§44. Κατὰ ταύτας δὲ τὰς φλέβας καὶ ἐσαγόμεθα τὸ πουλὺ τοῦ πνεύματος·
4. 正是通过这些血管,我们吸入了大部分的空气。
αὗται γὰρ ἡμέων εἰσὶν ἀναπνοαὶ τοῦ σώματος τὸν ἠέρα ἐς σφᾶς ἕλκουσαι, καὶ ἐς τὸ σῶμα τὸ λοιπὸν ὀχετεύουσι κατὰ τὰ φλέβια, καὶ ἀναψύχουσι καὶ πάλιν ἀφιᾶσιν.
因为这些是我们身体的呼吸通道,将空气吸入自身,并通过细小的血管将它输送到身体的其余部分,使其冷却并再次释放。
Οὐ γὰρ οἷόν τε τὸ πνεῦμα στῆναι, ἀλλὰ χωρέει ἄνω καὶ κάτω· ἢν γὰρ στῇ που καὶ ἀποληφθῇ, ἀκρατὲς γίνεται ἐκεῖνο τὸ μέρος ὅπου ἂν στῇ·
因为空气是不可能停滞不前的,而是上下流动的;如果它在某处停滞并被阻断,停滞的那一部分就会变得无力(麻痺)。
τεκμήριον δέ· ὁκόταν καθημένῳ ἢ κατακειμένῳ φλέβια πιεσθῇ, ὥστε τὸ πνεῦμα μὴ διεξιέναι διὰ τῆς φλεβὸς, εὐθὺς νάρκη ἔχει.
这里有一个证据:当人坐着或躺着时,如果细小的血管受到压迫,以至于空气无法通过血管,便会立即产生麻木。
Περὶ μὲν τῶν φλεβῶν καὶ τῶν λοιπῶν οὕτως ἔχει.
关于血管及其他情况便是如此。
§55. Ἡ δὲ νοῦσος αὕτη γίνεται τοῖσι μὲν φλεγματίῃσι, τοῖσι δὲ χολώδεσιν οὔ.
5. 这种疾病发生在粘液质的人身上,而不会发生在胆汁质的人身上。
Ἄρχεται δὲ φύεσθαι ἐπὶ τοῦ ἐμβρύου ἔτι ἐν τῇ μήτρῃ ἐόντος· καθαίρεται γὰρ καὶ ἀνθέει, ὥσπερ τἄλλα μέρεα, πρὶν γενέσθαι, καὶ ὁ ἐγκέφαλος.
它在胚胎仍在子宫内时就开始生长;因为在出生前,大脑也像其他部位一样得到净化和发育。
Ἐν ταύτῃ δὲ τῇ καθάρσει ἢν μὲν καλῶς καὶ μετρίως καθαρθῇ καὶ μήτε πλέον μήτε ἔλασσον τοῦ δέοντος ἀποῤῥυῇ, οὕτως ὑγιεινοτάτην τὴν κεφαλὴν ἔχει· ἢν δὲ πλέονα ῥυῇ ἀπὸ παντὸς τοῦ ἐγκεφάλου καὶ ἀπότηξις πολλὴ γένηται, νοσώδεά τε τὴν κεφαλὴν ἕξει αὐξόμενος καὶ ἤχου πλέην, καὶ οὔτε ἥλιον οὔτε ψῦχος ἀνέξεται· ἢν δὲ ἀπὸ ἑνός τινος γένηται ἢ ὀφθαλμοῦ ἢ οὔατος, ἢ φλέψ τις συνισχνανθῇ, ἐκεῖνο κακοῦται τὸ μέρος, ὁκοίως ἂν καὶ τῆς ἀποτήξιος ἔχῃ· ἢν δὲ κάθαρσις μὴ ἐπιγένηται, ἀλλὰ ξυστραφῇ τῷ ἐγκεφάλῳ, οὕτως ἀνάγκη φλεγματώδεα εἶναι.
在这种净化中,如果它被良好且适度地净化,既没有流出过多也没有过少,那么他就会拥有最健康的头部;但如果从整个大脑中流出过多,并发生了大量的融化,他在成长过程中就会拥有一个多病的、充斥着耳鸣的头部,并且既不能忍受阳光也不能忍受寒冷;但如果这种情况发生在某个单一的部位,如眼睛或耳朵,或者某条血管萎缩了,那么该部位就会受损,具体取决于融化的程度;但如果净化没有发生,而是积聚在大脑中,那么他就必然会成为粘液质。
Καὶ ὁκόσοισι μὲν παιδίοισιν ἐοῦσιν ἐξανθέει ἕλκεα ἐς τὴν κεφαλὴν καὶ ἐς τὰ οὔατα καὶ ἐς τὸν ἄλλον χρῶτα, καὶ σιαλώδεα γίνεται καὶ μυξόῤῥοα, ταῦτα μὲν ῥήϊστα διάγει προϊούσης τῆς ἡλικίης· ἐνταῦθα γὰρ ἀφίει καὶ ἐκκαθαίρεται τὸ φλέγμα, ὃ ἐχρῆν ἐν τῇ μήτρῃ καθαρθῆναι· καὶ τὰ οὕτω καθαρθέντα οὐκ ἐπίληπτα γίνεται ταύτῃ τῇ νούσῳ ὡς ἐπὶ τὸ πουλύ.
