Humanitext Reader

希波克拉底 · 论腺体 §10-13

作为腺体的脑部及其流液通路与相关疾患

第 3 段,共 4 段 · 希腊语

内容简介

将脑定义为最大的腺体,并阐明了头部的七条流液通道,同时解释了流动受阻如何导致卒中等严重脑部疾病以及各感官的局部炎症。

§1010. Ἡ κεφαλὴ καὶ αὕτη τὰς ἀδένας ἔχει, τὸν ἐγκέφαλον ἴκελον ἀδένι·
10. 头部本身也具有腺体,即类似于腺体的脑。
ἐγκέφαλος γὰρ καὶ λευκὸς καὶ ψαφαρὸς, ὅκως περ καὶ ἀδένες, καὶ ταὐτὰ ἀγαθὰ τῇσιν ἀδέσι ποιεῖ τὴν κεφαλὴν ἐοῦσαν, διὰ τὰ εἰρημένα μοι, τιμωρέων ὁ ἐγκέφαλος ἀποστερέει τὴν ὑγρασίην, καὶ ἐπὶ τὰς ἐσχατιὰς ἔξω ἀποστέλλει τὸ πλέον ἀπὸ τῶν ῥοῶν.
因为脑和腺体一样既白且脆,并且由于我所说的原因,它对它所在的头部起到与腺体相同的益处;脑通过保护头部而吸去水分,并将流体的大部分向外送到末端。
Μείζων δ’ ὁ ἐγκέφαλος τῶν ἄλλων ἀδένων, καὶ αἱ τρίχες μείζους ἢ αἱ ἄλλαι τρίχες· μείζων τε γὰρ ὁ ἐγκέφαλος καὶ ἐν εὐρυχωρίῃ κέεται τῇ κεφαλῇ.
脑比其他腺体更大,头部的毛发也比其他毛发更大;因为脑更大,且位于头部这一宽敞的空间中。
§1111. Ποιέει δὲ νούσους καὶ ἥσσονας καὶ μείζονας ἢ αἱ ἄλλαι ἀδένες· ποιέει δὲ, ὁκόταν ἐς τὰ κάτω τοῦ σώματος τὴν σφετέρην πλεονεξίην ἀποστείλῃ.
11. 它引起的疾病也比其他腺体引起的或轻或重;当它将自身的过剩水分送到身体下部时,就会引起这些疾病。
Ῥόοι δὲ ἀπὸ κεφαλῆς ἕως ἀποκρίσιος, δι’ ὤτων κατὰ φύσιν, δι’ ὀφθαλμῶν, διὰ ῥινῶν· τρεῖς οὗτοι· καὶ ἄλλοι δι’ ὑπερώης ἐς φάρυγγα, ἐς στόμαχον· ἄλλοι διὰ φλεβῶν ἐπὶ νωτιαῖον, ἐς τὰ ἰσχία, οἱ πάντες ἑπτά.
从头部到排出的流体有:自然通过耳部的、通过眼部的、通过鼻腔的,这是三种;其他通过口盖进入咽喉、进入胃部的;还有其他通过静脉到达脊髓、进入臀部的,总共七种。
§1212. Οὗτοι τοῦ τε ἐγκεφάλου λύματά εἰσιν ἀπιόντες· καὶ εἰ μὴ ἀπίοιεν, νοῦσος αὐτέῳ.
12. 这些流体在排出时是脑的废物;如果不排出,对脑就是一种疾病。
Οὕτω δὲ καὶ τῷ ἄλλῳ σώματι, ἢν ἐς τὰ ἔνδον ἀπίωσι καὶ μὴ ἔξω, καὶ αὐτοῖς ὄχλος πουλὺς, κἀνδόθεν ἑλκοῖ, καὶ δριμὺ μὲν εἰ πρόοιτο ὁ ἐγκέφαλος ῥεῦμα, τὰς ἐπιῤῥοὰς ἐσθίει καὶ ἑλκοῖ· καὶ τὸ μὲν ἐπιὸν ἢν ᾖ πλῆθος κατιὸν ἅλις, οὐκ ἀνέχει ὁ ῥόος, ἔστ’ ἂν ἐσαρύηται τὴν πληθὺν τοῦ κατιόντος· καὶ τὸ μὲν ἐπιῤῥέον ἀποπέμπων ἔξω, ἕτερον δὲ ἐσδεχόμενος, ἐς τὸ ὅμοιον αἰεὶ καθιστάμενος· τά τε ὕγρὰ ἕλκει καὶ ποιέει νούσους.
对于身体的其他部分也是如此,如果流体向内而不向外排出,对它们来说也是极大的困扰,并从内部引起溃疡。 如果脑释放出刺激性的流体,它就会侵蚀并使流入的部位产生溃疡;如果流下的流体数量充足,在流下的过剩液体被扫除之前,这股流动就不会停止;脑将流入的液体排出,同时接纳另一种,始终保持相同的状态,从而吸引液体并引起疾病。
Ἄμφω δὲ ἐν ἀκηδίῃ καταγυιοῖ τὴν φύσιν· καὶ ἢν πάθῃ, δυ’ ἐστὸν κακία·
在痛苦中,这两种状态都会使自然(生命力)衰竭;如果受苦,就会有两种祸害。
τὰ μὲν γὰρ πάθη τῆς φύσεως, οἱ προειρημένοι ῥόοι δυσφορέουσι τὸ πλῆθος, καὶ ὀδάξονται τὸ ἄλογον καὶ οὐ ξύνηθες ὄν· ὁ δὲ ἐγκέφαλος πῆμα ἴσχει καὶ αὐτὸς οὐχ ὑγιαίνων·
因为关于自然的受苦,前述的流体因其量大而难以忍受,且因为这是反常和不寻常的,所以会引起刺激;而脑自身由于不健康也受到损害。
ἀλλ’ εἰ μὲν δάκνοιτο, τάραχον πουλὺν ἴσχει, καὶ ὁ νόος ἀφραίνει, καὶ ὁ ἐγκέφαλος σπᾶται καὶ ἕλκει τὸν ὅλον ἄνθρωπον, ἐνίοτε δ’ οὐ φωνέει καὶ πνίγεται, ἀποπληξίη τῷ πάθει τοὔνομα.
但是,如果它受到刺激,就会引起极大的混乱,心智就会失常,脑就会发生痉挛并牵引整个人,有时甚至失声并窒息,这种病症被称为卒中(apoplexy)。
Ἄλλοτε δὲ δριμὺ μὲν οὐ ποιέει αὐτὸ τὸ ῥεῦμα, πλῆθος δ’ ὂν τὸ ἐμπεσὸν, πονέει τοῦτο, καὶ ἡ γνώμη ταράττεται, καὶ περίεισιν ἀλλοῖα φρονῶν καὶ ἀλλοῖα ὁρέων· φέρων τὸ ἦθος τῆς νούσου σεσηρόσι μειδιήμασι καὶ ἀλλοκότοισι φαντάσμασιν.
在其他时候,流体本身并不变得刺激,但当流入的量很大时,就会引起痛苦,心智就会受到扰乱,他就会胡思乱想,满眼异象,带着苦笑和奇怪的幻觉,表现出这种疾病特有的病态。
§1313. Ἄλλος ῥόος ἐπ’ ὀφθαλμοὺς, ὀφθαλμίαι, καὶ οἰδέουσιν αἱ ὄψεις.
13. 另一种流动是流向眼部,引起眼炎,眼睛肿胀。
Εἰ δὲ ἐπὶ ῥῖνας ὁ κατάῤῥους, ὀδάξονται μυκτῆρας, καὶ ἄλλο οὐδὲν δεινόν· αἵ τε γὰρ ὁδοὶ τουτέων εὐρέες καὶ ἱκαναὶ τιμωρέειν σφίσιν· πρὸς δὲ καὶ ἀσύστροφον τὸ ἀπιὸν αὐτέησι.
如果流体流向鼻腔,则会刺激鼻孔,并没有其他可怕的后果;因为这些通道宽敞,足以自救,此外,通过它们排出的东西不会凝结。
Τὰ δὲ οὔατα σκολιὸς μὲν πόρος καὶ στεινός· ὁ δ’ ἐγκέφαλος πλησίον αὐτέου αὐτοῖσιν ἐμπιέζεται·
但至于耳部,通道曲折而狭窄,脑靠近耳部并压迫它们。
νοσέων δὲ τὴν νοῦσον ταύτην, τὰ πολλὰ ἀποκρίνει κατὰ τὸ οὖς ἀπὸ τῆς πυκινῆς ῥοῆς ἀνὰ χρόνον, ὤρισταί τε, καὶ ῥέει δυσῶδες πῦον.
当患有这种疾病时,脑在大多数情况下会在一段时间后,从浓厚的流体中通过耳部进行排出,出口得以画定(或孔窍形成),并流出恶臭的脓液。
Οὕτως ἐς τὰ ἔξω δῆλοι τῷ ὀφθαλμῷ ῥόοι καὶ οὐ πάμπαν θανατώδεες.
因此,向外的流动是肉眼可见的,而且并不完全致命。

