Humanitext Reader

希波克拉底 · 论溃疡 §14-17

清除赘肉与促进肉芽生长的各类配方

第 4 段,共 6 段 · 希腊语

内容简介

本章节详细介绍了用于清除赘肉、并利用兔尾草和干无花果等各种植物促进伤口肉芽生长的干、湿制剂配方,还包括极具刺激性的卡里亚药(Caricon)以及利用粗盐、烧羊毛、黄铁矿等治疗溃疡的多种配方和施敷方法。

§1414. Ἕτερον ἔναιμον· σμύρνα, λιβανωτὸς, κηκὶς, ἰὸς, ἄνθος χαλκοῦ ὀπτὸν, στυπτηρίη αἰγυπτίη ὀπτὴ, οἰνάνθη, οἰσυπίδες, μολύβδαινα, τούτων ἴσον ἑκάστου, ἡ δίεσις οἴνῳ ὥσπερ τὸ πρότερον, καὶ ἄλλη ἐργασίη κατὰ τὰ αὐτά.
14. 另一种生肉药:没药、乳香、没食子、绿青、焙铜花、焙埃及明矾、奥伊南特(野生葡萄花)、羊毛脂、铅矿石,这些成分各等量;如前所述用葡萄酒溶解,其他调制方法也相同。
—Ὄξος ὡς ὀξύτατον λευκὸν, μέλι, στυπτηρίην αἰγυπτίην, νίτρον ὡς ἄριστον ἡσύχως φρύξας, χολῆς ὀλίγον συνέψει·
——将极酸的白醋、蜂蜜、埃及明矾、以及静静焙过的最优质碱,加入少量的胆汁一同煎煮。
τοῦτο τὰ ὑπερσαρκέοντα καθαίρει καὶ κοιλαίνει, καὶ οὐ δάκνει.
此方能清除赘肉并使其平复,且无刺痛感。
—Ἄλλο· ποίη ἡ μικρόφυλλος, ᾗ ὄνομα παρθένιον τὸ μικρόφυλλον, ἣ τὰ θύμια τὰ ἀπὸ τοῦ ποσθίου ἀφαιρεῖ, καὶ στυπτηρίη ἡ χαλκῖτις· καὶ μηλίαδος ὠμῆς· ἐλατήριον λεπτὸν ξηρὸν προστεῖλαι, καὶ τὸ σίδιον λεπτὸν ξηρὸν ὡσαύτως.
——另一种:小叶植物,其名也叫小叶巴尔特尼翁(此物能去除包皮上的疣),以及铜矿石明矾;和生的梅洛斯黏土;敷上干燥细小的喷瓜汁(elaterium),同样也敷上干燥细小的石榴皮。
§1515. Πληροῖ δὲ μάλιστα τὰ κοῖλα τὰ καθαρὰ, ποίη, ᾗ λαγώπυρος οὔνομα· ἐστὶ δὲ πιτύροισιν ὁμοίη ὅταν αὐαίνηται, μικρὸν τὸ φύλλον, ὥσπερ καὶ τὸ τῆς ἐλαίης, καὶ μακρότερον· καὶ πρασίου τὸ φύλλον, σὺν ἐλαίῳ.
15. 最能填补清洁后凹陷处的是名为兔尾草(lagopyrus)的植物;它干燥时像糠,叶子很小,像奥リーブ叶,但更长一些;还有胡薄荷(horehound)的叶子,与奥リーブ油合用。
—Ἕτερον· ἰσχάδος τὸ εἴσω, τὸ πῖαρ, τὸ μελιτοειδὲς, ὡς ξηροτάτης, ὕδατος δύο μοίρας, καὶ λίνου καρποῦ φρύξας μὴ σφόδρα ὡς λεπτοτάτου μοίραν μίαν.
——另一种:极干的干无花果内部肉厚且呈蜜状的部分,两份水,以及焙得不过度的极细亚麻子一份。
—Ἄλλο· τῆς ἰσχάδος, καὶ ἄνθος χαλκοῦ ὀλίγον λεπτὸν, καὶ συκῆς ὀπόν.
——另一种:该干无花果,以及少许细铜花,和无花果树汁。
—Τὸ δ’ ἐκ τῆς ἰσχάδος, χαμαιλέων μέλας, χολὴ βοὸς ξηρή· τὰ μὲν ἄλλα τὰ αὐτά.
——用该干无花果制作的另一方:黑矮陀陀、干牛胆汁;其他均同。
Τὰ δὲ ξηρά.
这些是干燥成分。
—Κάρδαμον λεπτὸν, ὠμὸν, ἐρύσιμον, ἑκατέρου ἴσον, τῆς δὲ ἰσχάδος δύο μέρη, λίνου καρποῦ δύο μοίρας, ὀπὸν συκῆς.
——细生独行菜、芥子各等量,干无花果两份,亚麻子两份,无花果树汁。
