Humanitext Reader

希波克拉底 · 论重孕 §34-43

女子闭经与围产期诸症的药物治疗

第 7 段,共 7 段 · 希腊语

内容简介

论述了年轻女子因月经不调引起的各种精神与身体症状及其熏蒸等治疗方法,并针对产妇子宫脱垂与产后疼痛、月经过多以及孕妇出血等症状,给出了多种药物处方与外用栓剂。

§3434. Περὶ παρθένου· παρθένῳ ὁκόταν, τὰ ὡραῖα μὴ γένηται, χολᾷ καὶ πυρεταίνει καὶ ὀδυνᾶται, διψῇ καὶ πεινῇ, καὶ ἐξεμεῖ, καὶ μαίνεται καὶ πάλιν σωφρονέει, κινέονται αἱ μῆτραι, καὶ ὁκόταν μὲν πρὸς τὰ σπλάγχνα τράπωνται, ἐξεμεῖν καὶ πυρέσσειν καὶ παραφρονεῖν αὐτῇ ἔρχεται ὅταν δὲ ἀπολίπωσιν, πεινῇ καὶ διψῇ, καὶ ἠπίαλος πυρετὸς ἔχει.
34. 关于年轻女子:当年轻女子该到时期的月经不来时,她胆汁病发作、发热、感到疼痛、口渴、饥饿、呕吐、发狂,然后又恢复理智;这是子宫在移动。 当子宫转向内脏时,她便会呕吐、发热并精神错乱;但当它们离开时,她便会饥饿、口渴,并伴有微热。
Χρὴ ταύτῃσιν ἀρνακίδας προστιθέναι θερμὰς πρὸς τὴν γαστέρα, καὶ ὑποκαπνίζειν ἐς αὐτὰ τὰ αἰδοῖα ὅτι μάλιστα ἐπ’ ἀμφορέως αὐχένι καθίσας· σμύρνης ὅσον κύαμον, λιβανωτὸν δὶς ὅσον, τοῦτο μίξας καὶ ζέας ἐρηριγμένας, ὁμοῦ θυμιῇν, καὶ ἐπὶ τὸ πῦρ ἐπιβάλλων, νῆστις ὡς μάλιστα, καὶ λούειν πολλῷ θερμῷ.
应当为这些女子在腹部敷上温热的羊皮,并让她坐在双耳细颈瓶的瓶口上,尽可能直接向其阴部进行下部熏蒸;将蚕豆大小的没药与双倍分量的乳香混合,并加入药用二粒小麦,一同进行熏蒸,将其投入火中,让她尽可能保持空腹,并用大量的温水温浴。
§3535. Προσθετόν· αἰγυπτίην στυπτηρίην μαλθακῷ εἰρίῳ περιειλήσασα προστιθέσθω.
35. 外用栓剂:用柔软的羊毛包裹埃及明矾,让其敷用。
Ἄλλο· ἀρτεμισίην τρίψας ἔν οἴνῳ τε λευκῷ δεύσας δίδου προστιθέναι.
另一处方:将艾草研碎,浸入白葡萄酒中,给其敷用。
§3636. Νεοτόκῳ γυναικί· ῥόδινον, σμύρναν, κηρὸν μίξαντά ἐν εἰρίῳ δοῦναι προστίθεσθαι·
36. 给刚分娩的妇女:混合玫瑰油、没药与蜡,包在羊毛中给其敷用。
ὅταν δέ οἱ προσπέσωσιν αἲ μῆτραι, τὰ ξηρὰ καὶ στρυφνὰ προσφέρειν καὶ πίνειν καὶ προσέχειν.
当她的子宫下垂时,应当施用、给饮并贴敷干燥且具收敛性的药物。
§3737. Σῦκον μέλαν, σκόροδον, λίτρον, κύμινον, ταῦτα πάντα τρίψας λεῖα, ἔν εἰρίῳ δοῦναι προστίθεσθαι.
37. 黑无花果、大蒜、天然碱、孜然:将所有这些研至极细,包在羊毛中给其敷用。
Ἕτερον· σηπίης ὅστρακον κόψας λεῖον, ἐς οἶνον δεύσας, ἐν λαγωοῦ θριξὶ καὶ εἰρίῳ προστίθεσθαι.
另一处方:将乌贼骨捣至极细,浸入葡萄酒中,用野兔毛和羊毛包裹敷用。
