Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §17#4

德谟克利特就人类贪欲与疯狂的辩白

第 11 段,共 21 段 · 希腊语

内容简介

德谟克利特反驳了希波克拉底的异议,阐述了人类如何因无知和贪欲而陷入疯狂,与自然及动物的自足相比,做着愚蠢而悲惨的选择,从而证明了自己发笑的合理性。

§17#4Ὁ δὲ Δημόκριτος, μάλα, ἔφη, νωθὴς τὸν νόον ὑπάρχεις, καὶ μακρήν γε τῆς ἐμῆς γνώμης ἀπόδημος, Ἱππόκρατες, ἀταραξίης καὶ ταραχῆς μέτρα μὴ ἐπισκοπέων, δι’ ἄγνοιαν.
德谟克利特说道:“希波克拉底,你的思想确实非常迟钝,而且由于无知,你没有审视平稳和动摇的尺度,因此大大偏离了我的观点。
Ταῦτα γὰρ αὐτὰ διανοίῃ φρενήρει διοικέοντες, αὐτοί τε ῥηϊδίως ἀπηλλάσσοντο, καὶ τὸν ἐμὸν ἐλώφεον γέλωτα.
因为,如果他们用健全的理智来处理这些事物本身,他们自己本可以轻易脱离灾难,也本可以平息我的笑声。
Νῦν δ’ ὡς ἐπαρηρόσι τοῖσιν ἐν τῷ βίῳ φρενοβλαβέες τετύφωνται ἀσυλλογίστῳ διανοίῃ τῆς ἀτάκτου φορῆς, δυσδίδακτοι·
但现在,这些人如同以为生活中的事物都是固定不变的一般,在对无序流转的糊涂念头中,因丧失理智而受迷惑,难以教导。
νουθεσίη γὰρ αὐτάρκης ὑπῆρχεν ἡ τῶν ξυμπάντων μεταβολὴ, ὀξείῃσι τροπῇσιν ἐμπίπτουσα, αἰφνίδιον τροχηλασίην παντοίην ἐννοέουσα.
因为万物的变迁,正以剧烈的转折袭来,突然展示出各种命运车轮的旋转,这本已是足够的告诫。
Οἱ δ’ ὡς ἐπ’ ἀρηρυίῃ καὶ βεβαίῃ ἐκλελησμένοι παθέων κατὰ τὸ ξυνεχὲς ἐμπιπτόντων ἄλλοτε ἄλλως ποθεῦντες τὰ λυπέοντα, διζήμενοι τὰ μὴ ξυμφέροντα, ἐγκαλινδεῦνται πολλῇσι ξυμφορῆσιν.
但他们却以为生活是固定而可靠的,忘却了接连降临的苦难,在不同的时间以不同的方式热望那些折磨他们的东西,追逐那些无益的事物,在重重灾难中打滚。
Εἰ δέ τις ἐμερμήριζεν κατὰ δύναμιν ἰδίην τὰ ξύμπαντα ἕρδειν, ἀδιάπτωτον ἐφρούρεε ζωὴν, ἑωυτὸν ἐξεπιστάμενος, καὶ ξύγκρισιν ἰδίην σαφέως κατανοήσας, καὶ μὴ τῆς ἐπιθυμίης τὴν σπουδὴν ἀόριστον ἐκτείνων, τὴν δὲ πλουσίην φύσιν καὶ πάντων τιθηνὸν δι’ αὐταρκείης ὁρέων.
如果有人能根据自己的能力,守护那毫无挫折的生活,认清自己,并清楚地理解自己的组成,不将欲望的热情无止境地延伸,而是通过自足来审视富饶的自然,即万物的乳母。
Καθάπερ δ’ ἡ τῶν παχέων εὐεξίη κίνδυνος πρόδηλος, οὕτω τὸ μέγεθος τῶν εὐτυχημάτων σφαλερόν ἐστιν· ἀρίσημοι δ’ ἐν τῇσι κακοδαιμονίῃσι ξυνθεωρεῦνται.
正如肥胖者的极度健康是显而易见的危险一样,好运的庞大也是靠不住的;他们在不幸之中,其真实面目被看得最为清楚。
Ἄλλοι δὲ τὰ τῶν παλαιῶν μὴ ἱστορέοντες ὑπὸ τῆς ἰδίης κακοπραγίης ἀπώλοντο, τὰ δῆλα καθάπερ ἄδηλα μὴ προθεωρεῦντες, ὑπόδειγμα τὸν μακρὸν βίον ἔχοντες γενομένων καὶ μὴ γενομένων, ἐξ ὧν καὶ τὸ ἐσόμενον ἐχρῆν κατανοῆσαι.
还有一些人不考察古人的历史,因自己的恶行而走向毁灭,他们不能像预见显而易见的事物那样预见未知,他们本拥有漫长的一生作为发生与未发生之事的榜样,并应当从中领悟到未来之事。
