Humanitext Reader

希波克拉底 · 论腺体 §1-4

腺体的性质及其吸收液体的功能

第 1 段,共 4 段 · 希腊语

内容简介

阐述了全身腺体的性质(海绵质且富含脂肪)以及腺体因吸收过剩液体而致病的机制,并讨论了腺体在关节和空洞处调节体内湿气的作用,以及腺体与毛发之间的功能联系。

§1## ΠΕΡΙ ΑΔΕΝΩΝ. 1. Περὶ δὲ ἀδένων οὐλομελίης ὧδε ἔχει.
## 论腺体 1. 关于全身的腺体,情况如下。
Φύσις μὲν αὐτέῃσι σπογγώδης, ἀραιαὶ μὲν καὶ πίονες, καὶ ἔστιν οὔτε σαρκία ἴκελα τῷ ἄλλῳ σώματι, οὔτε ἄλλο τι ὅμοιον τῷ σώματι, ἀλλὰ ψαφαρὰ καὶ φλέβας ἔχει συχνάς· εἰ δὲ διατάμοις, αἱμοῤῥαγίη λάβρος·
其本性为海绵质,松散且富含脂肪,既非类似于身体其他部分的小肉块,也不像身体中的任何其他东西,而是易碎且含有大量的血管;若将其切开,则会引起剧烈的出血。
τὸ εἶδος λευκαὶ καὶ οἷον φλέγμα, ἐπαφομένῳ δὲ οἷον εἴρια·
其外观呈白色,形似粘液,触之如羊毛。
κἢν ἐργάσῃ τοῖς δακτύλοις ἐπιπουλὺ βιησάμενος, ἡ ἀδὴν ὑγρὸν ἀφίησιν ἐλαιῶδες, καὶ αὐτὴ θρύπτεται πολλὰ καὶ ἐξαπόλλυται.
若用手指用力揉捏,腺体会排出油状液体,且其自身也会碎成许多碎片而消亡。
§22. Πονέουσι δὲ οὐ κάρτα, ἀλλὰ τῷ ἄλλῳ σώματι, ἐπὴν πονέωσι δὲ, ἢ δι’ ἰδίην νοῦσον· παῦρα δὲ καὶ τῷ σώματι ξυμπονέουσιν.
2. 腺体本身并不怎么感到疼痛,而是与身体的其他部分相关联;然而当它们感到疼痛时,要么是因为其自身特有的疾病,要么在极少数情况下,它们也会与身体一同受苦。
Αἱ νοῦσοι φύματα γίνονται, καὶ χοιράδες ἀναπηδῶσι, καὶ πῦρ ἔχει τὸ σῶμα·
它们的疾病会发展为肿块,并长出瘰疬,身体也会随之发热。
πάσχουσι δὲ ταῦτα, ἐπὴν ὑγρασίης πληρωθῶσι τῆς ἐπὶ τοῦ ἄλλου σώματος ἐπιῤῥεούσης εἰς αὐτάς·
它们之所以遭受这些,是因为它们充满了从身体其他部分流入其中的湿气。
ἐπιῤῥέει δὲ ἐκ τοῦ ἄλλου σώματος διὰ τῶν φλεβῶν, αἳ δι’ αὐτῶν τέτανται πολλαὶ καὶ κοῖλαι, ὥστε ἀκολουθεῖν τὸ ὑγρὸν ὅ τι ἂν ἕλκωσιν εὐπετέως ἐς αὐτάς·
这些湿气通过贯穿腺体的血管从身体其他部分流入,这些血管数量众多且中空,因此无论它们吸引什么湿气,都能轻易地流入其中。
κἢν πουλὺ ἔῃ καὶ νοσῶδες ἡ ῥοὴ, ξυντείνουσιν αἱ ἀδένες ἐπὶ σφᾶς τὸ ἄλλο σῶμα· οὕτω πυρετὸς ἐξάπτεται, καὶ ἀείρονται καὶ φλογῶσιν αἱ ἀδένες.
如果流入的液体量大且带有病态,腺体就会将身体的其他部分拉向自己;如此便会引发高热,腺体也会肿胀并发生炎症。
§33. Ἀδένες δὲ ὕπεισιν ἐν τῷ σώματι πλείους ἢ μείζους ἐν τοῖσι κοίλοισιν αὐτέου καὶ ἐν τοῖσιν ἄρθροισι, καὶ ὁκόσα ἐν τοῖσιν ἄλλοισιν ὑγρηδὸν, καὶ κατὰ τὰ αἱματώδεα χωρία·
3. 腺体存在于体内,在身体的空腔和关节中,以及其他部分中凡是有湿气的地方,还有多血的部位,它们数量更多或体积更大。
αἱ μὲν ὡς τὸ ἐπιῤῥέον ἄνωθεν ἐς τὰ κοῖλα ἐπιδεχόμεναι ἐπὶ σφέας ἕλκωσιν, αἱ δὲ ὥστε τὴν αὖθις γινομένην ὑπὸ τῶν πόνων ὑγρασίην ἐκδεχόμεναι, ἐξαρύωσι τὴν πληθὺν, ἥντινα μεθίησι τὰ ἄρθρα.
一些腺体为了接收从上方流入空腔的湿气,将其吸引到自己身上;另一些腺体则接收因活动而相继产生的湿气,汲取关节所释放的过剩水分。
