Humanitext Reader

希波克拉底 · 论神圣病 §9-10

不同年龄的发病差异与温度变化的影响

第 6 段,共 9 段 · 希腊语

内容简介

解释成年人与老年人在癫痫发病过程中的差异,并阐明由于温度变化导致脑部收缩与松弛、进而引发粘液流下的机制。

§99. Τοὺς δὲ πρεσβυτέρους οὐκ ἀποκτείνει, ὁκόταν ἐπιγένηται, οὐδὲ διαστρέφει· αἵ τε γὰρ φλέβες εἰσὶ κοῖλαι καὶ αἵματος μεσταὶ θερμοῦ, ἃ οὐδὲ δύναται ἐπικρατῆσαι τὸ φλέγμα, οὐδ’ ἀποψῦξαι τὸ αἷμα, ὥστε καὶ πῆξαι, ἀλλ’ αὐτὸ κρατέεται καὶ καταμίγνυται τῷ αἵματι ταχέως·
9. 然而,成年人在此病发作时并不会死亡,也不会留下歪斜的后遗症;因为他们的血管宽敞且充满温热的血液,粘液既无法压倒这些,也无法使血液冷凝,相反,粘液自身会被压倒并迅速与血液混合。
καὶ οὕτω παραδέχονται αἱ φλέβες τὸν ἠέρα, καὶ τὸ φρόνημα γίνεται, τά τε σημήϊα τὸ προειρημένα ἧσσον ἐπιλαμβάνει διὰ τὴν ἰσχύν.
因此,血管能够吸入空气,意识得以恢复,而且由于他们身体的强壮,上述症状对他们的侵袭也较轻。
Τοῖσι δὲ πρεσβυτάτοισιν ὁκόταν ἐπιγένηται τοῦτο τὸ νούσημα, διὰ τοῦτο ἀποκτείνει ἢ παράπληκτον ποιέει, ὅτι αἱ φλέβες κεκένωνται καὶ τὸ αἷμα ὀλίγον τέ ἐστι καὶ λεπτὸν καὶ ὑδαρές.
但是,当这种疾病侵袭极年长的人(高龄者)时,要么致死,要么导致偏瘫;这是因为他们的血管已经空虚,血液量少、稀薄且多水。
Ἢν μὲν οὖν πολὺ παταῤῥυῇ καὶ χειμῶνος ἔῃ καιρὸς, ἀποκτείνει· ἀπέπνιξε γὰρ τὰς ἀναπνοὰς καὶ ἀπέπηξε τὸ αἷμα, ἢν ἐπ’ ἀμφότερα ὁ κατάῤῥοος γένηται· ἢν δὲ ἐπὶ θάτερα μοῦνον, παράπληκτον ποιέει·
因此,如果流下的粘液量多且值冬季,便会致死;因为如果双侧都发生流下,就会阻断呼吸并使血液凝固;但如果仅发生在单侧,则会引起偏瘫。
οὐ γὰρ δύναται τὸ αἷμα ἐπικρατῆσαι τοῦ φλέγματος λεπτὸν ἐὸν καὶ ψυχρὸν καὶ ὀλίγον, ἀλλ’ αὐτὸ κρατηθὲν ἐπάγη, ὥστε ἀκρατέα εἶναι ἐκεῖνα καθ’ ἃ τὸ αἷμα διεφθάρη.
因为血液稀薄、寒冷且量少,无法压倒粘液,反而自身被压倒而凝固,从而使血液受损的那些部位失去控制。
§1010. Ἐς δὲ τὰ δεξιὰ μᾶλλον καταῤῥέει ἢ ἐς τὰ ἀριστερὰ, ὅτι αἱ φλέβες εἰσὶ κοιλότεραι καὶ πλέονες ἢ ἐν τοῖσιν ἀριστεροῖσιν· ἀπὸ γὰρ τοῦ ἥπατος τείνουσι καὶ ἀπὸ τοῦ σπληνός.
10. 粘液向右侧流下的情况多于左侧,因为右侧的血管比左侧更宽敞、数量更多;因为它们是从肝脏和脾脏延伸出来的。
Ἐπικαταῤῥέει δὲ καὶ ἀποτήκεται τοῖσι μὲν παιδίοισι μάλιστα, οἷσιν ἂν διαθερμανθῇ ἡ κεφαλὴ ἤν τε ὑπὸ ἡλίου, ἤν τε ὑπὸ πυρὸς, καὶ ἐξαπίνης φρίξῃ ὁ ἐγκέφαλος· τότε γὰρ ἀποκρίνεται τὸ φλέγμα.
流下和溶化最常发生在头部被太阳或火烤热、且脑部突然受凉变冷发抖的儿童身上;因为此时粘液会分离出来。
Ἀποτήκεται μὲν γὰρ ἐκ τῆς θέρμης καὶ διαχύσιος τοῦ ἐγκεφάλου· ἀποκρίνεται δὲ ἀπὸ τῆς ψύξιός τε καὶ ξυστάσιος, καὶ οὕτως ἐπικαταῤῥέει.
脑部因受热和松弛而使粘液溶化,又因受冷和收缩而使粘液分离,并以此方式流下。
Τοῖσι μὲν αὕτη ἡ πρόφασις γίνεται, τοῖσι δὲ καὶ ἐπειδὰν ἐξαπίνης μετὰ βόρεια πνεύματα νότος μεταλάβῃ, ξυνεστηκότα τὸν ἐγκέφαλον καὶ εὐσθενέοντα ἔλυσε καὶ ἐχάλασεν ἐξαίφνης, ὥστε πλημμυρεῖν τὸ φλέγμα, καὶ οὕτω τὸν κατάῤῥοον ποιέεται.
对于一些儿童来说,这是诱因,而对于另一些儿童,当北风之后突然转为南风时,会使原本收缩且强健的脑部突然松弛并放开,从而使粘液泛滥,并以此产生流下。
Ἐπικαταῤῥέει δὲ καὶ ἐξ ἀδήλου, φόβου γινομένου, ἢν δείσῃ βοήσαντός τινος, ἢ καὶ μεταξὺ κλαίων μὴ οἷός τε ἔῃ τὸ πνεῦμα ταχέως ἀναλαβεῖν, οἷα γίνεται παιδίοισι πολλάκις·
此外,当产生无法预知的恐惧时,如果因有人大喊而受惊,或者在哭泣的过程中无法快速吸气(这在儿童中经常发生),也会发生流下。
ὅ τι δ’ ἂν τούτων αὐτῷ γένηται, εὐθὺς ἔφριξε τὸ σῶμα, καὶ ἄφωνος γενόμενος τὸ πνεῦμα οὐχ εἵλκυσεν, ἀλλὰ τὸ πνεῦμα ἠρέμησε, καὶ ὁ ἐγκέφαλος ξυνέστη, καὶ τὸ αἷμα ἔστη, καὶ οὕτως ἀπεκρίθη καὶ ἐπικατεῤῥύη τὸ φλέγμα.
无论这些情况中的哪一种发生,他的身体都会立即变冷,失声且无法吸气,呼吸停滞,脑部收缩,血液静止,粘液便以此分离并流下。
Τοῖσι μὲν παιδίοισιν αὗται αἱ προφάσιες τῆς ἐπιλήψιός εἰσι τὴν ἀρχήν.
对于儿童来说,这些是最初导致癫痫的诱因。
Τοῖσι δὲ πρεσβύτῃσιν ὁ χειμὼν πολεμιώτατός ἐστιν· ὅταν γὰρ παρὰ πυρὶ πολλῷ διαθερμανθῇ τὴν κεφαλὴν καὶ τὸν ἐγκέφαλον, ἔπειτα ἐν ψύχει γένηται καὶ ῥιγώσῃ, ἢ καὶ ἐκ ψύχεος εἰς ἀλέην ἔλθῃ καὶ παρὰ πυρὶ καθίσῃ, τωὐτὸ τοῦτο πάσχει, καὶ οὕτως ἐπίληπτος γίνεται κατὰ τὰ προειρημένα.
而对于老年人,冬季是最有害的季节;因为当他们在火炉旁过度加热头部和脑部,随后进入寒冷处受凉,或者从寒冷处进入温暖处坐在火炉旁时,他们就会遭受完全相同的情况,并如前所述般发作癫痫。
Κίνδυνος δὲ πολὺς καὶ ἦρος παθέειν τωὐτὸ τοῦτο, ἢν ἡλιωθῇ ἡ κεφαλή· τοῦ δὲ θέρεος ἥκιστα, οὐ γὰρ γίνονται μεταβολαὶ ἐξαπιναῖοι.
在春季,如果头部晒到太阳,也有很大的危险遭受同样的情况;但在夏季危险最小,因为不会发生剧烈的变化。
Ὁκόταν δὲ εἴκοσιν ἔτεα παρέλθῃ, οὐκ ἔτι ἡ νοῦσος αὕτη ἐπιλαμβάνει, ἢν μὴ ἐκ παιδίου ξύντροφος ἔῃ, ἀλλ’ ἢ ὀλίγους ἢ οὐδένα· αἱ γὰρ φλέβες μεσταί εἰσιν αἵματος, καὶ ὁ ἐγκέφαλος συνέστηκε καὶ ἐστὶ στρυφνὸς, ὥστε οὐκ ἐπικαταῤῥέει ἐπὶ τὰς φλέβας· ἢν δ’ ἐπικαταῤῥύη, τοῦ αἵματος οὐκ ἐπικρατέει, πολλοῦ καὶ θερμοῦ ἐόντος.
当二十岁过去后,除非此病自幼年起便与之共生,否则通常不会再发作,或者仅有极少数甚至无人发作;因为血管中充满了血液,且脑部已收缩并坚实,因此粘液不会流下到血管中;即使流下,也无法压倒多而温热的血液。

