Humanitext Reader

希波克拉底 · 论肉 §7-12

内脏各器官与身体组织的形成机制

第 3 段,共 6 段 · 希腊语

内容简介

通过热、冷、粘稠、脂肪、液体等基本属性的相互作用,以及干燥和凝固等物理机制,阐明了肺、肝、脾、肾、肌肉、皮肤、关节、指甲和牙齿等各种器官及身体组织的具体形成过程。

§77. Ὁ δὲ πνεύμων πρὸς τῇ καρδίῃ ἐγένετο ὧδε· τοῦ ὑγροῦ ὁκόσον ἦν κολλωδέστατον, ἡ καρδίη θερμαίνουσα ταχὺ ἐξήρανεν ὅκως περ ἀφρὸν, καὶ ἐποίησε σηραγγῶδες, καὶ φλέβια πολλὰ ἐν αὐτέῳ.
7. 肺在心脏附近是以如下方式产生的:在液体中最粘稠的那部分,心脏通过加热,像泡沫一样迅速将其烤干,使其变得多孔(海绵状),并在其内部制造了许多细小的脉管。
Διὰ δὲ τοῦτο ἐποίησε τὰ φλέβια· ὁκόσον ἐν τῷ κολλώδει ἐνῆν ψυχρὸν, τοῦτο μὲν ὑπὸ τοῦ θερμοῦ διετάκη καὶ ἐγένετο ὑγρόν· τὸ δὲ ἀπὸ τοῦ κολλώδεος αὐτὸς ὁ χιτών.
由于以下原因,心脏制造了这些细小脉管:在粘稠物中所含有的寒冷成分,一部分被热融解并变成了液体,而由粘稠物产生的另一部分则成为了被膜本身。
§88. Τὸ δὲ ἧπαρ ὧδε ξυνέστὴ· ξὺν τῷ θερμῷ πουλὺ τοῦ ὑγροῦ ἀπολὴφθὲν ἄνευ τοῦ κολλώδεος καὶ τοῦ λιπαροῦ, ἐκράτησε τὸ ψυχρὸν τοῦ θερμοῦ, καὶ ἐπάγη.
8. 肝脏是这样构成的:伴随着热,大量不含粘稠物和脂肪的液体被截留下来,寒冷压倒了热,于是它凝固了。
Τεκμήριον δέ μοι τόδε· ὁκόταν σφάξῃ τις ἱερεῖον, τέως μὲν ἂν θερμὸν ᾖ, ὑγρόν ἐστι τὸ αἷμα· ἐπειδὰν δὲ ψυχθῇ, ἐπάγη· ἢν δέ τις αὐτὸ τινάσσῃ, οὐ πήγνυται· αἱ γὰρ ἶνές εἰσι ψυχραὶ καὶ κολλώδεες.
我的证据如下:当有人宰杀祭牲时,只要祭牲还是温热的,血液就是液态的;但当它冷却时,血液就凝固了;可如果有人去摇晃它,它就不凝固;因为纤维是寒冷且粘稠的。
§99. Ὁ δὲ σπλὴν συνέστη ὧδε· σὺν τῷ θερμῷ καὶ κολλώδει καὶ τοῦ θερμοῦ πλεῖστον, τοῦ δὲ ψυχροῦ ἐλάχιστον, τοσοῦτον μόνον ὁκόσον πῆξαι τὸ κολλῶδες αὐτὸ, ὅ εἰσιν αἱ ἶνες αἱ ἐνοῦσαι ἐν τῷ σπληνί· καὶ διὰ τὰς ἶνας ταύτας μαλακός ἐστιν ὁ σπλὴν καὶ ἰνώδης.
9. 脾脏是这样构成的:伴随着热和粘稠物,其中热最多,寒冷极少,其分量刚好能够凝固该粘稠物本身,这也就是脾脏中所含有的纤维;正是因为这些纤维,脾脏才是柔软且多纤维的。
Οἱ δὲ νεφροὶ ξυνέστησαν ὧδε· ὀλίγον τοῦ κολλώδεος, τοῦ θερμοῦ ὀλίγον, τοῦ ψυχροῦ πλεῖστον, καὶ ἐπάγη ὑπὸ τούτου, καὶ ἐγένετο σκληρότατον τὸ σπλάγχνον καὶ ἥκιστα ἐρυθρὸν, ὅτι οὐ πουλὺ τοῦ θερμοῦ ξυνέστη.
肾脏是这样构成的:有少量的粘稠物、少量的热以及极多的寒冷,并因后者而凝固,这使它成为了最坚硬、最不呈红色的内脏,因为它不是由很多的热构成的。
Ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τῶν σαρκῶν· τὸ μὲν ψυχρὸν ἔστησε καὶ ξυνέπηξε καὶ ἐποίησε σάρκα, τὸ δὲ κολλῶδες τρῶγλαι ἐγένοντο· ἐν δὲ τῇσι τρώγλῃσι ταύτῃσι τὸ ὑγρὸν, ὥσπερ καὶ ἐν τῇσι φλεψὶ τῇσι μεγάλῃσιν.
关于肌肉也是同样的道理:寒冷使之固定并凝固,形成了肌肉,而粘稠物则变成了空腔;在这些空腔中含有液体,就像在大脉管中一样。
Τὸ δὲ θερμὸν ἐν παντὶ τῷ σώματι, πλεῖστον δὲ τοῦ ὑγροῦ ἐν τῷ σώματι, καὶ τοῦ ψυχροῦ πουλὺ ἐν τῷ ὑγρῷ· τοσοῦτο δέ ἐστι τοῦ ψυχροῦ ὁκόσον δύναται πῆξαι τὸ ὑγρόν· ἀλλὰ νενίκηται, ὥστε διακέχυται ὑπὸ τοῦ θερμοῦ.
热存在于全身,而液体在体内的分量最多,液体中又含有大量的寒冷;寒冷的分量足以使液体凝固,但它被热所制约,因此被热融解。
Ἡ δὲ ἀπόδειξις τοῦ ὑγροῦ ὅτι θερμόν ἐστιν, εἴ τις ἐθέλοι τάμνειν τοῦ ἀνθρώπου τοῦ σώματος, ὅκου ἐθέλοι· ῥεύσει τε αἷμα θερμὸν, καὶ τέως μὲν ἂν θερμὸν ᾖ, ὑγρὸν ἔσται· ἐπειδὰν δὲ ψυχθῇ ὑπό τε τοῦ ἐνεόντος ψυχροῦ καὶ τοῦ ἐκτὸς, ἐγένετο δέρμα καὶ ὑμὴν, καὶ εἴ τις ἀφελὼν τοῦτο τὸ δέρμα ἐάσειεν ὀλίγου χρόνου, ὄψεται ἄλλο δέρμα γινόμενον·
关于液体是温热的证明,如果有人想要切开人体任何他想切开的地方,就可以得到:温热的血液将会流出,而且只要它是温热的,它就会是液态的;但当它被内部和外部的寒冷冷却时,它就变成了皮肤和膜。
εἰ δέ τις τοῦτο αἰεὶ ἀφαιρεῖ, ἄλλο δέρμα γίνοιτ’ ἂν πρὸς τοῦ ψυχροῦ.
如果有人剥去这层皮肤,放置片刻,他就会看到另一层皮肤正在形成;如果有人总是剥去它,在寒冷的作用下就会不断形成另一层皮肤。
Τούτου δὲ εἵνεκα πλείω ἔλεξα, τέως ἀποδείξω ὅτι τὸ ἔσχατον τοῦ σώματος πρὸς τοῦ ἠέρος ἀναγκαίως ἔχει δέρμα γενέσθαι ὑπὸ τοῦ ψυχροῦ καὶ τῶν πνευμάτων προσβαλλόντων.
我之所以对此多做说明,是为了证明身体最外侧面对空气的部分,在寒冷和吹拂的风的作用下,必然会变成皮肤。
§1010. Τὰ δὲ ἄρθρα ὧδε ἐγένετο· ὅτε τὰ ὀστέα ξυνίστατο, ὁκόσα μὲν αὐτέων λιπαρὰ ἦν, τάχιστα ἐξεκαύθη, ὥσπερ πρόσθεν λέλεκται ἐν τῷ προτέρῳ λόγῳ· ὁκόσον δ’ αὐτέων κολλῶδες ἦν, τοῦτο δὲ οὐκ ἠδύνατο ἐκκαυθῆναι, ἀλλὰ μεταξὺ ἀποληφθὲν τοῦ καιομένου καὶ ξηραινομένου ὑπὸ τοῦ θερμοῦ νεῦρα καὶ σίαλον ἐγένετο· τὸ δὲ σίαλον, ὁκόσον τοῦ κολλώδεος ὑγρότατον ἦν, τόδε θερμαινόμενον παχύτερον ἐγένετο ὑγρὸν ἐόν· καὶ ἀπὸ τούτου σίαλον ἐγένετο.
10. 关节是这样产生的:当骨头形成时,其中含有脂肪的部分最快被烧透,正如在先前的论述中所说的那样;而其中含有粘稠物的部分则无法被烧透,它在被热烧灼和干燥的过程中被截留在中间,变成了韧带和关节液;而这种关节液,作为粘稠物中最具流动性的部分,受热后虽然仍是液体,但变得更加浓稠;关节液便是由此产生的。
