§1010. Ἴσως δ’ ἄν τις εἴποι·
10. 也许有人会说:“那么,流液是如何因气体而产生的呢?
πῶς οὖν τὰ ῥεύματα γίνεται διὰ τὰς φύσας; ἢ τίνα τρόπον τῶν αἱμοῤῥαγιῶν τῶν περὶ τὰ στέρνα τοῦτο αἴτιόν ἐστιν;
或者,这又是如何成为胸部出血的原因呢?
οἶμαι δὲ καὶ ταῦτα δηλώσειν διὰ τωὐτὸ γινόμενα.
”我想,我同样可以证明这些也是由于相同的原因产生的。
Ὅταν αἱ περὶ τὴν κεφαλὴν φλέβες γεμισθῶσιν ἠέρος, πρῶτον μὲν ἡ κεφαλὴ βαρύνεται τῶν φυσέων ἐγκειμένων· ἔπειτα εἰλεῖται τὸ αἷμα, οὐ διαχέειν δυναμένων διὰ τὴν στενότητα τῶν ὁδῶν· τὸ δὲ λεπτότατον τοῦ αἵματος διὰ τῶν φλεβῶν ἐκθλίβεται·
当头部周围的血管充满空气时,首先,由于气体封闭其中,头部会变得沉重;接着,由于通道狭窄,血管无法分散血液,血液便会淤积;而血液中最稀薄的部分就会通过血管被挤压出来。
τοῦτο δὴ τὸ ὑγρὸν ὅταν ἀθροισθῇ, ῥεῖ δι’ ἄλλων πόρων· ὅποι δ’ ἂν ἀθρόον ἀφίκηται τοῦ σώματος, ἐνταῦθα ξυνίσταται ἡ νοῦσος·
当这种液体积聚时,它就会流经其他的孔道;无论它一举到达身体的哪个部位,疾病就在那里形成。
ἢν μὲν οὖν ἐπὶ τὴν ὄψιν ἔλθῃ, ταύτης ὁ πόνος· ἢν δὲ ἐς τὰς ἀκοὰς, ἐνταῦθ’ ἡ νοῦσος· ἢν δὲ ἐς τὰς ῥῖνας, κόρυζα γίνεται· ἢν δὲ ἐς τὰ στέρνα, βράγχος καλέεται.
因此,如果流向眼睛,那里就会产生疼痛;如果流向耳朵,疾病就在那里;如果流向鼻子,就会形成鼻塞;如果流向胸部,则被称为声音嘶哑。
Τὸ γὰρ φλέγμα δριμέσι χυμοῖσι μεμιγμένον, ὅποι ἂν προσπέσῃ ἐς ἀήθεας τόπους, ἑλκοῖ· τῇ δὲ φάρυγγι ἁπαλῇ ἐούσῃ ῥεῦμα προσπῖπτον τρηχύτητας ἐμποιέει·
因为混合了辛辣体液的粘液,无论落到哪里不习惯它的部位,都会引起溃疡;而咽喉娇嫩,流液落到上面就会引起粗糙不适。
τὸ γὰρ πνεῦμα τὸ διαπνεόμενον διὰ τῆς φάρυγγος ἐς τὰ στέρνα βαδίζει, καὶ πάλιν ἐξέρχεται διὰ τῆς ὁδοῦ ταύτης· ὅταν οὖν ἀπαντήσῃ τῷ ῥεύματι τὸ πνεῦμα κάτωθεν ἰὸν κάτω ἰόντι, βὴξ ἐπιγίνεται, καὶ ἀναῤῥίπτεται ἄνω τὸ φλέγμα·
因为通过咽喉呼吸的气流向胸部,又通过这条通道返回;因此,当自下而上的气与向下的流液相遇时,就会引起咳嗽,粘液被向上吐出。
τουτέων δὲ τοιουτέων ἐόντων, ἡ φάρυγξ ἑλκοῦται, καὶ τρηχύνεται, καὶ θερμαίνεται, καὶ ἕλκει τὸ ἐκ τῆς κεφαλῆς ὑγρὸν θερμὴ ἐοῦσα· ἡ δὲ κεφαλὴ πάλιν παρὰ τοῦ ἄλλου σώματος λαμβάνουσα ταύτῃ διδοῖ·
在这些情况的作用下,咽喉发生溃疡,变得粗糙并受热,因其变热,又吸引了来自头部的液体;而头部则轮流从身体其他部位吸收液体,并将其输送到这里。
ὁκόταν γοῦν ἐθισθῇ τὸ ῥεῦμα ταύτῃ ῥέειν καὶ χαραδρωθέωσιν οἱ πόροι, διαδιδοῖ ἤδη καὶ ἐς τὰ στέρνα, δριμὺ δὲ ἐὸν τὸ φλέγμα προσπῖπτόν τε τῇ σαρκὶ ἑλκοῖ καὶ ἀναῤῥηγνύει τὰς φλέβας.
