← ヒポクラテス

書簡、決議、演説

§17#5

デモクリトスの人間批判とヒッポクラテスの感服

デモクリトスは、人間の生が本質的に病んでおり放縦に満ちていることを語り、それゆえに彼らが医術や知恵を拒むのだと喝破する。ヒッポクラテスは彼の洞察に満ちた知恵に深く感銘を受け、彼が正気であることを確信して別れを告げ、旅立つ。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§17#5

ἐχρῆν δὲ ἐξ ἀνθρώπων τὴν αἰτίην ἐρευνῆσαι. Οὐχ ὁρῇς ὅτι καὶ ὁ κόσμος μισανθρωπίης πεπλήρωται; ἄπειρα κατ’ αὐτέων πάθεα ξυνήθροικεν· ὅλος ὁ ἄνθρωπος ἐκ γενετῆς νοῦσος ἐστὶ, τρεφόμενος, ἄχρηστος, ἱκέτης βοηθείης· αὐξανόμενος, ἀτάσθαλος, ἄφρων, διὰ χειρὸς παιδαγωγίης· ἀκμάζων, θρασύς· παρακμάζων, οἰκτρὸς, τοὺς ἰδίους πόνους ἀλογιστίη γεωργήσας· ἐκ μητρῴων γὰρ λύθρων ἐξέθορε τοιοῦτος. Διὰ τοῦτο οἱ μὲν θυμικοὶ καὶ ὀργῆς ἀμέτρου γέμοντες, ἐν ξυμφορῇσι καὶ μάχῃσι, οἱ δ’ ἐν φθορῇσι καὶ μοιχείῃσι διὰ παντὸς, οἱ δ’ ἐν μέθῃσιν, οἱ δ’ ἐν ἐπιθυμίῃσι τῶν ἀλλοτρίων, οἱ δ’ ἐν ἀπωλείῃσι τῶν σφετέρων. Ὄφελον δύναμις ὑπῆρχε τὰς ἁπάντων οἰκήσιας ἀνακαλύψαντα μηδὲν ἀφεῖναι τῶν ἐντὸς παρακάλυμμα, εἶθ’ οὕτως ὁρῇν τὰ πρησσόμενα ἔνδον· ἴδωμεν ἂν1 οὓς μὲν ἐσθίοντας, οὓς δὲ ἐμέοντας, ἑτέρους δ’ αἰκίῃσι στρεβλέοντας, τοὺς δὲ φάρμακα κυκῶντας, τοὺς δὲ ξυννοέοντας ἐπιβουλίην, τοὺς δὲ ψηφίζοντας, ἄλλους χαίροντας, τοὺς δὲ κλαίοντας, τοὺς δὲ ἐπὶ κατηγορίην φίλων ξυγγράφοντας, τοὺς δὲ διὰ φιλοδοξίην ἔκφρονας. Καὶ τά γε ἔτι βαθύτερα, αἱ πρήξιες τῶν κατὰ ψυχὴν κευθομένων, καὶ τουτέων ὁκόσοι μὲν νέοι, ὁκόσοι δὲ πρεσβῦται, αἰτεῦντες, ἀρνεόμενοι, πενόμενοι, περιουσιάζοντες, λιμῷ θλιβόμενοι, οἱ δὲ ἀσωτίῃ βεβαρυμένοι, ῥυπῶντες, δέσμιοι, οἱ δὲ τρυφῇσι γαυριῶντες, τρέφοντες, ἄλλοι σφάζοντες, ἄλλοι θάπτοντες, ὑπερορέοντες ἃ ἔχουσι, πρὸς τὰς ἐλπιζομένας κτήσιας ὡρμημένοι, μένοι,2 οἱ μὲν ἀναίσχυντοι, οἱ δὲ φειδωλοὶ, οἱ δὲ ἄπληστοι, οἷ μὲν φονεῦντες, οἱ δὲ τυπτόμενοι, οἱ δὲ ὑπερηφανεῦντες, οἱ δὲ ἐπτοημένοι κενοδοξίῃ· καὶ οἱ μὲν ἵπποισι παρεστεῶτες, οἱ δὲ ἀνδράσιν, οἱ δὲ κυσὶν, οἱ δὲ λίθοισιν ἢ ξύλοισιν, οἱ δὲ χαλκῷ, οἱ δὲ γραφῇσι· καὶ οἱ μὲν ἐν πρεσβείαις, οἱ δὲ ἐν στρατηγίῃσιν, οἱ δὲ ἐν ἱερωσύνῃσιν, οἱ δὲ στεφανηφορέοντες, οἱ δὲ ἔνοπλοι, οἱ δ’ ἀποκτεινόμενοι. Φέρονται δὲ τουτέων ἕκαστοι, οἱ μὲν ἐπὶ ναυμαχίην, οἱ δὲ ἐπὶ στρατείην, οἱ δὲ ἐπ’ ἀγροικίην, ἕτεροι