Ταῦθ’ ὁ ἐμὸς γέλως, ἄφρονες ἄνθρωποι, πονηρίης δίκας ἐκτίνοντες, φιλαργυρίης, ἀπληστίης, ἔχθρης, ἐνέδρης, ἐπιβουλίης, βασκανίης, ἀργαλέον ἐξειπεῖν πολυμηχανίην κακῶν, ἀπειρίη γάρ τίς ἐστι κᾀν τουτέοισι, δολοπλοκίῃσιν ἀνθαμιλλεῦντες, σκολιόφρονες·
这就是我发笑的原因,愚蠢的人类,他们正在为自己的邪恶、金钱欲、贪婪、敌意、埋伏、阴谋和嫉妒付出代价,恶的多重策略难以尽数,因为在这些事中也存在着某种无限。 他们是在阴谋中竞争、心术不正的人。
ἀρετῆς δὲ παρ’ αὐτοῖσι τρόπος ἐστὶ τὸ χέρειον, φιλοψευδίην γὰρ ἀσκέουσι, φιληδονίην κοσμέουσι, νόμοισιν ἀπιθεῦντες ὁ δὲ αὐτέων κατακρίνει τὴν ἀπροαιρεσίην, μήτε ὁρήσιος μήτε ἀκοῆς μετέχοντας·
对他们而言,德行的表现就是更卑劣的事物,因为他们实践着对谎言的爱好,装饰着对享乐的追求,不服从法律。 他们自己的理性判定了他们的无决断力,就像是不拥有视觉也不拥有听觉的人一般。
μούνη δ’ αἴσθησις ἀνθρώπου ἀτρεκείῃ διανοίης τηλαυγὴς, τό τε ἐὸν καὶ τὸ ἐσόμενον προορεομένη.
而人类唯一的感知,是因理智的确定性而能照耀远方的感知,它预见着现在存在和将来发生的事。
Δυσαρεστεῦνται πᾶσι, καὶ πάλιν τοῖσιν αὐτέοισιν ἐμπελάζονται, ἀρνησάμενοι πλόον πλέουσι, γεωργίην ἀπειπάμενοι αὖθις γεωργεῦσιν, ἐκβάλλοντες γαμετὴν ἑτέρην εἰσάγονται, γεννήσαντες ἔθαψαν, θάψαντες ἐγέννησαν, πάλιν τρέφουσι, γῆρας ηὔξαντο, ἐς αὐτὸ δ’ ἀφικόμενοι στενάζουσιν, ἐν οὐδεμιῇ καταστάσει βέβαιον ἔχοντες τὴν γνώμην·
他们对一切都不满,却又再次接近那完全一样的事物。 否定了航海却又去航海,放弃了农耕却又再次耕作,驱逐了妻子又迎娶另一位,生育了又将其安葬,安葬了又再生育,再次抚养;他们祈求衰老,而在达到衰老时又呻吟叹息,在任何状态下都无法保持坚定的信念。
ἡγεμόνες καὶ βασιλέες μακαρίζουσι τὸν ἰδιώτην, ὁ δὲ ἰδιώτης ὀρέγεται βασιλείης, ὁ πολιτευόμενος τὸν χειροτεχνεῦντα ὡς ἀκίνδυνον, ὁ δὲ χειροτέχνῆς ἐκεῖνον ὡς εὐτονεῦντα κατὰ πάντων.
领袖和国王羡慕平民,平民又渴望王权;政治家羡慕手艺人免于危险,手艺人又羡慕政治家对一切都具有支配力。
Τὴν γὰρ ὀρθὴν κέλέυθον τῆς ἀρετῆς οὐ θεωρεῦσι καθαρὴν καὶ λείην καὶ ἀπρόσπταιστον, εἰς ἣν οὐδεὶς τετόλμηκεν ἐμβαίνειν· φέρονται δὲ ἐπὶ τὴν ἀπειθῆ καὶ σκολιὴν, τρηχυβατέοντες, καταφερόμενοι καὶ προσκόπτοντες, οἱ δὲ πλεῖστοι ἐκπίπτοντες, ἀσθμαίνοντες ὡς διωκόμενοι, ἐρίζοντες, ὑστερέοντες, προηγεύμενοι.
因为他们不去看美德那清净、平坦、毫无挫折的正确道路,没有任何人敢于踏入其中;相反,他们奔向那不服从且曲折的道路,在荒野中行走,坠落并绊倒,大部分人落伍,像被追赶般喘着粗气,互相竞争、落后、争先。
Καὶ οὓς μὲν αὐτέων ἔρωτες ἀτάσθαλοι ὑποπεπρήκασιν ἀλλοτρίης φῶρας εὐνῆς, ἀναιδείῃ πισύνους· οὓς δὲ τήκει φιλαργυρίη νοῦσος ἀόριστος· οἱ δ’ ἀλλήλοισιν ἀντεπιτίθενται· οἱ δ’ ὑπὸ φιλοδοξίης ἐς ἠέρα ἀνενεχθέντες βρίθει κακίης ἐς βυθὸν ἀπωλείης καταφέρονται.
