Humanitext Reader

希波克拉底 · 论风 §4-7

作为致病根源的气与发热的机制

第 2 段,共 5 段 · 希腊语

内容简介

作者论述了“气(空气)”在生命活动与疾病中的决定性作用,强调了呼吸的绝对必要性,并指出疾病源于气的异常进出或污染。接着,作者以发热为例(分为流行性瘟疫与个人因不良养生法引起的发热),阐明了其发病机制与气的密切关系。

§44. Διότι μὲν οὖν ἐν τοῖσιν ἄλλοισιν ὁ ἀὴρ ἔῤῥωται, εἴρηται· τοῖσι δ’ αὖ θνητοῖσιν οὗτος αἴτιος τοῦ τε βίου, καὶ τῶν νούσων τοῖσι νοσέουσι·
4. 因此,关于空气在其他事物中具有强大力量的原因,已经做了阐述;但另一方面,对于凡人来说,这既是生命的起因,也是生病者患病的根源。
τοσαύτη δὲ τυγχάνει πᾶσιν ἡ χρείη τοῖσι σώμασι τοῦ πνεύματος ἐοῦσα, ὥστε τῶν μὲν ἄλλων ἁπάντων ἀποσχόμενος ὥνθρωπος καὶ σιτίων καὶ ποτῶν δύναιτ’ ἂν ἡμέρας δύο καὶ τρεῖς καὶ πλέονας διάγειν· εἰ δέ τις ἀπολάβοι τὰς τοῦ πνεύματος ἐς τὸ σῶμα διεξόδους, ἐν βραχεῖ μέρει ἡμέρης ἀπόλοιτο ἂν, ὡς μεγίστης τῆς χρείης ἐούσης τῷ σώματι τοῦ πνεύματος.
事实上,所有身体对气的需求是如此巨大,以至于一个人即使节制所有其他事物,包括食物和饮料,也能够维持两三天甚至更久;但如果有人切断了气进入身体的通道,在一天中极短的一段时间内就会死亡,这表明身体对气的需求是最为巨大的。
Ἔτι τοίνυν τὰ μὲν ἄλλα πάντα διαλείπουσιν οἱ ἄνθρωποι πρήσσοντες, ὁ γὰρ βίος μεταβολέων πλέως ἐστί· τοῦτο δὲ μοῦνον ἀεὶ διατελέουσιν ἅπαντα τὰ θνητὰ ζῶα πρήσσοντα, τοτὲ μὲν ἐμπνέοντα, τοτὲ δὲ ἐκπνέοντα.
此外,人类在做所有其他事情时都会有所停顿,因为生活充满了变化;唯独这一件事,所有凡俗动物都始终不懈地进行着,时而吸气,时而呼气。
§55. Ὅτι μὲν οὖν μεγάλη κοινωνίη ἅπασι τοῖσι ζώοισι τοῦ ἠέρος ἐστὶν, εἴρηται·
5. 因此,所有动物都极大程度地参与了空气,这一点已经做了阐述。
μετὰ τοῦτο τοίνυν εὐθέως ῥητέον, ὅτι οὐκ ἄλλοθέν ποθεν εἰκός ἐστι γίνεσθαι τὰς ἀῤῥωστίας μάλιστα, ἢ ἐντεῦθεν, ὅταν τοῦτο ἢ πλέον, ἢ ἔλασσον, ἢ καὶ ἀθροώτερον, ἢ μεμιασμένον νοσεροῖσι μιάσμασιν, ἐς τὸ σῶμα ἐσέλθῃ.
那么在此之后,必须立刻指出,疾病最有可能不从其他任何地方产生,而正是源于此:即当这气体以过多、或过少、或过于突然的方式,或者被病态的污秽物污染后进入身体。
Περὶ μὲν οὖν ὅλου τοῦ πρήγματος ἀρκέει μοι ταῦτα· μετὰ δὲ ταῦτα πρὸς αὐτὰ τὰ ἔργα τῷ λόγῳ πορευθεὶς, ἐπιδείξω τὰ νοσήματα τούτου ἀπόγονά τε καὶ ἔκγονα πάντα ἐόντα.
关于整个事情的大体,这些对我来说已经足够了;在此之后,我将在论述中转向实际的现象,证明所有的疾病都是这气体的后代和产物。
§66. Πρῶτον δὲ ἀπὸ τοῦ κοινοτάτου νοσήματος ἄρξομαι, πυρετοῦ· τοῦτο γὰρ τὸ νόσημα πᾶσιν ἐφεδρεύει τοῖσιν ἄλλοισιν νουσήμασι, μάλιστα δὲ φλεγμονῇ· δηλοῖ δὲ τὰ γινόμενα προσκόμματα· ἅμα γὰρ τῇ φλεγμονῇ εὐθὺς βουβὼν καὶ πυρετὸς ἕπεται.
6. 首先,我将从最常见的疾病——发热开始;因为这种疾病伴随着所有其他疾病,特别是炎症;而发生的障碍也表明了这一点:因为在炎症发生的同时,鼠蹊腺炎和发热立刻随之而来。
Ἔστι δὲ δισσὰ εἴδεα πυρετῶν, ὡς ταύτῃ διελθεῖν· ὁ μὲν κοινὸς ἅπασι καλεόμενος λοιμός· ὁ δὲ διὰ πονηρὴν δίαιταν ἰδίῃ τοῖσι πονηρῶς διαιτεομένοισι γινόμενος·
如果这样划分的话,发热有两种类型:一种是所有人共有的,被称为瘟疫;另一种是因为不良的养生法,在饮食起居不当的个人身上单独发生的。
ἀμφοτέρων δὲ τουτέων αἴτιος ὁ ἀήρ.
而这两者的原因都是空气。
Ὁ μὲν οὖν κοινὸς πυρετὸς διὰ τοῦτο τοιοῦτός ἐστιν, ὅτι πνεῦμα τωὐτὸ πάντες ἕλκουσιν· ὁμοίου δὲ ὁμοίως τοῦ πνεύματος τῷ σώματι μιχθέντος, ὅμοιοι καὶ οἱ πυρετοὶ γίνονται.