δὲ ἐπὶ φορτίδας ναῦς, οἱ δὲ ἐς ἀγορὴν, ἕτεροι δ’ ἐπ’ ἐκκλησίην, οἱ δὲ ἐπὶ θέητρον, οἱ δὲ ἐς φυγὴν, ἄλλοι δὲ ἀλλαχόσε· καὶ οἱ μὲν ἐς φιληδονίην καὶ ἡδυπαθείην καὶ ἀκρασίην, οἱ δὲ ἐς ἀργίην καὶ ῥᾳθυμίην. Τὰς ἀναξίους οὖν καὶ δυστήνους ψυχὰς ὁρεῦντες καὶ τοσαύτας, πῶς μὴ χλευάσωμεν τὸν τοιήνδε ἀκρασίην ἔχοντα βίον αὐτέων; κάρτα γὰρ ἔλπομαι μηδὲ τὴν σὴν ἰητρικὴν ἁνδάνειν αὐτέοισιν· δυσαρεστέονται γὰρ ὑπ’ ἀκρασίης ἅπασι, καὶ μανίην τὴν σοφίην νομίζουσιν. Ἤπου γὰρ ὑπονοέω σαφέως λωβᾶσθαί σου τὰ πολλὰ τῆς ἐπιστήμης ἢ διὰ φθόνον ἢ δι’ ἀχαριστίην· οἵ τε γὰρ νοσέοντες ἅμα τῷ σώζεσθαι τὴν αἰτίην θεοῖσιν ἢ τύχη, προσνέμουσι· πολλοὶ δὲ τῇ φύσει προσάψαντες, ἐχθαίρουσι τὸν εὐεργετήσαντα, μικροῦ δεῖν3 προσαγανακτεῦντες, εἰ νομίζονται χρεωφειλέται· οἵ τε πολλοὶ τὸ τῆς ἀτεχνίης ἐφ’ ἑωυτέοισιν ἔχοντες, ἀΐδριες ἐόντες, καθαιροῦσι τὸ κρέσσον· ἐν ἀναισθήτοισι γάρ εἰσιν αἱ ψῆφοι· οὔτε δ’ οἱ πάσχοντες συνομολογέειν ἐθέλουσιν, οὔτε οἱ ὁμοτεχνεῦγτες μαρτυρέειν· φθόνος γὰρ ἐνίσταται. Οὐκ ἀπείρῳ σοὶ τῶν τοιαυτέων λεσχέων ταῦτα σαφέω, εἰδὼς ἐν ἀναξιοπαθείῃσι σὲ πολλάκις γενηθέντα καὶ οὐ δι’ οὐσίῃν ἢ βασκανίην φιλοτωθάσσοντα· ἀτρεκίης γὰρ οὐδεμία οὔτε γνῶσις οὔτε μαρτυρίη. Ἐπεμειδία δὲ λέγων ταῦτα καί μοι Δαμάγητε,4 θεοειδής τις. κατεφαίνετο, καὶ τὴν προτέρην αὐτέου μορφὴν ἐξελελήσμην· καὶ φημὶ ὦ Δημόκριτε μεγαλόδοξε, μεγάλας γε τῶν σῶν ξενίων δωρεὰς εἰς Κῶ ἀποίσομαι· πολλοῦ γάρ με τῆς σῆς σοφίης θαυμασμοῦ πεπλήρωκας· ἀπονοστέω δέ σου κῆρυξ ἀληθείην ἀνθρωπίνης φύσιος ἐξιχνεύσαντος καὶ νοήσαντος. Θεραπείην δὲ λαβὼν παρὰ σεῦ τῆς ἐμῆς διανοίης, ἀπαλλάσσομαι, τῆς ὥρης τοῦτο ἀπαιτεούσης καὶ τῆς τοῦ σώματος τημελείης· αὔριον δὲ καὶ κατὰ τὸ ἑξῆς ἐν ταὐτῷ γενησόμεθα. Ἀνιστάμην ταῦτα εἰπὼν, καὶ ὃς ἦν ἕτοιμος ἐπακολουθεῖν, προσελθόντι δέ τινι, οὐκ οἶδ’ ὁκόθεν, ἀπεδίδου τὰ βιβλία. Κᾀγὼ ξυντονώτερον ἤπειξα, καὶ πρὸς τοὺς ὄντως Ἀβδηρίτας ἐπὶ τῇ σκοπιῇ ἀναμένοντάς με, ἄνδρες, ἔφην, τῆς πρὸς ἐμὲ πρεσβείης χάρις ὑμῖν πολλή· Δημόκριτον γὰρ εἶδον, ἄνδρα σοφώτατον, σωφρονίζειν ἀνθρώπους μοῦνον δυνατώτατον. Ταῦτ’ ἔχω σοι περὶ Δημοκρίτεω, Δαμάγητε, φράζειν γηθοσύνως πάνυ. Ἔῤῥωσο.