词汇与语法注释

  1. 9ἃ οὐδὲ δύναται ἐπικρατῆσαι τὸ φλέγμα — 关系代词 `ἃ`(中性复数)指代前述血管的状态(宽阔且充满温热的血液)。不定式 `ἐπικρατῆσαι` 的逻辑主语是 `τὸ φλέγμα`,而 `ἃ` 作为其直接宾语。
  2. 9ἐκεῖνα καθ’ ἃ — 指示代词 `ἐκεῖνα`(中性复数)指代受血液凝固影响的“身体部位”。关系代词 `ἃ` 引导关系从句,意为“在这些(部位)中/沿着这些(部位)”。
  3. 10τοῖσι μὲν αὕτη ἡ πρόφασις γίνεται, τοῖσι δὲ — 与格指示代词 `τοῖσι` 在此作为“关系或关涉与格”,指代不同的患者群体(儿童),构成“对于一些人来说,这是诱因,而对于另一些人来说……”的对比结构。
  4. 10μεταξὺ κλαίων — 副词 `μεταξύ` 与现在分词 `κλαίων` 直接连用,构成强调动作同时发生的惯用句式,意为“在哭泣的过程中”或“正当哭泣时”。

引用这一段

希波克拉底, 论神圣病 §9-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg027.humanitext-grc1:9-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。