§2929. Κυήσιος δὲ καὶ παιδοποιΐης ἥτις δεῖται καὶ ἄτεκνος ἐοῦσα καὶ ἤδη κυήσασα, ἐοῦσα δὲ τεκνοῦσα, ὅταν ὁ στόμαχος σκληρὸς ᾖ, ἄκρος ἢ ὅλος, ἢ ξυμμεμύκῃ, καὶ μὴ ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ ἢ ἀνεσπάκῃ ἑωυτὸν, ἢ τὸ χείλος ἐπιβάλλῃ τοῦ στομάχου ἐφ’ ἑωυτὸ, ὁκόθεν οὖν ἢ τρηχὺς καὶ πεπωρωμένος ᾖ, σκληρὸς δὲ γίνεται καὶ ἀπὸ συμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ ἐλάσσονα τοῦ δέοντος, καὶ διὰ πλέονος χρόνου ἐπιφαίνεται.
29. 对于需要怀孕和生育的妇女,无论是无子的,还是已经生过孩子的,或者是正在生育的,当其子宫口在其尖端或整体变硬,或者闭合,且不直,而是偏向一侧髋部,或者弯向直肠,或者自身向上收缩,或者子宫口的边缘重叠在自身上,或者无论因何原因而粗糙且硬化——子宫口既会因闭合也会因硬化而变硬——在这些妇女中,月经不出现,或者少于应有的量,且间隔较长时间才出现。
Ἔστι δὲ ἐν ᾗσι τὰ ἐπιμήνια κατὰ ὑγιείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον εὑρίσκεται· καὶ κατά γε τὸ ξύμφυτον καὶ δίκαιον, καὶ ὑπὸ θερμότητος καὶ ὑγρότητος τῶν ἐπιμηνίων τοῦ στομάχου μὴ κάρτα βεβλαμμένου· τὴν δὲ γονὴν διὰ τοῦτο οὐ δέχεται κατὰ τὴν βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ δέχεσθαι.
但也有些妇女,其月经能根据身体和子宫的健康状态找到出口;并且确实根据其先天和自然的状态,且因月经的温热和湿润,子宫口未受严重损伤;但尽管如此,她仍因此无法接纳精子,这是由于子宫口状态不佳、阻碍接纳的损伤所致。
Ταύτῃ χρὴ, πυριήσαντα τὸ σῶμα ὅλον, δοῦναι πιεῖν φάρμακον, καὶ καθαρὴν ποιήσασθαι τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω δέηται, ἤν τε ἄνω μοῦνον· καὶ ἢν μὲν ἄνω διδῷς τὸ φάρμακον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος· πυριήσας δὲ μεταπῖσαι κάτω· ἢν δὲ μὴ δοκέῃ δεῖσθαι ἀνωτερικοῦ, προπυριήσας, κάτω πῖσαι.
对于这样的妇女,必须在用汤气温热其全身后,给其服下药物,首先对身体进行净化,无论她需要上下双管齐下的净化,还是仅需要上方的净化;如果给予上方的药物,在净化前不要温热;但在温热后,再给予下方的药物;如果看起来不需要上方的药物,则预先温热后,给予下方的药物。
Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν καθάρσιος τὸ σῶμα, μετὰ τοῦτο πυριῇν τὰς μήτρας, ἐγκαθίζοντα αὐτὰς πυκνὰ ἐν ὅτῳ ἂν δοκέῃ ξυμφέρειν· ἐπιβάλλειν δὲ ἐς τὸ πυρίημα κυπαρίσσου ῥινήματα καὶ δάφνης φύλλα κόψας· καὶ λούειν πολλῷ καὶ θερμῷ.