Ὅταν τούτων τινὶ χρέῃ τῶν φαρμάκων, σπλῆνας ἄνωθεν ὀξηροὺς ἐπιθεὶς, σπόγγον ἄνωθεν τῶν σπληνῶν ἐπίθες, καὶ ἐπίδει, καὶ προσπίεσαι ὀλίγῳ μᾶλλον· τὰ δὲ περιέχοντα ἢν φλεγμαίνῃ, ὅ τι ἂν δοκέῃ ξυμφέρειν, περιπλάσσειν.
当你使用其中任何一种药物时,先从上面敷上浸过醋的压迫布,再在压迫布上敷上海绵,然后包扎,并稍微用力压紧;若周围部位发炎,则在周围敷上任何看似有益的敷料。
§1616. Ἢν βούλῃ ὑγρῷ χρέεσθαι, καὶ τὸ καρικὸν φάρμακον ἐπαλείφειν, ἐπιδεῖν δὲ ὥσπερ τὰ πρότερα γέγραπται κατὰ τὸν αὐτὸν λόγον.
16. 若你想用液状制剂,也可以涂抹卡里亚药(Caricon),并按照前面所写的方法,以同样的方式包扎。
Ἐστὶ δὲ ἐκ τῶνδε τὸ φάρμακον ποιεύμενον· ἐλλεβόρου μέλανος, σανδαράχης, λεπίδος, μολίβδου κεκαυμένου σὺν πολλῷ θείῳ, ἀῤῥενικοῦ, κανθαρίδος· τούτῳ ὁποίῳ δοκέει συντεθέντι χρῆσθαι·
此药由以下成分制成:黑嚏根草、红砷脂、铜鳞、用大量硫黄烧过的铅、雌黄、斑蝥;可以按任何看似合适的方法配制并使用。
ἡ δὲ δίεσις, κεδρίνῳ ἐλαίῳ·
溶解则用雪松油。
ἐπειδὰν δὲ ἅλις ἔχῃ ἐπαλείφοντι, ἐκβάλλειν τὸ φάρμακον, ἐπιπάσσων ἄρον ἑφθὸν λεῖον, ἢ τρίβων ξηρὸν τῷ μέλιτι δεύων·
涂抹充足之后,或撒上煮熟且研细的海芋,或将其研磨至干再用蜂蜜浸湿,以此去除该药。
καὶ ἢν ξηρῷ χρῇ τῷ καρικῷ τούτῳ, χρὴ ἀφιστάναι τὸ φάρμακον ἐπιπάσσων.
若你干燥地使用这种卡里亚药,也必须通过撒敷药粉来使药物剥离。
§1717. Ποέει δὲ τὸ ξηρὸν ἀπὸ τοῦ ἐλλεβόρου μόνον καὶ τῆς σανδαράχης.
17. 干燥制剂仅用嚏根草和红砷脂也有效。
—Ἕτερον ὑγρόν· ποίη, ἧς τὸ φύλλον ὅμοιον ἄρῳ τὴν φύσιν, λευκὸν δὲ; χνοῶδες, κατὰ κισσοῦ φύλλον τὸ μέγεθος· αὕτη ἡ ποίη ξὺν οἴνῳ ἐπιπλάσσεται.
——另一种液状药:一种植物,其叶片性质像海芋,但呈白色且有绒毛,大小如常春藤叶;此植物与葡萄酒一同外敷。
—Ἢ τοῦ πρίνου τὸ περὶ τὸ στέλεχος τρίψας ἐν οἴνῳ, ἐπίπλασσε.
——或者,将冬青栎树干周围的皮在葡萄酒中捣碎,进行外敷。
—Ἕτερον· ὄμφακος χυλὸς, ὄξος ὡς ὀξύτατον, ἄνθος χαλκοῦ, νίτρον, ὀπὸς ἐρινεοῦ.
——另一种:未熟葡萄汁、极酸的醋、铜花、碱、野生无花果汁。
—Ἐς ὄμφακος χυλὸν στυπτηρίην ἐμβάλλειν ὡς λειοτάτην, καὶ θεῖναι ἐν χαλκῷ ἐρυθρῷ ἐς ἥλιον, καὶ ἀνακινέειν, καὶ ἀνελεῖν ὅταν δοκέῃ καλῶς ἔχειν τὸ πάχος.
——在未熟葡萄汁中,投入研磨至极细的明矾,置于红铜器中曝晒,并加以搅拌,待粘稠度合适时取下。
—Ἕτερον· ἑλλέβορος μέλας ὡς λειότατος ἐπιπάσσεται, ἕως ἄν τι τοῦ ὑγροῦ ἐνέῃ καὶ νεμομένου· ἐπίδεσις δὲ ἡ αὐτὴ, ἥπερ ἐπὶ τοῖσιν ἐμπλάστροισιν.
——另一种:只要还有一点湿润和溃烂蔓延的地方,就撒上研得极细的黑嚏根草;包扎方法与敷贴硬膏药相同。
