§1## ΠΕΡΙ ΣΑΡΚΩΝ.
1. Ἐγὼ τὰ μέχρι τοῦ λόγου τούτου κοινῇσι γνώμῃσι χρέομαι ἑτέρων τε τῶν ἔμπροσθεν, ἀτὰρ καὶ ἐμεωυτοῦ· ἀναγκαίως γὰρ ἔχει κοινὴν ἀρχὴν ὑποθέσθαι τῇσι γνώμῃσι βουλόμενον ξυνθεῖναι τὸν λόγον τόνδε περὶ τῆς τέχνης τῆς ἰητρικῆς.
## 论肉体 1. 直到本篇论述为止,我一直共同使用前人以及我自己的意见;因为对于想要编纂这篇关于医学艺术之论述的人来说,必须为这些意见设定一个共同的起点。
Περὶ δὲ τῶν μετεώρων οὐδὲ δέομαι λέγειν, ἢν μὴ τοσοῦτον ἐς ἄνθρωπον ἀποδείξω καὶ τὰ ἄλλα ζῶα, ὁκόσα ἔφυ καὶ ἐγένετο, καὶ ὅ τι ψυχή ἐστιν, καὶ ὅ τι τὸ ὑγιαίνειν, καὶ ὅ τι τὸ κάμνειν, καὶ ὅ τι τὸ ἐν ἀνθρώπῳ κακὸν καὶ ἀγαθὸν, καὶ ὅθεν ἀποθνήσκει.
关于天上的事物,我无需谈及,除非是为了向人类及其他生而存在的动物表明,它们是如何生长和产生的,以及灵魂是什么,健康是什么,疾病是什么,人身上的恶与善是什么,以及人因何而死。
Νῦν δὲ ἀποφαίνομαι αὐτὸς ἐμεωυτοῦ γνώμας.
现在,我表明我自己的意见。
§22. Δοκέει δέ μοι ὃ καλέομεν θερμὸν, ἀθάνατόν τε εἶναι καὶ νοέειν πάντα καὶ ὁρῇν καὶ ἀκούειν καὶ εἰδέναι πάντα ἐόντα τε καὶ ἐσόμενα·
2. 在我看来,我们所说的“热”,是长生不死的,并且能理解一切,能看、能听,并知晓一切现在和将来的事物。
τοῦτο οὖν τὸ πλεῖστον, ὅτε ἐταράχθη πάντα, ἐξεχώρησεν εἰς τὴν ἀνωτάτω περιφορήν· καὶ ὀνομῆναί μοι αὐτὸ δοκέουσιν οἱ παλαιοὶ αἰθέρα.
因此,当万物被搅动时,这热的大部分退到了最上层的圆周运动中;在我看来,古人似乎将其命名为“以太”。
Ἡ δευτέρα μοῖρα κάτωθεν, αὐτὴ καλέεται μὲν γῆ, ψυχρὸν καὶ ξηρὸν καὶ πουλὺ κινοῦν· καὶ ἐν τουτέῳ ἔνι δὴ πουλὺ τοῦ θερμοῦ.
来自下方的第二部分,其自身被称为“大地”,寒冷而干燥,且运动剧烈;在这之中确实含有许多热。
Ἡ δὲ τρίτη μοῖρα ἡ τοῦ ἠέρος μέσον χωρίον εἴληφε θερμόν τι ἂν καὶ ὑγρόν.
第三部分,即“空气”的部分,占领了中间的区域,带有某种温热与潮湿。
Ἡ δὲ τετάρτη ἡ τοῦ ἐγγυτάτω πρὸς τῇ γῇ ὑγρότατόν τε καὶ παχύτατον.
而最接近大地的第四部分,则是最潮湿、最浓厚的。
§33. Κυκλεομένων δὲ τουτέων, ὅτε συνεταράχθη, ἀπελείφθη τοῦ θερμοῦ πουλὺ ἐν τῇ γῇ ἄλλοθι καὶ ἄλλοθι, τὰ μὲν μεγάλα, τὰ δὲ ἐλάσσω, τὰ δὲ καὶ πάνυ σμικρὰ, πλῆθος πολλά.
3. 当这些旋转、被搅动时,大量的热在不同的地方被留在了大地中,有的很大,有的较小,有的甚至非常微小,数量繁多。
Καὶ τῷ χρόνῳ ὑπὸ τοῦ θερμοῦ ξηραινομένης τῆς γῆς, ταῦτα καταληφθέντα περὶ αὐτὰ σηπεδόνας ποιέει οἷόν περ χιτῶνας.
随着时间的推移,大地被热烤干,这些被封闭的热在其周围产生了像外衣一样的腐败物。
Καὶ πολλῷ χρόνῳ θερμαινόμενον, ὁκόσον μὲν ἐτύγχανεν ἐκ τῆς γαίης σηπεδόνες λιπαρόν τε ἐὸν καὶ ὀλίγιστον τοῦ ὑγροῦ ἔχον, τάχιστα ἐξεκαύθη καὶ ἐγένετο ὀστέα.
经过长时间的加热,在大地的腐败物中,凡是碰巧富含脂肪且水分极少的部分,最快被烧透并变成了骨头。
Ὁκόσα δὲ ἐτύγχανε κολλωδέστερα ἐόντα καὶ τοῦ ψυχροῦ μετέχοντα, ταῦτα δὲ θερμαινόμενα οὐκ ἠδύνατο ἐκκαυθῆναι, οὐδὲ μὴν τοῦ ὑγροῦ γενέσθαι· διὰ τοῦτο εἰδέην ἀλλοιοτέρην ἔλαβε τῶν ἄλλων καὶ ἐγένετο νεῦρα στερεά· οὐδὲ γὰρ ἐνῆν πολὺ τοῦ ψυχροῦ αὐτῷ.