因此,共同的发热之所以是这种性质,是因为所有人吸入的是相同的气;当相同的气以相同的方式与身体混合时,发热也就变得相似。
Ἀλλ’ ἴσως φήσει τις· διὰ τί οὖν οὐχ ἅπασι τοῖσι ζώοισι, ἀλλ’ ἔθνει τινὶ αὐτέων ἐπιπίπτουσιν αἱ τοιαῦται νοῦσοι;
但也许有人会说:那么为什么这种疾病不落在所有动物身上,而只落在它们之中的某一特定物种身上呢?
Διότι, φαίην ἂν, διαφέρει σῶμα σώματος, καὶ φύσις φύσιος, καὶ τροφὴ τροφῆς·
我会说,这是因为身体与身体不同,本性与本性不同,营养与营养不同。
οὐ γὰρ πᾶσι τοῖσιν ἔθνεσι τῶν ζώων ταὐτὰ οὔτ’ ἀνάρμοστα οὔτ’ εὐάρμοστά ἐστιν, ἀλλ’ ἕτερα ἑτέροισι ξύμφορα, καὶ ἕτερα ἑτέροισιν ἀξύμφορα.
因为同样的事物对所有动物的物种来说,既非都不适合,也非都适合,而是某些事物对某些物种有益,其他事物对其他物种有害。
Ὁκόταν μὲν οὖν ὁ ἀὴρ τοιουτέοισι χρωσθῇ μιάσμασιν, ἃ τῇ ἀνθρωπίνῃ φύσει πολέμιά ἐστιν, ἄνθρωποι τότε νοσέουσιν· ὅταν δὲ ἑτέρῳ τινὶ ἔθνει ζώων ἀνάρμοστος ὁ ἠὴρ γένηται, κεῖνα τότε νοσέουσιν.
因此,每当空气被对人类本性有害的污秽物染污时,人类在那时就会生病;而当空气变得不适合其他某种动物的物种时,那些动物在那时就会生病。
§77. Αἳ μὲν οὖν δημόσιαί εἰσι τῶν νούσων, εἴρηται, καὶ ὅτε καὶ ὅκως, καὶ οἷσι, καὶ ἀπὸ τεῦ γίνονται· τὸν δὲ διὰ πονηρὴν δίαιταν γινόμενον πυρετὸν διέξειμί σοι.
7. 因此,关于那些流行性的疾病,它们在何时、如何、在谁身上、以及因何而产生,已经做了阐述;接下来,我将向你详细说明因不良养生法而产生的发热。
Πονηρὴ δέ ἐστιν ἡ τοιήδε δίαιτα, τοῦτο μὲν ὅταν τις πλέονας τροφὰς ἢ ὑγρὰς ἢ ξηρὰς διδῷ τῷ σώματι ἢ τὸ σῶμα δύναται φέρειν, καὶ πόνον μηδένα τῷ πλήθει τῶν τροφῶν ἀντιτιθῇ, τοῦτο δὲ ὅταν ποικίλας καὶ ἀνομοίους ἀλλήλῃσιν ἐσπέμπῃ τροφάς· τὰ γὰρ ἀνόμοια στασιάζει, καὶ τὰ μὲν θᾶσσον, τὰ δὲ σχολαίτερον πέσσεται.
不良的养生法是这样的:一方面,当有人给予身体超出身体所能承受的、无论是湿的还是干的过量营养,且不进行任何与营养数量相抗衡的劳作;另一方面,当人引入多样且互不相同的营养时;因为不相同的事物会发生冲突,有些消化得快一些,有些则慢一些。
Μετὰ δὲ πολλῶν σιτίων ἀνάγκη καὶ πολλὸν πνεῦμα ἐσιέναι· μετὰ πάντων γὰρ τῶν ἐσθιομένων καὶ πινομένων ἀπέρχεται πνεῦμα ἐς τὸ σῶμα, ἢ πλέον, ἢ ἔλασσον.
伴随着大量的食物,必然也有大量的气进入体内;因为伴随着所有吃下去和喝下去的东西,或多或少,都有气进入身体。
Φανερὸν δὲ τοῦτο τῷδέ ἐστιν· ἐρυγαὶ γὰρ γίνονται μετὰ τὰ σιτία καὶ τὰ ποτὰ τοῖσι πλείστοισιν· ἀνατρέχει γὰρ ὁ κατακλεισθεὶς ἀὴρ, ὁκόταν ἀναῤῥήξῃ τὰς πομφόλυγας, ἐν ᾗσι κρύπτεται.
这从以下一点可以看出:大多数人在吃喝之后都会打嗝;因为被封闭的空气在冲破隐藏它的小气泡时,就会向上逆行。
Ὅταν οὖν τὸ σῶμα σιτίων πλησθῇ, καὶ πνεύματος πλησμονὴ ἐπὶ πλέον γίνεται, τῶν σιτίων χρονιζομένων· χρονίζεται δὲ τὰ σιτία, διὰ τὸ πλῆθος οὐ δυνάμενα διελθεῖν· ἐμφραχθείσης δὲ τῆς κάτω κοιλίης, ἐς ὅλον τὸ σῶμα διέδραμον αἱ φῦσαι· προσπεσοῦσαι δὲ πρὸς τὰ ἐναιμότατα τοῦ σώματος ἔψυξαν· τουτέων δὲ τῶν τόπων ψυχθέντων, ὅκου αἱ πηγαὶ καὶ αἱ ῥίζαι τοῦ αἵματός εἰσι, διὰ παντὸς τοῦ σώματος ἡ φρίκη διῆλθεν· ἅπαντος δὲ τοῦ αἵματος ψυχθέντος, ἅπαν τὸ σῶμα φρίσσει.
因此,当身体充满食物时,由于食物的滞留,气的过饱也随之增加;而食物之所以滞留,是因为数量过多而无法通过;当下腹部闭塞时,气体便跑遍全身;当它们撞击到身体血液最丰富的部位时,就会使其冷却;而当这些部位——即血液的源头和根基所在之处——被冷却时,恶寒便传遍全身;当所有的血液都被冷却时,整个身体就会发抖。