总之,一旦流液习惯于流向这里,通道被冲刷成沟渠,它就已经扩散到胸部;而粘液是辛辣的,当它落到肌肉上时,就会引起溃疡并使血管破裂。
Ὁκόταν δὲ ἐκχυθῇ τὸ αἷμα ἐς ἀλλότριον τόπον, χρονιζόμενον καὶ σηπόμενον γίνεται πῦον, καὶ οὔτε ἄνω δύναται ἀνελθεῖν, οὔτε κάτω ὑπελθεῖν· ἄνω γὰρ οὐκ εὔπορος ἡ πορείη προσάντης τις οὖσα ὑγρῷ χρήματι καὶ ἑτέρῳ παντὶ βάρος ἔχοντι· κάτω δὲ κωλύει φραγμὸς ὁ τῶν φρενῶν.
当血液流出到异常的部位,久置腐烂便化为脓,既不能上升,也不能下降;因为向上流动的通道并不容易,对于液体以及其他所有具有重量的东西来说,那是一条上坡路;而向下流动则有横膈膜的障壁阻挡。
Διὰ τί δὲ δήποτε τὸ ῥεῦμα ἀναῤῥήγνυται τὸ μὲν αὐτόματον, τὸ δὲ διὰ πόνους;
但是,为什么血管破裂有些是自发的,有些是因为劳累呢?
αὐτόματον μὲν οὖν, ὅταν αὐτόματος ὁ ἀὴρ ἐλθὼν ἐς τὰς φλέβας στενοχωρίην ποιήσῃ τῇσι τοῦ αἵματος διεξόδοισιν· τότε γὰρ πιεζεύμενον τὸ αἷμα πουλὺ γενόμενον ἀναῤῥηγνύει τοὺς πόρους, ᾗ ἂν ὡς τὰ μάλιστα βρίσῃ· ὅσοι δὲ διὰ πόνων πλῆθος ᾑμοῤῥάγησαν, καὶ τούτοισιν οἱ πόνοι πνεύματος ἐνέπλησαν τὰς φλέβας, ἀνάγκη γὰρ τὸν πονέοντα τόπον κατέχειν τὸ πνεῦμα, τὰ δὲ ἄλλα τοῖσιν εἰρημένοισιν ὅμοια γίνεται.
自发地破裂,是当空气自发地进入血管,给血液的通道造成狭窄时;因为那时受压而变多的血液,会在压力最大的地方撑破孔道;而凡是因为劳累过度而出血的人,也是劳累使他们的血管里充满了气——因为气必然会占据疼痛的部位——而其他的情况则与已述的相似。
§1111. Τὰ δὲ ῥήγματα πάντα γίνεται διὰ τάδε· ὁκόταν ὑπὸ βίης διαστέωσιν αἱ σάρκες ἀπ’ ἀλλήλων, ἐς δὲ τὴν διάστασιν ὑποδράμῃ πνεῦμα, τοῦτο τὸν πόνον παρέχει.