那些在孩童时期,头部、耳朵以及其他皮肤表面爆出溃疡,并且多唾液和流鼻涕的孩子,随着年龄的增长会过得最轻松;因为在子宫里本应被净化的粘液,在这些地方被排出并清除干净了;如此得到净化的孩子,通常不会患上这种病。
Ὁκόσα δὲ καθαρά ἐστι, καὶ μήθ’ ἕλκος μηδὲν μήτε μύξα μήτε σίελον αὐτοῖς προέρχεται μηδὲν, μήτε ἐν τῇσι μήτρῃσι πεποίηται τὴν κάθαρσιν, τούτοισιν ἐπικίνδυνόν ἐστιν ἁλίσκεσθαι ὑπὸ ταύτης τῆς νούσου.
但是,那些身体干净、没有出现任何溃疡、鼻涕或唾液,且在子宫内也没有进行过净化的孩子,则有危险患上这种疾病。
§66. Ἢν δὲ ἑπὶ τὴν καρδίην ποιήσηται ὁ κατάῤῥος τὴν πορείην, παλμὸς ἐπιλαμβάνει καὶ ἄσθματα, καὶ τὰ στήθεα διαφθείρεται, ἔνιοι δὲ καὶ κυφοὶ γίνονται·
6. 如果粘液的流下(卡他)走向心脏,心悸和气喘就会侵袭他们,胸部也会受损,有些人甚至会变得驼背。
ὁκόταν γὰρ ἐπικατέλθῃ τὸ φλέγμα ψυχρὸν ἐπὶ τὸν πλεύμονα ἢ ἐπὶ τὴν καρδίην, ἀποψύχεται τὸ αἷμα αἱ δὲ φλέβες πρὸς βίην ψυχόμεναι πρὸς τῷ πλεύμονι καὶ τῇ καρδίῃ πηδῶσι, καὶ ἡ καρδίη πάλλεται, ὥστε ὑπὸ τῆς ἀνάγκης ταύτης τὰ ἄσθματα ἐπιπίπτειν καὶ τὴν ὀρθοπνοίην.
因为当寒冷的粘液下行到肺部或心脏时,血液就会变冷,而血管在肺部和心脏附近受到剧烈的冷却而跳动,心脏也随之悸动,以至于由于这种必然性,气喘和端坐呼吸便会发作。
Οὐ γὰρ δέχεται τὸ πνεῦμα ὅσον ἐθέλει, μέχρις ἂν κρατηθῇ τοῦ φλέγματος τὸ ἐπιῤῥυὲν καὶ διαθερμανθὲν διαχυθῇ ἐς τὰς φλέβας·
因为在流入的粘液被克服、变热并扩散到血管中之前,他无法吸入他所渴望的足够空气。
ἔπειτα παύεται τοῦ παλμοῦ καὶ τοῦ ἄσθματος·
随后,心悸和气喘就会停止。
παύεται δὲ ὅκως ἂν τοῦ πλήθεος ἔχῃ· ἢν μὲν γὰρ πλέον ἐπικαταῤῥυῇ, σχολαίτερον, ἢν δὲ ἔλασσον, θᾶσσον·
停止的速度取决于粘液的量:如果流下的较多,则停止得较慢;如果较少,则较快。
καὶ ἢν μὲν πυκνότεροι ἔωσιν οἱ κατάῤῥοοι, πυκνότερα ἐπίληπτος γίνεται, ἢν δὲ μὴ, ἀραιότερα.
如果流下更为频繁,他就会更频繁地发作癫痫,反之则较少发作。
Ταῦτα μὲν οὖν πάσχει, ἢν ἐπὶ τὸν πλεύμονα καὶ τὴν καρδίην ἴῃ· ἢν δὲ ἐς τὴν κοιλίην, διάῤῥοιαι λαμβάνουσιν.
如果粘液流向肺部和心脏,他就会遭受这些痛苦;但如果流向腹部,则会引起下痢。