§66. Τὰ ἕλκεα ὁκόσα μὴ καλῶς καθαρθέντα ἐς τὸ δέον ἀεὶ πρότερον ἄρξεται βλαστάνειν, ταῦτα ὑπερσαρκέει μάλιστα· ὁκόσα δ’ ἂν καθαρθέντα καλῶς τε καὶ ἐς τὸ δέον ἀεὶ ἐπὶ τὸ ξηρότερον θεραπεύηται, πλὴν εἰ θλασθῇ, ταῦτα δὲ οὐχ ὑπερσαρκέει ὡς ἐπὶ τὸ πουλύ.
6. 凡是未能得到充分且适度清洁、且总是过早地(在清洁完毕前)开始长出新肉的伤口,最容易产生赘肉;而那些得到充分且适度清洁、并始终以使其保持干燥的方式进行治疗的伤口,除非受到挫伤,否则大抵不会产生赘肉。
§77. Ἢν ὁκοθενοῦν ὀστέον ἀφιστῆται ἢ καυθὲν ἢ πρισθὲν ἢ ἄλλῳ τῳ τρόπῳ, τῶν ἑλκέων τούτων αἱ οὐλαὶ κοιλότεραι γίνονται.
7. 如果有骨头从任何部位脱落,不论是因为被烧灼、被锯断还是以其他任何方式,这些伤口的疤痕都会变得更加凹陷。
§88. Ἕλκεα οὐ κεκαθαρμένα οὐκ ἐθέλει ξυνιέναι ξυναγόμενα, οὐδ’ αὐτόματα ξυνέρχεται.
8. 未经清洁的伤口,即使合拢也不愿愈合,亦不会自动闭合。
Ὧν τὰ περιέχοντα φλεγμαίνει τοῦ ἕλκεος, ἔστ’ ἂν μὴ παύσηται τῆς φλεγμασίης, οὐκ ἐθέλει ξυνιέναι· οὐδὲ ὧν τὰ περιέχοντα τοῦ ἕλκεος μελανθῇ αἵματος σηπεδόνι, ἢ καὶ κιρσοῦ παρέχοντος τὴν ἐπιῤῥοὴν τοῦ αἵματος, οὐδὲ ταῦτα ἐθέλει ξυνιέναι, ἢν μὴ τὰ περιέχοντα τοῦ ἕλκεος ὑγιέα ποιήσῃς.
在伤口中,凡是周围部位发炎的,在炎症消退之前都不愿愈合;凡是伤口周围因血液腐败而发黑,或者由于静脉曲张导致血液不断流入的,如果不使伤口周围恢复健康,这些伤口同样不愿愈合。
Τῶν ἑλκέων τὰ κυκλοτερέα ἢν ὑπόκοιλα ᾖ, ἐν κύκλῳ πάντη ἐπιτάμνειν χρὴ τὰ ἀφεστεῶτα, ἢ πάντα, ἢ τὰ ἡμίσεα τοῦ κύκλου, κατὰ μῆκος τῆς φύσιος τοῦ ἀνθρώπου.
如果圆形的伤口底部凹陷,应当沿着人体的自然生理方向,在游离边缘的周围进行切开,或切开整个圆周,或切开半圆。
§99. Ἐπὶ παντὶ ἕλκεϊ ἐρυσιπέλατος ἐπιγενομένου, κάθαρσιν δεῖ ποιέεσθαι τοῦ σώματος, ἐφ’ ὁκότερα ἂν ξυμφέρῃ τῷ ἕλκεϊ, εἴτε ἄνω, εἴτε κάτω.
9. 任何伤口一旦并发丹毒,就必须对身体进行排泄,看哪种方向对伤口有益,或向上或向下。
§1010. Ὅτῳ ἂν οἴδημα γένηται παρὰ τὸ ἕλκος, ἀφλεγμάντου ἐόντος τοῦ ἕλκεος, χρόνῳ ὕστερον πύου ὑπόστασιν ἴσχει τὸ οἴδημα.
10. 如果伤口本身没有发炎,但在伤口旁出现了肿胀,过一段时间后该肿胀就会化脓。
Καὶ ὅ τι ἂν τῇ φλεγμασίῃ οἰδῆσαν μὴ καθιστῆται, τῶν ἄλλων καθισταμένων, ὅσα ἅμα ἤρξατο φλεγμαίνειν καὶ οἰδίσκεσθαι, καὶ τοῦτο κίνδυνος μηδ’ ἅμα ξυνιέναι.