当身体看起来处于良好的净化状态时,在此之后温热子宫,让她经常坐浴在看起来有益的药液中;并在温热的汤药中投入剁碎的柏树屑和月桂叶;并用大量温水沐浴。
Ὅταν δὲ νεόλουτος ᾖ καὶ νεοπυρίητος, ἀνευρύνειν τὸ στόμα τῆς μήτρης τῇ μήλῃ τῇ κασσιτερίνῃ, καὶ ἀνορθοῦν ὅπη ἂν δέηται, ἢ μολιβδίνῃ, ἀρξάμενος ἐκ λεπτῆς, εἶτα παχυτέρῃ, ἢν παραδέχηται, ἕως ἂν δοκέῃ καλῶς ἔχειν· βάπτειν δὲ τὰς μήλας ἐν ἑνὶ τῶν μαλθακτηρίων διειμένῳ ὅ τι ἂν δοκέῃ ξυμφέρειν, ὑγρὸν ποιήσας· τὰς δὲ μήλας ποιέειν ὄπισθεν κοίλας, εἶτα περὶ ξύλοισι μακροτέροισιν ἁρμόσαι, καὶ οὕτω χρῆσθαι.
当她刚沐浴并温热后,用锡制探针或铅制探针扩张子宫口,并在需要的地方将其矫正,从细探针开始,如果能容纳,则换用较粗的,直到看起来状态良好;将探针浸入已溶化呈液态的某种软化药中;探针后端应做成中空,然后套在较长的木棒上,并以此方式使用。
Τὸν δὲ χρόνον τοῦτον πινέτω, καθεψοῦσα ἐν οἴνῳ εὐώδει λευκῷ καὶ ὡς ἡδίστῳ γλυκεί, δαῖδα ὡς πιοτάτην κατασχίσασα λεπτὰ, καὶ σελίνου καρπὸν κόψασα καὶ κυμίνου αἰθιοπικοῦ καρπὸν καὶ λιβανωτὸν ὡς κάλλιστον· τουτέου πινέτω νῆστις ὁκόσον ἂν δοκέῃ μέτριον εἶναι πλῆθος, ἡμέρας ὁκόσας ἂν δοκέῃ ἅλις ἔχειν καὶ ἐσθιέτω σκυλάκια ἑφθὰ καὶ πουλύποδα ἐν οἴνῳ ἑφθὸν ἢ γλυκεῖ· καὶ τοῦ ζῶμοῦ πινέτω, καὶ κράμβην ἑφθὴν, καὶ οἶνον λευκὸν ἐπιπινέτω, καὶ μὴ διψήτω· καὶ λουέσθω θερμῷ δὶς τῆς ἡμέρης· σιτίων δὲ ἀπεχέσθω τοῦτον τὸν χρόνον.
在此期间,让她饮用在芳香、甘甜、尽可能宜人的白葡萄酒中煎煮的药剂,其中加入劈成细丝的富脂松木、捣碎的芹菜籽、埃塞俄比亚孜然籽和最优质的乳香;让她空腹饮用适量,连续饮用认为足够的天数;并让她吃煮小狗肉和在葡萄酒或甜酒中煮熟的章鱼;饮用其肉汤,吃煮甘蓝,并随后饮用白葡萄酒,不要口渴;每日用温水沐浴两次;在此期间避免食用常规食物。
Μετὰ δὲ τοῦτο, ἢν μὲν χωρέῃ κατὰ τὸν στόμαχον καὶ φαίνηταί τι ἔξω καθάρσιος, πίνειν τε ἔτι τοῦ πόματος ἡμέρην μίην καὶ δύο, καὶ τῇσι μήλῃσι παύεσθαι χρεομένους, καὶ πειρῆσθαι καθαίρειν τὰς μήτρας προσθέτοισι φαρμάκοισιν.
