Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §18-19

德谟克利特关于清醒与狂乱的医学论述

第 13 段,共 21 段 · 希腊语

内容简介

这是德谟克利特给希波克拉底的回信,说明了自己被误认为发疯的缘由,阐明了临床观察的重要性,并附上了关于因脑部体液失衡而引发疯狂的医学论述。

§1818. Δημόκριτος Ἱπποκράτει εὖ πράττειν.
18. 德谟克利特致希波克拉底,问安。
Ἐπῆλθες ἡμῖν ὡς μεμηνόσιν, ὦ Ἱππόκρατες, ἐλλέβορον δώσων, πεισθεὶς ἀνοήτοις ἀνδράσι, παρ’ οἷσιν ὁ πόνος τῆς ἀρετῆς μανίη κρίνεται.
希波克拉底啊,你听信了那些认为追求美德就是发疯的愚人们,把我们当成疯子,到这里来要给我们灌黑藜芦。
Ἐτυγχάνομεν δὲ περὶ κόσμου διαθέσιος καὶ πολογραφίης, ἔτι τε ἄστρων οὐρανίων ξυγγράφοντες.
然而,我们当时正在撰写关于宇宙结构和极地描绘的著作,并且还在研究天上的星辰。
Γνοὺς δὲ τὴν ἐπὶ τούτοις φύσιν, ὡς ἀκεραίως κάρτα εἴη ἐπιδεδημιουργημένα καὶ ὡς τῆλου μανίης καὶ παραφρονήσιος καθεστήκοι, ἐμοῖο μὲν φύσιν ἐπῄνεσας, ἀπηνέας δὲ καὶ μεμηνότας κείνους ἔκρινας.
当你了解到我们在这些事情上的研究性质,得知它们(宇宙万物)被创造得多么完好无缺,而我们的研究又与发疯和心智失常相去多么遥远之后,你便赞美了我的天性,并判定那些人是粗野和疯狂的。
Ὁκόσα γὰρ ἰνδαλμοῖσι διαλλάττοντα ἀνὰ τὸν ἠέρα πλάζει ἡμέας, ἃ δὴ κόσμῳ ξυνεώραται καὶ ἀμειψιρυσμέοντα τέτευχε, ταῦτα· νόος ἐμὸς φύσιν ἐρευνήσας ἀτρεκέως ἐς φάος ἤγαγεν· μάρτυρες δὲ τουτέων βίβλοί ὑπ’ ἐμοῖο γραφεῖσαι.
因为那些因幻象而异样、在空气中飘荡并迷惑我们的事物,那些在宇宙中被观察到并且在变化其形态中产生的事物——这些都被我的知性通过探究其本质,准确地带向了光明;我所撰写的书籍便是这些研究的见证。
Χρὴ οὖν καὶ σὲ, ὦ Ἱππόκρατες, μὴ τοιουτοτρόποισιν ἀνδράσιν ξυνέρχεσθαι καὶ ξυνομιλέειν, ὧν νόος ἀκρόπλοος καὶ ἀβέβαιος καθέστηκεν.
因此,希波克拉底啊,你也不应该与那些心智浮浅且不稳定的人交往和交谈。
Εἴ γάρ τοι πεισθεὶς ὡς μεμηνότα με επότισας ἐν ἐλλεβόρῳ, ἡ πινυτὴ μανίη ἂν ἐγεγόνει, καὶ σέο τέχνην ἂν κατεμέμψαντο, ὡς παραιτίην παρακοπῆς γεγενημένην· ἐλλέβορος γὰρ ὑγιαίνουσι. μὲν δοθεὶς ἐπισκοτεῖ διάνοιαν, μεμηνόσι δὲ κάρτα ὠφελέειν εἴωθεν.
因为,如果你听信谣言,以为我疯了而让我喝下黑藜芦,那么我的聪明就会变成疯狂,人们就会指责你的医术是导致我精神错乱的帮凶;因为黑藜芦如果给健康的人服用,会使理智昏蔽,但对疯子却大有裨益。
Γνῶθι γὰρ εἰ μὴ κατειλήφεις με γράφοντα, ἀνακείμενον δὲ ἢ σχέδην περιπατεῦντα καὶ προσομιλεῦντα ἐμαυτῷ, ὁτὲ μὲν δυσχεραίνοντα, ὁτὲ δὲ μειδιῶντα ἐπὶ τοῖσιν ἐννοουμένοισιν ὑπ’ ἐμοῖο, καὶ τοῖσι μὲν προσομιλέουσι τῶν γνωρίμων οὐ προσέχοντα, ἐφιστάντα δὲ τὴν διάνοιαν καὶ σκεπτόμενον ἐκπάγλως, ᾠήθης ἂν Δημόκριτον, κατά γε ὄψιος κρίσιν ἐκ τῶν ὁρεομένων; μανίης εἰκόνι ἐοικέναι.
请你想想看,如果你没有发现我正在写字,而是看到我躺着,或者静静地散步并自言自语,时而面带愠色,时而对自己脑中想到的事情微笑,而且对于前来搭话的熟人不予理会,反而集中思维,极力沉思,那么你难道不会按照单凭视觉所见而做出的判断,认为德谟克利特就像一个发疯的化身吗?
Χρὴ οὖν τὸν ἰητρὸν μὴ μοῦνον ὄψει τὰ πάθεα κρίνειν, ἀλλὰ καὶ πρήγματι τούς τε ῥυθμοὺς ἀνακρίνειν ὡς ἐπιτοπλεῖστον, καὶ πότερον ἄρχοιτο τὸ πάθος ἤ μεσάζοι ἢ λήγοι, καὶ διαφορὴν καὶ ὥρην καὶ ἡλικίην παρατηροῦντα ἰητρεύειν τὸ πάθος οὐλομελίην τε τοῦ σκήνεος· ἐκ γὰρ τουτέων ἁπάντων εὐχερῶς τὴν νοῦσον εὑρήσεις.
因此,医生不仅要凭视觉来判断病症,还必须通过事实尽可能多地查明脉络,诊断疾病是处于初期、中期还是末期,并观察个体差异、季节和年龄,以此来治疗病症以及身体的完整健全;因为从所有这些中,你将很容易发现病因。