Οὕτω πλάδος οὐκ ἔνι ἐν τῷ σώματι·
因此,体内不会存留多余的湿气。
εἰ γάρ τι καὶ γίνοιτο παραυτίκα, οὐκ ἂν ἐπιγίνοιτο πλάδος ὀπίσω· καταναισιμοῦται γὰρ καὶ τὸ πουλὺ καὶ τὸ ὀλίγον ἐς τὰς ἀὃένας.
因为即使暂时产生了一些湿气,之后也不会有余留的湿气;因为无论多寡,湿气都会被消耗到腺体之中。
§44. Καὶ οὕτω τὴν πλεονεξίην τοῦ ἄλλου σώματος αἱ ἀδένες κέρδος ποιεύμεναι, τροφὴ ξύντροφος αὐτέῃσίν ἐστιν·
4. 如此,腺体将身体其他部分的过剩水分据为己有,这便成了它们天然的营养。
ὥστε ὅκου τελματώδεα, ἐκεὶ καὶ ἀδένες·
因此,凡是潮湿多水的地方,便有腺体存在。
σημεῖον, ὅκου ἀδὴν, ἐκεῖ καὶ τρίχες·
其证据在于,凡是有腺体的地方,也必有毛发。
ἡ γὰρ φύσις ποιέει ἀδένας καὶ τρίχας, ἄμφω χρέος τωὐτὸ λαμβάνουσιν, αἱ μὲν ἐς τὸ ἐπιῤῥέον, ὡς καὶ ἔμπροσθεν εἴρηται· αἱ δὲ τρίχες τὴν ἀπὸ τῶν ἀδένων ἐπικαιρίην ἔχουσαι· φύονταί τε καὶ αὔξονται, ἀναλεγόμεναι τό τε περισσὸν καὶ ἐκβρασσόμενον ἐπὶ τὰς ἐσχατιάς.
因为自然创造了腺体和毛发,两者履行相同的职责:腺体用于应对流入的湿气,如前所述;而毛发则从腺体中获得其合时的益处,在生长的同时,收集被排斥到边缘的过剩物。
Ὅκου δὲ αὖον ἐὸν τὸ σῶμα, οὗτε ἀδὴν οὔτε θρίξ·
然而,在身体干燥的地方,既无腺体也无毛发。
τὰ δὲ ἁπαλὰ καὶ πονεύμενα καὶ κάθυγρα, ἀδὴν ὧδε καὶ τρίχες·
而在柔软、易受累且极度潮湿的地方,则有腺体和毛发。
ἀδένες δὲ καὶ κατὰ τοῖν οὐάτοιν ἔνθα καὶ ἔνθα ἑκατέρωθεν κατὰ τὰς σφαγὰς τοῦ τραχήλου, τρίχες τε ἐνταῦθα ἑκατέρωθεν· ἐπὶ ταῖς μασχάλῃσιν ἀδένες καὶ τρίχες· βουβῶνες καὶ ἐπίσειον ἰκέλως μασχάλῃσιν, ἀδὴν καὶ τρίχες.
在双耳附近、颈部颈静脉的两侧,各分布着腺体,且该处两侧也长有毛发;在腋下有腺体和毛发;腹股沟和阴部与腋下相似,也有腺体和毛发。
Ταῦτα μὲν κοῖλα τῶν ἐν τῷ σώματι καὶ ῥηΐδια ἐς περιουσίην ὑγροῦ· καὶ γὰρ πονέει ταῦτα καὶ κινέεται μάλιστα τῶν ἐν τῷ σώματι.
这些都是体内的空腔部位,极易接纳过剩的湿气;因为这些部位在体内活动最多,也最易受累。

词汇与语法注释

  1. §1οὐλομελίης — 表示整个身体的名词 οὐλομελίη 的属格单数形式。在这里它既可以作为修饰 ἀδένων 的属格(“全身的腺体”),也可以作为表示关涉的属格(“关于整个身体的腺体”)。
  2. §2ἀλλὰ τῷ ἄλλῳ σώματι — 与格 τῷ ἄλλῳ σώματι 的解析。它与动词 πονέουσι(疼痛、受苦)连用,作为表示伴随或关联的与格,意为“与身体的其他部分相关联地/一同感到疼痛”。
  3. §3πλείους ἢ μείζους — 比较级连词 ἤ 在此起“或者”而非“比”的作用,整体意为“更多或更大的[腺体]”。或者,这两个比较级也可以作为绝对比较级,意为“相当多且大”。
  4. §4κέρδος ποιεύμεναι — 分词短语,意为“将过剩(πλεονεξίην)化为自己的利益”。这生动地描述了腺体如何将身体多余的湿气吸收并转化为自身的营养。

引用这一段

希波克拉底, 论腺体 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg042.humanitext-grc1:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。