他们中,有的因愚蠢的爱欲而燃烧,指望厚颜无耻去盗取他人的床榻;有的被贪财这种无止境的疾病所消磨;有的互相攻击;有的因虚荣心而升入空中,却又因邪恶的重负坠入毁灭的深渊。
Κατασκάπτουσιν, εἶτα ἐποικοδομέουσι, χαρίζονται, εἶτα μετανοοῦσι, καὶ ἀφαιρεῦνται τὰ φιλίης δίκαια, κακοπραγεῦντες ἐς ἔχθρην, τὰ ξυγγενείης πολεμοποιεῦντες, καὶ τουτέων πάντων αἰτίη ἡ φιλαργυρίη.
他们拆毁又重建,施舍又后悔,并剥夺友谊的权利,因作恶而走向敌对,使亲属关系变为战争,而这一切的原因都在于金钱欲。
Τί νηπίων ἀθυρόντων διαφέρουσι, παρ’ οἷσιν ἄκριτος μὲν ἡ γνώμη, τὸ δὲ προσπεσὸν τερπνόν;
他们与玩耍的婴儿有什么区别? 在婴儿那里,判断是无成见的,眼前遇到的事物就是快乐的。
Ἐν δὲ τοῖσι θυμοῖσι τί περισσὸν ζώοισιν ἀλόγοισι παραλελοίπασιν; πλὴν ὅτι ἐν αὐταρκείῃ μένουσιν οἱ θῆρες.
而在情念方面,除了野兽能保持在自足之中以外,人类给无理性动物留下了什么多余的优势?
Τίς γὰρ λέων ἐς γῆν κατέκρυψε χρυσόν;
有什么狮子曾在地下埋藏金子?
τίς ταῦρος πλεονεξίην ἐκορύσατο;
有什么公牛曾因贪婪而武装自己?
τίς πάρδαλις ἀπληστίην κεχώρηκε;
有什么豹子曾容纳过无法满足的欲望?
διψῇ μὲν ἄργιος σῦς, ὅσον ὕδατος ὠρέχθη· λύκος δὲ δαρδάψας τὸ προσπεσὸν τῆς ἀναγκαίης τροφῆς ἀναπέπαυται· ἡμέρῃσι δὲ καὶ νυξὶ ξυναπτομένῃσιν οὐκ ἔχει θοίνης κόρον ὤνθρωπος.
野猪口渴时,只喝它渴望的水量;狼在吞食了眼前维持生存所需的食物后,便会休息;而人类在相连的昼夜里,对宴乐从无饱足。
Καὶ χρόνων μὲν ἐνιαυσίων τάξις ὀχείης ἀλόγων τέρμα ἐστὶν, ὁ δὲ τὸ διηνεκὲς οἰστρομανίην ἔχει τῆς ἀσελγείης.
一年的季节秩序是无理性动物交配的界限,而人类却对放荡持有持久的狂躁。
Ἱππόκρατες, μὴ γελάσω τὸν κλαίοντα δι’ ἔρωτα, ὅτι ξυμφερόντως ἀποκέκλεισται, μάλιστα δ’ ἢν ῥιψοκίνδυνος ᾖ, καὶ φέρηται κατὰ κρημνῶν ἢ βυθῶν πελάγους, ἐπιτενῶ τὸν γέλωτα;
希波克拉底,当有人因爱情而哭泣时,我难道不该嘲笑他吗? 因为他的被拒是对其有益的,尤其是如果他冒险行事,冲向悬崖或海洋深处,我难道不该加大我的笑声吗?
μὴ γελάσω τὸν τὴν νῆα πολλοῖσι φορτίοισι βαπτίσαντα, εἶτα μεμφόμενον τῇ θαλάσσῃ ὅτι κατεβύθισεν αὐτὴν πλήρεα;
对于那个用过多货物使船沉没,随后又责怪海洋将满载的船吞没的人,我难道不该嘲笑他吗?
ἐγὼ μὲν οὐδ’ ἀξίως δοκέω γελῇν, ἐξευρεῖν δὲ κατ’ αὐτέων ἤθελόν τι λυπηρόν·
我甚至不认为自己笑得足够,反而想针对他们找出一些痛苦的事情。
ἀλλ’ οὐδὲ ἰητρικὴν ὑπὲρ τουτέων ἐχρῆν εἶναι, μήτε τεχνώμενον παιήονα φάρμακα·
但本来就不该有针对他们的医术,也不该有炮制治病药物的医生。
ὁ σὸς πρόγονος Ἀσκληπιὸς νουθεσίη σοι γινέσθω, σώζων ἀνθρώπους κεραυνοῖσίν ηὐχαρίστηται.
你的先祖阿斯克勒庇俄斯应当成为你的告诫,他因拯救人类而得到了雷电的报应。
Οὐχ ὁρῇς ὅτι κᾀγὼ τῆς κακίης μοῖρα εἰμὶ, μανίης διζήμενος αἰτίην, ζῶα κατακτείνω καὶ ἀνατέμνω;
难道你看不出,我自己也是邪恶的一部分,在寻找狂气原因的同时,杀害并解剖着动物吗? ”