Ἀπέσταλκα δέ σοι τὸν περὶ μανίης λόγον.
我已经把关于发疯的论述寄给你了。
Ἔῤῥωσο.
祝你健康。
§1919. Ὁ περὶ μανίης λόγος.
19. 关于发疯的论述。
Μαινόμεθα, ὡς ἔφην ἐν τῷ περὶ ἱερῆς νούσου, ὑπὸ ὑγρότητος τοῦ ἐγκεφάλου, ἐν ᾧ ἐστὶ τὰ τῆς ψυχῆς ἔργα.
正如我在《论神圣病》中说过的那样,我们发疯是因为脑部的湿气,因为灵魂的作用就存在于脑部。
Ὅταν ὑγρότερος τῆς φύσιος ᾖ, ἀνάγκη κινεῖσθαι, κινουμένου δὲ μήτε τὴν ὄψιν ἀτρεμίζειν μήτε τὴν ἀκοὴν. ἀλλὰ ἄλλοτε ἀλλοῖα ὁρᾷν τε καὶ ἀκούειν, τήν τε γλῶσσαν τοιαῦτα διαλέγεσθαι, οἷα ἂν βλέπῃ τε καὶ ἀκούῃ ἑκάστοτε· ὅσον δὲ ἂν ἀτρεμίσῃ ὁ ἐγκέφαλος, τοσοῦτον καὶ φρονεῖ χρόνον ὁ ἄνθρωπος.
当脑部比正常状态更湿润时,它就不可避免地产生波动,而当它波动时,视觉和听觉都无法保持平静,以至于在不同时候看到和听到不同的事物,舌头也会在每次交谈中说出它所看到和听到的事情;大脑保持平静的时间有多长,人思考的时间就有多长。
Γίνεται δὲ ἡ διαφθορὰ τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ χολῆς, γνώσῃ δὲ έκάτερα ὧδε· οἱ μὲν γὰρ ὑπὸ φλέγματος μαινόμενοι ἥσυχοί τέ εἰσι καὶ οὐ βοηταὶ οὐδὲ θορυβώδεες· οἱ δὲ ὑπὸ χολῆς, πλῆκται καὶ κακοῦργοι καὶ οὐκ ἠρεμαῖοι.
大脑的受损是由粘液和胆汁引起的,你可以通过以下方式了解这两者:因粘液而发疯的人安静,不叫喊也不喧闹;而因胆汁而发疯的人则有攻击性、为非作歹且无法安静。
Ἢν μὲν ξυνεχῶς μαίνωνται, αὗται αἱ προφάσιες εἰσίν· ἢν δὲ δείματα καὶ φόβοι, ὑπὸ μεταστάσιος γίνεται τοῦ ἐγκεφάλου θερμαινομένου ὑπὸ χολῆς ὁρμώσης ἐπ’ αὐτὸν κατὰ τὰς φλέβας τὰς αἱματίτιδας· ὅταν δὲ ἀπέλθῃ ἡ χολὴ πάλιν ἐς τὰς φλέβας καὶ τὸ σῶμα, πέπαυται.
如果他们持续发疯,这就是原因;但如果是惊恐和害怕,则是由于胆汁通过血管涌向大脑,使其发热并发生移位所致;当胆汁退回到血管和身体中时,症状就会停止。
Ἀνιῆται δὲ καὶ ἀσῆται καὶ ἐπιλήθεται, παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ ξυνισταμένου παρὰ τὸ ἔθος.
当大脑在不适当的时候被粘液冷却并发生异常凝结时,人就会感到痛苦、烦闷并忘事。
Ὅταν δὲ ἐξαπίνης ὁ ἐγκέφαλος διαθερμαίνηται ὑπὸ χολῆς κατὰ τὰς φλέβας τὰς εἰρημένας, ἐπιζέσαντος τοῦ αἵματος, ἐνύπνια ὁρεῦσι φοβερὰ, καὶ ὡς ἐγρηγορότος τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθραίνονται, καὶ ἡ γνώμη ἐπινοεῖ τι κακόν ἐργάζεσθαι·
而当大脑突然因胆汁通过上述血管发热,血液沸腾时,他们会做可怕的梦,脸色像醒着时一样发红,眼睛变红,心思筹划着要作恶。
τοῦτο καὶ ἐν τῷ ὕπνῳ πάσχει· ὅταν δὲ τὸ αἷμα σκεδασθῇ πάλιν ἐς τὰς φλέβας, πέπαυται.
这种情况在睡眠中也会发生;而当血液重新散回血管时,症状就会停止。
Ἐν δὲ τῷ πέμπτῳ τῶν ἐπιδημιῶν ἱστόρησα ὡς ἐγίνετο ἀφωνίη, ἄγνοια, παραληρήσεις συχναὶ καὶ ὑποστροφαί· ἡ δὲ γλῶσσα σκληρὴ, καὶ εἰ μὴ διακλύσαιτο, λαλεῖν οὐχ οἷός τε ἦν, καὶ σφόδρα πικρὴ τὰ πολλά· φλεβοτομίη ἔλυσεν, ὑδροποσίη, μελίκρητον, ἐλλεβόρων πόσιες· οὗτος ὀλίγον ἐπιζήσας χρόνον ἐτελεύτησεν.
在《流行病学》第五卷中,我记录了一个病例,患者出现了失语、无意识、频繁的譫妄和反复发作;其舌头僵硬,如果不进行清洗就无法说话,且绝大多数时候极度发苦;泻血、饮水、蜜水以及服用黑藜芦缓解了症状;此人在存活了很短一段时间后便去世了。
Ἄλλος ἦν δν, ὅτε εἰς ποτὸν ὁρμῴη, φόβος τῆς αὐλητρίδος ἐλάμβανεν, εἰ ἀκούσειεν αὐλούσης, ἡμέρης δὲ ἀκούων οὐδὲν ἔπασχεν.
还有另一个人,每当他要去饮酒时,如果听到女笛手吹笛子,就会对她产生恐惧,但在白天听到时则没有任何异常。