—Ἕτερον· ἁλὸς χόνδρους ὡς ξηροτάτους ἐς χυτρίδιον χάλκεον ἢ κεραμεοῦν καινὸν ἐμβαλεῖν, ἴσους ὡς μάλιστα τὸ μέγεθος, μὴ ἁδρούς· καὶ μέλι ὡς κάλλιστον διπλάσιον τῶν ἁλῶν εἰκάσας ἐπιχέαι ἐπὶ τοὺς ἅλας· ἔπειτα ἐπιθεῖναι ἐπὶ τοὺς ἄνθρακας τὸ χυτρίδιον, καὶ ἐᾷν ἕως ἂν κατακαυθῇ πᾶν·
——另一种:将极干的粗盐块放入小铜锅或新陶锅中,大小尽可能均匀,且不要太大;估算最优质的蜂蜜为盐的两倍量,浇在盐上;然后将小锅置于炭火上,任其烧至完全燃尽。
ἔπειτα ἀνασπογγίσας τὸ ἕλκος καὶ ἐκκαθήρας, ἐπιδῆσαι ὥσπερ τὸ πρότερον, καὶ πιέσαι ὀλίγῳ μᾶλλον·
然后,用海绵擦拭伤口并清洗干净,如前包扎,并稍微用力压紧。
τῇ δ’ ὕστεραίῃ, ὅπη ἂν μὴ λάβηται τὸ φάρμακον, ἐπιπάσας προσπιέζειν καὶ ἐπιδεῖν·
翌日,在药物未附着的地方,再撒上药粉,压紧并包扎。
ὅταν δὲ βούλῃ ἀφιστάναι τὸ φάρμακον, ὄξος θερμὸν ἐπιχέειν, ἕως ἂν ἀποστῇ, καὶ αὖθις τὰ αὐτὰ ποιέειν, ἢν δέηται, ἀνασπογγίσας.
当你想去除药物时,浇上温热的醋直至其脱落,若有需要,在使用海绵擦拭后,再次重复相同的步骤。
—Ἄλλο ξηρὸν δάκνον ὡς. οἰσυπωδέστατα εἴρια ἐπ’ ὀστράκου κατακαῦσαι δαιδίῳ προσίσχων ἕως ἂν πάντα κατακαύσῃς· τοῦτο λεῖον τρίβων, ἐπιπάσας τὴν αὐτὴν ἐπιδεῖν ἐπίδεσιν.
——另一种极具刺激性的干燥制剂:在陶片上用火炬靠近以烧毁极多脂的羊毛,直至全部烧尽;将其研磨至极细,撒上药粉后,用相同的绷带包扎。
—Ἄλλο ξηρὸν ὁμοίως δάκνον· μίσυος ὡς λειοτάτου ἐπιπάσσειν ἐπὶ τὰ ὑγρὰ καὶ σαπρὰ, καὶ ἄνθος λεπτὸν μὴ παντελῶς λεῖον.
——另一种同样具有刺激性的干燥制剂:将研至极细的黄铁矿撒在潮湿和腐烂的部位,以及未完全研细的细铜花。
—Ἐπὶ τῶν αὐτῶν ἑλκέων· χαμαιλέων μέλας, στυπτηρίη ἡ τῷ ὀπῷ τῆς συκῆς δεδευμένη, δεύειν δὲ ὀπτὴν, καὶ ἄγχουσαν μίσγειν.
——针对相同的伤口:黑矮陀陀、用无花果汁浸湿的明矾(应在焙过之后浸湿),并混合牛舌草。
—Ἀναγαλλὶς, καὶ στυπτηρίη αἰγυπτίη ὀπτὴ, ἐπίπαστον ὀρχομένιον ἐπιπάσσειν.
——安那加利、以及焙埃及明矾;作为奥尔霍迈诺斯撒粉撒敷。

词汇与语法注释

  1. §14ἔναιμον — 指促进肉芽生长或生血的药物,常称为生肉药或愈伤药,旨在填补溃疡的凹陷处。
  2. §14μηλίαδος ὠμῆς — 属格形式。可能表示部分属格,指用于与其他成分混合或外敷的“生的梅洛斯黏土(的一部分)”。
  3. §15σπλῆνας — 在此医学语境中,指的不是解剖学上的“脾脏”,而是指在手术中用于压迫或保护伤口的“压迫布”或“湿布(垫)”。
  4. §16ἐπειδὰν δὲ ἅλις ἔχῃ ἐπαλείφοντι — 无人称句构,副词 ἅλις(足够)与 ἔχῃ 及与格分词 ἐπαλείφοντι(对于涂抹者)连用,意为“当涂抹足够时”,即“涂抹充足之后”。
  5. §17δάκνον ὡς. — 原文中 ὡς 之后的句点可能是校勘本中的脱字或标点混乱,但在上下文中,它可理解为修饰 δάκνον(有刺激性的),用以强调该干燥制剂为“极具刺激性之物”。

引用这一段

希波克拉底, 论溃疡 §14-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg028.humanitext-grc1:14-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。