而那些碰巧更具粘性且含有寒冷成分的部分,即使被加热也无法烧透,也无法变成流体;因此,它们呈现出与其他部分不同的外观,变成了坚固的腱;因为它们之中并没有太多寒冷成分。
Αἱ δὲ φλέβες τοῦ ψυχροῦ εἶχον πουλύ· καὶ τούτου τοῦ ψυχροῦ τὸ μὲν πέριξ ὅσον κολλωδέστατον ἦν, ὑπὸ τοῦ θερμοῦ ἐξοπτηθὲν, μήνιγξ ἐγένετο, τὸ δὲ ψυχρὸν ἐὸν κρατηθὲν ὑπὸ τοῦ θερμοῦ διελύθη καὶ ἐγένετο ὑγρὸν διὰ τοῦτο.
而脉管则含有大量的寒冷成分;在这寒冷成分中,其周围最粘稠的部分被热烤干,变成了膜;而保持寒冷的部分被热征服而溶解,因此变成了流体。
Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἡ φάρυγξ καὶ ὁ στόμαχος καὶ ἡ γαστὴρ καὶ τὰ ἔντερα ἐς τὸν ἀρχὸν κοῖλα ἐγένοντο· τοῦ γὰρ ψυχροῦ αἰεὶ θερμαινομένου τὸ μὲν πέριξ ἐξωπτήθη ὅσον αὐτὸ κολλῶδες ἦν, καὶ ἐγένετο χιτὼν ὁ περὶ αὐτὸν μήνιγξ, τὸ δὲ ἐντὸς τοῦ ψυχροῦ, οὐ γὰρ ἔην ἐν αὐτῷ οὔτε λιπαρὸν οὔτε κολλῶδες πουλὺ, διετάκη καὶ ἐγένετο ὑγρόν.
根据同样的道理,咽、食道、胃以及直到肛门的肠道也都变成了空腔;因为在寒冷成分不断被加热的过程中,其周围凡是粘稠的部分都被烤干,变成了包围其上的膜,而寒冷成分的内部,由于其中既没有脂肪也没有太多的粘稠物,便融化并变成了流体。
Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἡ κύστις, πουλὺ ψυχρὸν ἀπολειφθὲν, τὸ πέριξ αὐτοῦ ὑπὸ τοῦ θερμοῦ θερμαινόμενον διελύθη καὶ ἐγένετο ὑγρόν· οὐ γὰρ ἔην ἐν αὐτῷ οὔτε τοῦ λιπαροῦ οὔτε τοῦ κολλώδεος· ὅσον δὲ περιῆν χιτὼν ἐγένετο.
根据同样的道理,膀胱也是因为留下了大量的寒冷成分,其周围被热加热而溶解并变成了流体;因为其中既无脂肪也无粘稠物;而残留的周围部分则变成了膜。
Ἀτὰρ καὶ περὶ τῶν ἄλλων ὅσα κοῖλα, τὸν αὐτὸν ἔχει τρόπον· ὅκου μὲν ἦν τοῦ κολλώδεος πλέον ἢ τοῦ λιπαροῦ, χιτὼν μήνιγξ ἐγένετο· ὅκου δὲ τοῦ λιπαροῦ πλέον ἢ τοῦ κολλώδεος, ὀστέα ἐγένετο.
此外,关于其他所有中空的器官,情况也是一样:凡是粘稠物多于脂肪的地方,就产生膜;凡是脂肪多于粘稠物的地方,就产生骨头。
Ωὐτὸς δὲ λόγος καὶ τῶν ὀστέων· ὅκου μὲν μὴ ἐνῆν τοῦ κολλώδεος, τοῦ δὲ λιπαροῦ καὶ τοῦ ψυχροῦ, ἐξεκαίετο θᾶσσον διὰ τὸ λιπαρὸν, καὶ ταῦτα τῶν ὀστέων καὶ σκληρότατα καὶ στριφνότατα· ὅκου δὲ λιπαρὸν καὶ κολλῶδες παραπλήσια, ταῦτα δὲ τῶν ὀστέων σηραγγώδεα.
骨头本身也是同样的道理:凡是不含粘稠物而含有脂肪和寒冷成分的地方,由于脂肪的缘故而被烧得更快,这些骨头也最硬、最致密;凡是脂肪和粘稠物相当的地方,这些骨头就呈海绵状。
Περὶ μὲν τουτέων οὕτως· τὸ μὲν ψυχρὸν πήγνυσιν· τὸ δὲ θερμὸν διαχέει, ἐν δὲ τῷ πολλῷ καὶ ξηραίνει χρόνῳ· ὅκου δὲ ἂν τοῦ λιπαροῦ ξυνίῃ τι, τουτέοισι θᾶσσον ἐκκαίει καὶ ξηραίνει· ὅκου δὲ ἂν τὸ κολλῶδες ξυνίῃ τῷ ψυχρῷ ἄνευ τοῦ λιπαροῦ, οὐκ ἐθέλει ἐκκαίεσθαι, ἀλλὰ τῷ χρόνῳ θερμαινόμενον πήγνυται.
关于这些事物的情况就是这样:寒冷使之凝固,炎热使之溶解,并在长时间内使之干燥;凡是有脂肪结合的地方,炎热就会更快地将其烧透并烘干;凡是粘稠物与寒冷结合而无脂肪的地方,则不愿被烧透,而是随着时间的推移被加热而凝固。