§1111. Οἱ δὲ ὄνυχες ἀπὸ τουτέου ἐγένοντο τοῦ κολλώδεος· ἀπὸ γὰρ τῶν ὀστέων καὶ τῶν ἄρθρων αἰεὶ τὸ ὑγρότατον αὐτέου ἀπιὸν κολλῶδες γίνεται, ἀπὸ τοῦ θερμοῦ ξηραινόμενον καὶ ἐξαυαινόμενον, θύραζε ὄνυχες.
11. 指甲是由这种粘稠物产生的:因为从骨头和关节中,其最呈液态的部分不断流出并变成粘稠物,在热的作用下被干燥并脱水,在外部便形成了指甲。
§1212. Οἱ δὲ ὀδόντες ὕστερον γίνονται διὰ τόδε· ἀπὸ τῶν ὀστέων τῶν ἐν τῇ κεφαλῇ καὶ τοῖν γνάθοιν ἡ αὔξησις γίνεται· τοῦ κολλώδεος καὶ τοῦ λιπαροῦ τὸ ἐνεὸν ὑπὸ τοῦ θερμοῦ ξηραινόμενον ἐκκαίεται, καὶ γίνονταί ὀδόντες σκληρότεροι τῶν ἄλλων ὀστέων, ὅτι οὐκ ἔνεστι τοῦ ψυχροῦ.
12. 牙齿是在较晚时产生的,原因如下:牙齿的生长源于头部和双颌的骨头;其中所含的粘稠物和脂肪在热的作用下被干燥并烧透,从而形成了比其他骨头更坚硬的牙齿,因为其中没有寒冷成分。
Καὶ οἱ μὲν πρῶτοι ὀδόντες φύονται ἀπὸ τῆς διαίτης τῆς ἐν τῇ μήτρῃ, καὶ, ἐπὴν γένηται, ἀπὸ τοῦ γάλακτος θηλάζοντι τῷ παιδίῳ·
第一批牙齿是在子宫中依靠营养生长出来的,出生后则是在婴儿吮吸时依靠母乳生长。
ἐπειδὰν δὲ οὗτοι ἐκπέσωσιν ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν, ἐκπίπτουσι δὲ ἐπειδὰν ἑπτὰ ἔτεα ἔῃ τῆς πρώτης τροφῆς, ἔστι δὲ καὶ οἷς πρότερον, ἢν ἀπὸ νοσερῆς τροφῆς φυῶσιν· τοῖσι δὲ πλείστοισιν, ἐπειδὰν ἑπτὰ ἔτεα γένηται· οἱ δὲ μεταφυέοντες συγκαταγηράσκουσιν, ἢν μὴ ὑπὸ νόσου διαφθαρῶσι.
当这些牙齿因食物和饮料而脱落时——它们在距离最初的营养过去七年时脱落(尽管如果是因为不健康的营养而生长的话,对某些人来说会更早,但对大多数人来说是满七年时)——随后重新长出的牙齿,除非因疾病而受损,否则将与人相伴到老。

词汇与语法注释

  1. §7τοῦ ὑγροῦ ὁκόσον ἦν κολλωδέστατον — τοῦ ὑγροῦ 是部分属格,修饰关系代词 ὁκόσον(意为“在液体中所有最粘稠的部分”)。
  2. §8ἀποληφθὲν — 主格中性单数无定过去时被动分词,与主句主语 τὸ ἧπαρ(肝脏)一致,用于描述其形成的物理过程。
  3. §9τοῦ ὑγροῦ ὅτι θερμόν ἐστιν — 先行(先取)构文(prolepsis)的例子。从句的主语 τὸ ὑγρόν 被提置于主句,作为主句名词 ἀπόδειξις 的属格修饰语(字面意为“关于液体的证明,即它是温热的”)。
  4. §12θηλάζοντι τῷ παιδίῳ — 分词 θηλάζοντι 与与格名词 τῷ παιδίῳ 一致,作为利益或关涉与格,表示婴儿在吮吸母乳时的具体情境。

引用这一段

希波克拉底, 论肉 §7-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg043.humanitext-grc1:7-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。