词汇与语法注释

  1. §18Δημόκριτος Ἱπποκράτει εὖ πράττειν — 书信开头使用的公式化问候语,其中独立不定式 εὖ πράττειν(“安好、顺遂”)单独起作用,省略了表示说或祝愿的动词(如 λέγει 或 κελεύει)。
  2. §18Γνοὺς δὲ τὴν ἐπὶ τούτοις φύσιν — 分词 Γνοὺς 支配了两个由 ὡς 引导的间接疑问从句:ὡς... εἴη...(以前文的宇宙现象 ταῦτα 为主语)和 ὡς... καθεστήκοι...(以德谟克利特自身的探究为主语)。希求法动词 εἴη 和 καθεστήκοι 是由于主句动词为过去时(ἐπῄνεσας, ἔκρινας)而采用的斜格希求法。
  3. §18ᾠήθης ἂν Δημόκριτον... μανίης εἰκόνι ἐοικέναι — 与前文的条件从句 εἰ μὴ κατειλήφεις(直述过去完成时,“如果你没有发现”)相呼应的虚拟语气主句(结语)。过去直述式 ᾠήθης 搭配 ἂν,表示与过去事实相反的假设(“你本会认为”),并支配了不定式短语 Δημόκριτον... ἐοικέναι(德谟克利特像发疯的画像)。
  4. §19ὅσον δὲ ἂν ἀτρεμίσῃ ὁ ἐγκέφαλος, τοσοῦτον καὶ φρονεῖ χρόνον — 这是一个由 ὅσον 和 τοσοῦτον 构成的关联句,表示时间上的限制(“只要……,在这期间就……”)。先行从句 ὅσον 搭配 ἂν 加上虚拟式,规定了一般的条件和时间(“每当大脑保持静止时”),并与主句的现在时动词 φρονεῖ(“思考”)相呼应。

引用这一段

希波克拉底, 书信、法令与演说集 §18-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:18-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。