§3838. Ἢν δὲ μετὰ τόκον τὰς ὑστέρας ἀλγέῃ, πτισάνην καὶ πράσα καὶ στέαρ αἵγειον ἑψήσασα, ῥοφείτω τούτου ὡς ὄλίγιστον.
38. 若分娩后她子宫疼痛,应当把大麦粥、韭葱和山羊脂煮熟,尽可能少量地饮用此物。
§3939. Προσθετόν· λίτρον, κύμινον, σύκου τὸ ἴσον.
39. 外用栓剂:天然碱、孜然、等量的无花果。
Καθαρτήριον προσθετὸν καὶ μαλθακτήριον· νέτωπον, ῥόδινον μύρον, χηνὸς ἄλειφαρ, ἐς ὀθόνια λεπτά.
净化并软化的外用栓剂:苦杏仁油、玫瑰香油、鹅脂,包在薄麻布中。
§4040. Ἢν τὰ ἐπιμήνια πολλὰ γένηται, γλυκυσίδης κόκκους τοὺς μέλανας δὶς ἑπτὰ πίνειν ἐν οἴνῳ δυσὶ κυάθοις.
40. 若月经过多,应当将十四粒黑色的芍药籽放在两基亚特斯的葡萄酒中饮用。
§4141. Ἢν δὲ ἐξέρχωνται αἱ μῆτραι πυκνὰ, βρέξας ὕδατι χλιερῷ τὰς μήτρας, ὑπτίην ἀνακλίνας, μίξας σίδιον, κηκίδα, ῥοῦν τὴν ἐρυθρὴν, ἐν οἴνῳ λευκῷ διατρίψας, τούτῳ χρίσας, ἐντιθέναι· ἔπειτα πῖσαι δάφνης φύλλα ἐν οἴνῳ αὐστηρῷ.
41. 若子宫频繁脱出,应当用温水将子宫润湿,令其仰卧,混合石榴皮、五倍子、红漆树,在白葡萄酒中研碎,涂抹此药,将其推回内部;随后应当让其饮用浸有月桂叶的涩味葡萄酒。
§4242. Ὅταν γυνὴ κύουσα προσρέηται, ὀνίδα ξηρὴν καὶ μίλτον καὶ ὄστρακον σηπίης τρίψασα λεῖα, ἐν ῥάκει ἀποδήσασα, προστιθέναι.
42. 当孕妇出血时,应当将干驴粪、红土和乌贼骨研至极细,用布包裹绑好敷用。
§4343. Ἢν δὲ μὴ καθαρθῇ, ἐλατήριον ἐν οἴνῳ λευκῷ ὅσον κυάθῳ τρίψας ὀβολὸν ἀττικὸν, διδόναι πίνειν, καὶ καθαριεῖται.
43. 若未能净化,应当在约一基亚特斯的白葡萄酒中研碎一阿提卡奥博尔分量的喷瓜汁,给其饮用,如此她便会得到净化。

词汇与语法注释

  1. §34τὰ ὡραῖα — 形容词 ὡραῖος(适时的、时令的)的中性复数形式,在此作为名词性使用,是古代医学中指代“月经”的一种委婉且合乎惯例的表达。
  2. §34αὐτῇ ἔρχεται — 无人称句构,或以其后的不定式短语(ἐξεμεῖν...)作为语法主语,意为“对她而言,发生了[呕吐等]情况”。
  3. §34καθίσας — 不定过去时主动分词阳性单数。虽然治疗步骤的逻辑主语指向女患者,但该分词的主语实际上是指施治者(医生),在句法上形成了破格现象(anacoluthon)。
  4. §36προσέχειν — 通常意为“注意”(省略了τον νοῦν),但在医学文献中,它经常被用作及物动词,意为对患部“敷用”或“施加”药物。
  5. §41πῖσαι — 使役动词 πιπίσκω(给……喝、使……饮用)的不定过去时主动不定式,在此作为具有命令语气的不定式使用,与单纯的主动词 πίνω(喝)相对。

引用这一段

希波克拉底, 论重孕 §34-43. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg038.humanitext-grc1:34-43

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。