词汇与语法注释

  1. 17#4νωθὴς τὸν νόον — 名词 νύος(心灵、理解力)的宾格形式 τὸν νόον 用作限定形容词 νωθής(迟钝)的“关系宾格”(或称“尊敬宾格”),意思是“在心灵上迟钝”。
  2. 17#4Ταῦτα γὰρ αὐτὰ διανοίῃ φρενήρει διοικέοντες, αὐτοί τε ῥηϊδίως ἀπηλλάσσοντο, καὶ τὸν ἐμὸν ἐλώφεον γέλωτα. — 现在分词 διοικέοντες 起到条件从句(前件)的作用,而未带语气词 ἄν 的未完成过去时动词 ἀπηλλάσσοντο 和 ἐλώφεον 构成主句(后件),共同组成一个过去非真实条件句(“如果他们曾经处理过……,他们本可以逃脱……并本可以平息……”)。
  3. 17#4μὴ γελάσω — 虚拟语气 γελάσω 是带有否定词 μή 的“决疑虚拟语气”(deliberative subjunctive),表达一种反问:“难道我不该笑吗?”(或“我怎能不笑呢?”)。后续的动词 ἐπιτενῶ 也处于相同的疑问句构想中。

引用这一段

希波克拉底, 书信、法令与演说集 §17#4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:17%234

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。