如果因发炎而肿胀的部分在与它同时开始发炎和肿胀的其他部分都已消肿时仍未消退,那么这一部分也有无法同时闭合的危险。
Ὅσα δὲ πιπτόντων ἢ ἄλλῳ τῳ τρόπῳ διακόπτεται καὶ φλᾶται, καὶ ἀνοιδίσκεται τὰ περιέχοντα τὸ ἕλκος, καὶ, διαπυήσαντα, πῦον ἀπὸ τῶν οἰδημάτων ἀποχωρέει κατὰ τὸ ἕλκος, τῶν τοιούτων ὅ τι ἂν δοκέῃ δεῖσθαι καταπλάσιος, οὐ χρὴ αὐτὸ τὸ ἕλκος καταπλάσσειν, ἀλλὰ τὰ περιέχοντα, ὅκως τὸ πῦον ἀποχωρέῃ, καὶ τὰ σκληρυνόμενα λαπαχθῇ ἐπειδὰν δὲ λαπαχθῇ, καὶ ἡ φλεγμασίη παύσηται, ἐπὶ τὰ ἀφεστηκότα σπόγγους ἐπιδέων προσιστάναι, ἀρχόμενος ἀπὸ τοῦ ὑγίεος ὀλίγον προσχωρέων· ἐπὶ δὲ τῷ σπόγγῳ ἄνωθεν φύλλα ἐπέστω συχνά.
当因跌落或其他方式导致肌肉被割伤和挫伤,且伤口周围发生肿胀,并化脓后脓液从肿胀处流向伤口时,对于此类情况,凡是看似需要敷贴剂的,不应将贴剂直接敷在伤口上,而应敷在周围部分,以使脓液排出,并使硬化的部分软化。 当硬化部分软化且炎症消退后,应当将海绵敷贴在游离的部位并用绷带包扎使其粘合,从健康部位开始,逐渐向伤口推进;并在海绵上方放上许多叶子。
Ὅ τι δ’ ἂν μὴ δύνηται προστῆναι, ἡ σὰρξ ὑγρὴ ἐοῦσα αἰτίη ἐστίν· ταύτην ἐκβάλλειν.
如果有任何部分无法粘合,其原因在于肌肉过于潮湿,应当将这部分切除。
Ἢν ὑπὸ βαθείῃ σαρκὶ τὸ ἕλκος ἔῃ, κατ’ ἄμφω κἀκ τῆς ἐπιδέσιος κἀκ τοῦ προσπιέζοντος ὑποκιρσοῦται· τὸ δὴ τοιοῦτον ἤν τις τάμνῃ, πρὸς μήλην, ἢν ἐνδέχηται, εὔροον ἀπὸ τοῦ στόματος τὸ ἕλκος ἀνατάμνειν, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι, καὶ οὕτως ἰητρείην προσφέρειν, ὁκοίης ἂν δοκέῃ προσδεῖσθαι.
如果伤口位于深层肌肉之下,由于绷带的压迫和周围的压力,该处容易发生静脉郁血;如果在此类情况下进行切开,若有可能,应当沿着探针从伤口开口处切开,以利于引流,在看似合宜的地方切开,然后再施以看似需要的治疗。
Ὡς δὲ τὰ πολλὰ ἐπὶ παντὶ ἕλκει, ὅ τι ἂν κοιλίην ἔχῃ πρὸς τὸ ἰθὺ, καταφανὲς ἰδεῖν, οἰδήματος μὴ προσεόντος· [ὅ τι δ’ ἂν κοιλίην ἔχῃ μὴ πρὸς τὸ ἰθὺ ἢ οἰδήματος προσεόντος,] ἢν μὲν ἔῃ ἐν αὐτῷ σηπεδὼν, ἢ ἡ σὰρξ ὑπέῃ μυδῶσα καὶ σαπρὴ, ἔσται τοῦτο τὸ ἕλκος καὶ τὰ περιέχοντα τὸ ἕλκος ἰδεῖν μέλανα ὑποπέλια· καὶ τῶν ἐσθιομένων ἑλκέων, ὅπη ἂν φαγέδαινα ἐνέῃ, ἰσχυρότατά τε νέμηται καὶ ἐσθίῃ, ταύτῃ τοῦ ἕλκεος τὸ περιέχον χροιὴν ἕξει μέλαιναν ὑποπέλιον.