词汇与语法注释

  1. §10ταὐτὰ ἀγαθὰ τῇσιν ἀδέσι ποιεῖ τὴν κεφαλὴν ἐοῦσαν — 阴性单数现在分词 `ἐοῦσαν`(来自 `εἰμί` 的爱奥尼亚方言形式)修饰前方的宾格名词 `τὴν κεφαλὴν`,意为“它所在的头部”,暗示了主语 `ὁ ἐγκέφαλος`(脑)存在于头部之中的空间关系。
  2. §12ἔστ’ ἂν ἐσαρύηται τὴν πληθὺν τοῦ κατιόντος — 连词 `ἔστ' 载`(直到……为止)后接虚拟语气动词 `ἐσαρύηται`(或异读 `ἐσαίρηται`,意为“扫除、排出”),引导一个表示未来时限的时间从句。`τὴν πληθὺν` 是该虚拟语气动词的直接宾语(宾格)。
  3. §13ὤρισται — 动词 `ὁρίζω`(或 `οὐρίζω`,意为“划定界限、定义”)的直说法语气完成时被动第三人称单数。在医学语境中,它特指病变或炎症过程“局限化并确立边界”,或“排出口得以形成(破裂)”。

引用这一段

希波克拉底, 论腺体 §10-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg042.humanitext-grc1:10-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。