我将把您款待的大礼带回科斯;因为您让我对您的智慧充满了极大的赞美;我将作为您的使者归国,宣传您探索并理解了人类本性的真理。
Θεραπείην δὲ λαβὼν παρὰ σεῦ τῆς ἐμῆς διανοίης, ἀπαλλάσσομαι, τῆς ὥρης τοῦτο ἀπαιτεούσης καὶ τῆς τοῦ σώματος τημελείης· αὔριον δὲ καὶ κατὰ τὸ ἑξῆς ἐν ταὐτῷ γενησόμεθα.
在从您那里得到了对我心灵的治疗后,我便离去了,因为时间要求如此,身体的调养也要求如此;明天以及此后,我们将在同一个地方相聚。
Ἀνιστάμην ταῦτα εἰπὼν, καὶ ὃς ἦν ἕτοιμος ἐπακολουθεῖν, προσελθόντι δέ τινι, οὐκ οἶδ’ ὁκόθεν, ἀπεδίδου τὰ βιβλία.
”说完这些,我站起身,他也准备随行,但他把书交给了不知从哪里走来的某个人。
Κᾀγὼ ξυντονώτερον ἤπειξα, καὶ πρὸς τοὺς ὄντως Ἀβδηρίτας ἐπὶ τῇ σκοπιῇ ἀναμένοντάς με, ἄνδρες, ἔφην, τῆς πρὸς ἐμὲ πρεσβείης χάρις ὑμῖν πολλή· Δημόκριτον γὰρ εἶδον, ἄνδρα σοφώτατον, σωφρονίζειν ἀνθρώπους μοῦνον δυνατώτατον.
我加快步伐急行,对在见望台上等候我的真正阿布德拉人说:“诸位,非常感谢你们派使者找我;因为我见到了德谟克利特,这位最智慧的人,唯有他最能使人类保持清醒。
Ταῦτ’ ἔχω σοι περὶ Δημοκρίτεω, Δαμάγητε, φράζειν γηθοσύνως πάνυ.
”达马盖托斯啊,这就是关于德谟克利特,我能非常高兴地告诉你的全部事情。
Ἔῤῥωσο.
祝你健康。 ”