词汇与语法注释

  1. 4τοσαύτη δὲ τυγχάνει πᾶσιν ἡ χρείη τοῖσι σώμασι τοῦ πνεύματος ἐοῦσα — 此处为非无人称的 `τυγχάνω` 伴随分词 `ἐοῦσα`(`εἰμί` 的爱奥尼亚方言现在分词阴性单数主格,与主语 `ἡ χρείη` 一致)的句式,用以强调“现处于……状态”的事实。
  2. 4ὥνθρωπος — 冠词 `ὁ` 与名词 `ἄνθρωπος` 发生混画(crasis)缩写后的形式。融合后的元音上方置有冠状气符(coronis)。
  3. 6ὡς ταύτῃ διελθεῖν — 限定性不定式(或绝对不定式)的用法。属于一种惯用表达,意为“如果这样划分的话”,以此限制讨论的范围。
  4. 7τοῦτο μὲν ὅταν... τοῦτο δὲ ὅταν... — 相关联使用的 `τοῦτο μὲν... τοῦτο δὲ...` 是用于并列或对比列举的句式,意为“一方面……另一方面……”或“第一……第二……”。
  5. 7ἐμφραχθείσης δὲ τῆς κάτω κοιλίης — 属格绝对(genitive absolute)结构。在此表示在一系列病理因果过程(下腹部闭塞→气体跑入)中,作为前提条件的暂时性或原因性背景。

引用这一段

希波克拉底, 论风 §4-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg021.humanitext-grc1:4-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。