11. 所有的破裂都是由于这个原因产生的:当肌肉在强力下彼此分离,而气乘虚进入这分离的缝隙中时,这就会引起疼痛。
§1212. Ἢν δὲ διὰ τῶν σαρκῶν αἱ φῦσαι διεξιοῦσαι τοὺς πόρους τοῦ σώματος ἀραιοὺς ποιήσωσιν, ἕπεται δὲ τῇσι φύσῃσιν ὑγρασίη, ἧς τὴν ὁδὸν ὁ ἀὴρ ἀπειργάσατο· διαβρόχου δὲ γενομένου τοῦ σώματος, ὑπεκτήκονται μὲν αἱ σάρκες, οἰδήματα δὲ ἐς τὰς κνήμας καταβαίνει· καὶ λέγεται τὸ τοιοῦτον νόσημα ὕδρωψ.
12. 如果气体穿过肌肉使身体的孔道变得稀疏,而水分紧随这些气体其后,空气已为其开辟了道路;当身体变得湿透时,肌肉便从下方融化,肿胀下降到小腿,这种疾病被称为水肿。
Μέγιστον δὲ σημεῖον, ὅτι φῦσαι τοῦ νουσήματός εἰσιν αἴτιαι, τόδε ἐστίν· ἤδη τινὲς ὀλεθρίως ἔχοντες ἐκαύθησαν καὶ ἐκενώθησαν τοῦ ὕδατος· παραυτίκα μὲν τὸ ἐξιὸν ἐκ τῆς κοιλίης ὕδωρ πολὺ φαίνεται, χρονιζόμενον δὲ ἔλασσον γίνεται.
气体是该病原因的最大证据如下:已经有一些病入膏肓的人接受了灼术,并排空了积水;起初,从腹部排出的水显得很多,但久置后就变少了。
Διὰ τί οὖν γίγνεται καὶ τοῦτο, δῆλον· ὅτι παραυτίκα μὲν τὸ ὕδωρ ἠέρος πλῆρές ἐστιν· ὁ δὲ ἀὴρ ὄγκον παρέχεται μέγαν· ἀπιόντος δὲ τοῦ πνεύματος, ὑπολείπεται τὸ ὕδωρ αὐτό· διὸ δὴ φαίνεται μὲν μικρὸν ἐὸν, ἔστι δὲ ἴσον.
这究竟是为什么,显而易见:因为起初水里充满了空气,而空气提供了巨大的体积;但当气散去后,就只剩下了水本身;因此它虽然显得变小了,但其实量是相等的。
Ἄλλο δὲ αὐτέων τόδε σημεῖον· κενωθείσης γὰρ παντελῶς τῆς κοιλίης, οὐδ’ ἐν τρισὶν ἡμέρῃσιν ὕστερον πάλιν πλήρεις γίνονται.
关于他们的另一个证据是:当腹部被完全排空后,甚至在三天之后腹部又会再次变满。
Τί οὖν ἄρα ἐστὶ τὸ πληρῶσαν, ἀλλ’ ἢ πνεῦμα;
那么,除了气之外,究竟是什么填满了它呢?
τί γὰρ ἂν οὕτως ἄλλο ταχέως ἐξεπλήρωσεν;
还有什么别的东西能如此迅速地填满呢?
οὐ γὰρ δήπου ποτόν γε τοσοῦτον ἐσῆλθεν ἐς τὸ σῶμα· καὶ μὴν οὐδὲ σάρκες ὑπάρχουσιν ἔτι αἱ τηξόμεναι· λείπεται γὰρ ὀστέα καὶ νεῦρα καὶ ἶνες, ἀφ’ ὧν οὐδενὸς οὐδεμίη δύναιτ’ ἂν αὔξησις ὕδατος γεγενῆσθαι.
因为绝不是有那么多饮料进入了体内;而且也已经没有可以融化的肌肉了;只剩下了骨头、筋腱和纤维,而从这些东西中,无论如何也不可能产生任何积水的增加。