「しかし、人間からその原因を究明すべきであった。君には、世界さえも人間嫌いに満ちており、彼らに対して無限の苦難を集めているのが見えないのか。人間全体が生まれながらにして病気であり、育てられている間は役に立たず、助けを求める嘆願者であり、成長するにつれては不遜で愚かになり、教育の手を必要とし、全盛期には横柄であり、衰退期には哀れで、自らの労苦を無分別によって耕すのである。なぜなら、母親の血の汚れから、そのような者として生まれ出たのだから。それゆえ、ある者は激情的で過度の怒りに満ちて、災厄と争いの中にあり、別の者は常に堕落と姦通の中にあり、別の者は泥酔の中に、別の者は他人のものの欲望の中に、別の者は自分のものの喪失の中にある。願わくば、すべての人々の家を暴き、内部を覆うものを何一つ残さず、その上で内部で行われていることを見る力があったなら。そうすれば、私たちは、ある者が食べており、ある者が吐いており、別の者が虐待によって身悶えしており、ある者が薬をかき混ぜており、ある者が陰謀を企てており、ある者が有罪の投票をしており、他の者が喜んでおり、ある者が泣いており、ある者が友人の告発状を書いており、ある者が名誉欲のために理性を失っているのを見るだろうに。そして、さらに深いところにあるもの、すなわち魂の中に隠されている事柄の働き、またこれらの中で、若者であれ老人であれ、求めている者、拒んでいる者、貧しい者、富んでいる者、飢えに苦しんでいる者、また放蕩に溺れている者、汚れている者、囚人、贅沢を誇っている者、養っている者、他方で屠殺している者、他方で埋葬している者、自分が持っているものを軽蔑し、期待される財産の獲得へと突進している者たち、ある者は厚かましく、ある者は物惜みし、ある者は貪欲であり、ある者は殺害しており、ある者は殴打されており、ある者は傲慢であり、ある者は虚栄心に浮かされている。そして、ある者は馬に熱中し、ある者は人々に、ある者は犬に、ある者は石や木に、ある者は青銅に、ある者は絵画に熱中している。また、ある者は使節の中に、ある者は将軍職の中に、ある者は神職の中に、ある者は冠を戴き、ある者は武装し、ある者は殺されている。そして、彼らの一人ひとりが突進しており、ある者は海戦へ、ある者は遠征へ、ある者は農作業へ、別の者は貨物船へと向かい、ある者は市場へ、別の者は民会へと、ある者は劇場へ、ある者は亡命へと、他の者は他の場所へと向かっている。そして、ある者は快楽愛と享楽と放縦へと、別の者は怠惰と無為へと向かっている。したがって、このように多くの、価値がなく惨めな魂を見るとき、彼らのこのような放縦に満ちた生活を、私たちがどうして嘲笑わずにいられようか。私は、君の医術さえも彼らの気に入らないのではないかと強く懸念している。というのも、彼らは放縦のゆえにすべてのことに不満を抱き、知恵を狂気であるとみなしているのだから。私は、嫉妬かあるいは恩知らずさのゆえに、彼らが君の知識の大部分をあからさまに侮辱しているのではないかと強く疑っている。なぜなら、病気の人々は救われると同時に、その原因を神々や運命に帰し、多くの者はそれを自然のせいにして、恩人を憎み、自分が債務者とみなされるならば、ほとんど怒りださんばかりだからである。