通常在所有伤口中,凡是拥有笔直向内延伸的空腔的伤口,在没有肿胀的情况下,都是显而易见的;[但如果空腔不笔直,或者伴有肿胀,]如果其中有腐烂,或者下方有潮湿且腐败的肌肉,那么这个伤口及其周围的部分看起来就会呈黑青色;在蚀烂性伤口中,凡是有贪食溃疡存在、且正极剧烈地蔓延和侵蚀的地方,伤口周围的部分就会呈现黑青色。
§1111. Καταπλάσματα οἰδημάτων καὶ φλεγμασίης τῆς ἐν τοῖσι περιέχουσιν· ἡ ἑφθὴ φλόμος, καὶ τῆς τριφύλλου τὰ φύλλα ὠμὰ, καὶ τοῦ ἐπιπέτρου τὰ φύλλα ἑφθὰ, καὶ τὸ πόλιον·
11. 针对周围部位肿胀和发炎的贴剂:煮熟的毛蕊花、生的三叶草叶、煮熟的景天叶以及百里香。
ἢν δὲ καὶ καθαίρεσθαι δέῃ τὸ ἕλκος, παντὰ μὲν καὶ ταῦτα καθαίρει· ἀτὰρ καὶ τῆς συκῆς τὰ φύλλα καὶ τῆς ἐλαίης, καὶ τὸ πράσιον.
如果伤口也需要清洁,所有这些都具有清洁作用;此外还有无花果叶、奥リーブ叶以及苦薄荷。
Ἕψειν δὲ ταῦτα πάντα, μάλιστα δὲ τούτων ἕψειν τὸν ἄγνον, καὶ τὴν συκῆν, καὶ τὴν ἐλαίην, καὶ τῆς σίδης τὰ φύλλα ὡσαύτως ἕψειν.
应当煎煮所有这些,尤其应当煎煮黄荆、无花果、奥リーブ,以及石榴叶也同样煎煮。
Ὠμοῖσι δὲ τοῖσίδε χρέεσθαι, τῆς μαλάχης τὰ φύλλα τρίβων ξὺν οἴνῳ, καὶ τοῦ πηγάνου τὰ φύλλα καὶ τῆς ὀριγάνου χλωρῆς· πᾶσι τούτοισι χρὴ τοῦ λίνου τὸν καρπὸν φρύξαντα καὶ κόψαντα ὡς λειότατον μιγνύναι.
生用则采用以下药物:将葵类叶与温酒一同研碎,以及芸香叶和新鲜的牛至;在所有这些药物中,必须加入经烘烤并研磨得极细的亚麻子。
Ὅκου δὲ ἐρυσίπελας κίνδυνος ἐφ’ ἕλκεσι γενέσθαι, τῆς ἰσάτιδος τὰ φύλλα τρίβων ὠμὰ καταπλάσσειν σὺν τῷ λίνῳ, ἢ τὸ λίνον δεύων στρύχνου χυλῷ ἢ ἰσάτιδος καταπλάσσειν.
对于伤口有并发丹毒危险的地方,将生的菘蓝叶研碎,与亚麻子一同外敷,或者用龙葵汁或菘蓝汁浸透亚麻子予以敷贴。
Ὅταν δὲ τὸ ἕλκος καθαρὸν μὲν ἔῃ, φλεγμαίνῃ δὲ τό τε ἕλκος καὶ τὰ περιέχοντα τοῦ ἕλκεος, φακὸν ἐν οἴνῳ ἑψήσας καὶ τρίψας λεῖον, ἐλαίῳ ὀλίγῳ φυρήσας, καταπλάσας, ἐπιδεῖν· καὶ τοῦ κυνοσβάτου ἑψήσας τὰ φύλλα ἐν ὕδατι, τρίψας λεῖα, καταπλάσσειν, ὀθόνιον ὑποτείνας λεπτὸν καθαρὸν, οἴνῳ καὶ ἐλαίῳ τέγξας· καὶ ὅταν ξυνάγειν βούλῃ, τοῦ κυνοσβάτου τὰ φύλλα, ὥσπερ τὸν φακὸν σκευάζειν.
当伤口已清洁,但伤口及周围部位均在发炎时,将小扁豆在温酒中煮熟并研至极细,拌入少量奥リーブ油,外敷后包扎;或者将野蔷薇叶在水中煮熟、研细后外敷,底下垫上用温酒和奥リーブ油浸湿的干净细麻布;当想要收敛伤口时,将野蔷薇叶按照调制小扁豆的方法予以调制。
Σαυρίδιον, οἶνος καὶ λίνου καρπὸς παραμίγνυται λεπτός· καὶ τόδε, ὁ τοῦ λίνου καρπὸς, καὶ ἄγνος ὠμὸς, καὶ μηλεία στυπτηρίη, ὄξει ταῦτα δευθέντα.
将蜥草、温酒及研细的亚麻子混合;以及该方:将亚麻子、生的黄荆、梅洛斯明矾用醋浸透后混合。