在此之后,如果分泌物通过子宫口流出且在外部显现出净化的迹象,则继续饮用该药剂一至两日,并停止使用探针,尝试用外用贴药来净化子宫。
ᾟτινὶ δὲ τοῦ στομάχου ὀρθοῦ καὶ μαλθακοῦ καὶ ὑγιέος ἐόντος καὶ καλῶς ἔχοντος καὶ ἐν τῷ δέοντι κειμένου τὰ ἐπιμήνια μὴ φαίνεται πάμπαν ἢ ἐλάσσονα καὶ διὰ πλείονος χρόνου καὶ μὴ ὑγιεινὰ, τὴν νοῦσον ἀνευρὼν ἥν τινα ἔχουσιν αἱ μῆτραι, ἤν τε καὶ τὸ σῶμα ξυμβάλληταί τι, ἐξευρὼν τὸ αἴτιον ἀφ’ οὗπερ οὐ κυΐσκεται· καὶ ὅτε οὕτως ἔχει, τὴν ἴησιν ποιέεσθαι προσφέρων ἥν δέχεται θεραπηΐην, ἀρχόμενος ἐξ ἰσχυρῶν, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, τελευτᾷν δὲ ἐς μαλθακώτερα, ἕως ἂν δοκέῃ καλῶς ἔχειν καθάρσιος ἡ μήτρη καὶ ὁ στόμαχος καθεστηκέναι ὀρθῶς ἔχων καὶ ἐν τῷ ἐξαρκέοντι κείμενος.
但对于任何子宫口挺直、柔软、健康、状态良好且处于适当位置的妇女,如果月经完全不来,或者较少且间隔时间较长,且不健康,则应查明子宫患有何种疾病,以及身体是否也有所影响,找出她不孕的原因;当情况如此时,施以其能接受的疗法进行治疗,若时机合适,从强效疗法开始,以较温和的疗法结束,直到子宫看起来净化良好,子宫口恢复挺直并处于令人满意的状态。
Ἢν δὲ ἀπὸ τοῦ ποτοῦ καὶ φαρμάκου μὴ προχωρήσῃ, μηδὲ πινούσης χρόνον τὸν μέτριον, τουτέου μὴ παύεσθαι τοῦ πόματος· ὅταν δὲ καλῶς ἔχῃ τοῦ ἀπὸ τῶν μηλέων ἔργου, μαλθάξαι τὸ στόμα τοῦ στομάχου, καὶ ποιῆσαι ὅκως ἀναχανεῖται ἐς ὁδὸν τῷ προσθέτῳ, ἀπὸ θυμιητῶν τε φαρμάκων καὶ μαλθακτηρίων.
如果服用了饮剂和药物后仍无进展,即使饮用了适当的时间,也不要停止这种饮剂;当使用探针的效果良好时,使用熏蒸药和软化药使子宫口变软,并使其敞开以利于贴药的通路。
Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν μαλθάξιος καὶ θυμιήσιος, προστιθεὶς φάρμακον, κάθαρσιν ποιέεσθαι τῆς μήτρης ὡς ἂν δοκέῃ καλῶς ἔχειν, ἀρχόμενος ἐκ μαλθακῶν ἐπὶ ἰσχυρότερα, τελευτῶν δὲ αὖθις ἐς μαλθακὰ εὐώδεα· τῶν γὰρ ἰσχυρῶν φαρμάκων τὰ πλεῖστα ἑλκοῖ τὸν στόμαχον καὶ δάκνει· ἔπειτα τόν τε στόμαχον καθιστᾷν ἐς ὀρθὸν καὶ ὑγιέα καὶ καλῶς ἔχοντα πρὸς τὴν δέξιν τῆς γονῆς, καὶ τὴν μήτρην ξηρὴν ποιέειν καὶ φῦσαν ἐμποιέειν.
当软化和熏蒸看起来状态良好时,贴敷药物,对子宫进行净化直至认为状态良好,从温和的药物开始,逐渐使用较强的药物,最后再次使用香甜温和的药物;因为在强效药物中,大多数会使子宫口溃烂和产生刺痛;然后使子宫口恢复挺直、健康且处于接纳精子的良好状态,并使子宫干燥并产生气体。
Ἢν γυνὴ δοκέῃ ὑπὸ πιμελῆς τὰς μήτρας βεβλάφθαι ἐς τὴν κύησιν, λεπτύνειν ὡς μάλιστα καὶ ἰσχναίνειν πρὸς τοῖσιν ἄλλοισιν.
如果妇女因肥胖而导致子宫受损无法怀孕,除其他治疗外,应尽可能使其消瘦和苗条。