また、技術のなさを自らのうちに持っている多くの無知な者たちは、より優れたものを引き下ろす。というのも、投票は愚かな者たちの手にあるのだから。そして、治療を受ける者たちも同意しようとせず、同業者たちも証言しようとしない。なぜなら、嫉妬が立ちはだかるからである。このような世間の噂話に不慣れではない君に対して、私はこれらのことを明らかにしている。君自身がしばしば不当な目に遭ってきたこと、そして財産のためでも、他者へのねたみのためにからかっているのではないことを知っているからだ。なぜなら、真実に対する認識も証言も、何一つ存在しないのだから。」ダマゲトスよ、彼はこれらのことを語りながら微笑んだ。そして彼は私に、何か神のような者のように見え、私は彼の以前の姿を忘れてしまっていた。そして私は言った。「おお、大いなる名声をもつデモクリトスよ、私はあなたの歓待への大いなる贈り物をコスへと持ち帰ることにしましょう。あなたは私を、あなたの知恵への大いなる賞賛で満たしてくださいましたから。私は、人間の本性の真実を探求し理解したあなたを告げ知らせる使者として、帰郷することにします。あなたから私の心の治療を受けて、私は立ち去ります。時間がそれを要求しており、また体の手入れも必要ですから。明日、そしてその後も、私たちは同じ場所に集まりましょう。」私はそう言って立ち上がった。すると、彼も付いてくる用意があったが、どこからともなく現れた誰かに、書物を手渡した。そして私は足早に急ぎ、見張り台で私を待っていたアブデラの人々に向かって言った。「諸君、私への使節の派遣に対して、深く感謝する。私はきわめて賢明な人、人間を正気に戻すことのできる唯一の最も強力な人であるデモクリトスに会ったのだから。」ダマゲトスよ、これがデモクリトスについて、私が大いなる喜びをもって君に伝えることのできるすべてである。健やかであれ。

構文注4 件
  1. 17ἴδωμεν ἂν

    可能性(潜在)を表す ἂν + 希求法(ἴδοιμεν ἂν)が期待される箇所であるが、写本では接続法 ἴδωμεν が用いられている。これは後期ギリシア語において希求法と接続法の機能的混同が進んだ結果、あるいは写本の誤記によるものと考えられる。

  2. 17ὡρμημένοι, ¦p.376¦ μένοι

    写本の転記ミス(重記、dittography)が生じている箇所。元の ὡρμημένοι の語尾(-μένοι)が、マイルストーンを挟んで重複して記録されている。翻訳ではこれを1つの分詞として解釈しつつ、マイルストーン ¦p.376¦ をその間に保持している。

  3. 17μικροῦ δεῖν

    非人称動詞 δεῖ の不定詞を用いた慣用的な絶対不定詞(infinitive absolute)で、「ほとんど」「〜と言ってもいいほど」を意味する。

  4. 17Δαμάγητε

    呼格の固有名詞。本対話篇は、ヒッポクラテスが友人ダマゲトス(Damagetus)に宛ててデモクリトスとの出会いを報告する書簡形式を取っており、この呼格は枠組みとなる書簡体構造を読者に想起させるものである。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:17#5