§1616. Χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἢ ἔσω, ἢ ἔξω, ἔσω δὲ τὰ πλεῖστα.
16. 手腕关节向内侧或向外侧脱臼,大多数向内侧。
Σημεῖα δ᾿ εὔσημα· ἢν μὲν ἔσω, ξυγκάμπτειν ὅλως σφῶν τοὺς δακτύλους οὐ δύνανται· ἢν δ᾿ ἔξω, ἐκτείνειν.
其征象显而易见:若是向内侧,患者完全无法弯曲手指;若是向外侧,则无法伸展。
ἐμβολὴ δὲ, ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δ᾿ ἀντιτείνειν, τὸ δὲ ἐξέχον ἢ θέναρι ἢ πτέρνῃ ἅμα ἀπωθέειν πρόσω καὶ κάτωθεν κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον τε μαλθακὸν ὑποθεὶς, κἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην.
整复法为:将手指置于桌上,一些人进行牵引,另一些人进行反向牵引,同时用掌根或手后跟将突出部分向前推,并从另一块骨头的下方推,下方垫以软物,若突出部向上,则将手覆转(旋前),若向下,则将手仰放(旋后)。
Ἴησις, ὀθονίοισιν.
治疗使用绷带。
§1717. Ὅλη δὲ ἡ χεὶρ ὀλισθάνει ἢ ἔσω ἢ ἔξω, μάλιστα δὲ ἔσω, ἢ ἔνθα ἢ ἔνθα· ἔστι δ᾿ ὅτε ἡ ἐπίφυσις ἐκινήθη· ἔστι δ᾿ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη.
17. 整个手部向内侧或外侧脱臼,最常见的是向内侧,或者向这边或那边;有时是骨骺发生位移,有时是两块骨头中的一块发生分离。
Τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη, καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δ᾿ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, καὶ ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, ἢ χερσὶν ἐπὶ τραπέζης, ἢ πτέρνῃ.
对于这些情况,必须进行强力的牵引,将突出的部分推回,并将另一部分向相反方向推,同时在两个方向上(即向后和向侧面),或在桌上用手推,或用手后跟推。
Παλίγκοτα δὲ καὶ ἀσχήμονα, τῷ χρόνῳ δὲ κρατύνεται ἐς χρῆσιν.
这些情况既令人痛苦又不美观,但随着时间的推移,它们会变得强健以供使用。
Ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ, καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι· ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, ἢ τὰ κατήγματα, καὶ καταχύσει πλέονι χρῆσθαι.
治疗是用绷带将手和前臂包扎在一起,并夹上副木直至手指;在夹上副木时,要比骨折时更频繁地解开,并使用更多的温水冲洗。
§1818. Ἐκ γενεῆς δὲ, βραχυτέρη ἡ χεὶρ γίνεται, καὶ ἡ μινύθησις σαρκῶν μάλιστα τἀναντία, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.
18. 若是先天性的,手部会变短,肌肉的萎缩主要发生在与脱臼相反的一侧;而对于已发育完全的人,骨骼保持原样。
§1919. Δακτύλου δὲ ἄρθρον ὀλισθὸν μὲν, εὔσημον, οὐ δεῖ γράφειν.
19. 手指关节的脱臼是显而易见的,无需赘述。
ἐμβολὴ δὲ αὐτοῦ ἥδε· κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν.
其整复法如下:将其向直线上牵引,将突出的部分推回,并将相反的部分向另一侧推。
Ἴησις δὲ ἡ προσήκουσα, τοῖσιν ὀθονίοισιν ἐπίδεσις.
适当的治疗是使用绷带进行包扎。
Μὴ ἐμπεσὸν γὰρ ἐπιπωροῦται ἔξωθεν.
因为如果未复位,外部会形成骨痂并固定。
Ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει ἐξαρθρήσαντα τὰ ὀστέα βραχύνεται κάτω τοῦ ὀλισθήματος· καὶ σάρκες μινύθουσι τἀναντία μάλιστα, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.
若是先天性或在发育期脱臼,骨骼在脱臼部下方会变短;且肌肉萎缩主要发生在与脱臼相反的一侧;而对于已发育完全的人,骨骼保持原样。
§2020. Μηροῦ ἄρθρον ἐκπίπτει κατὰ τρόπους τέσσαρας· ἔσω πλεῖστα, ἔξω δεύτερον, τὰ δ᾿ ἄλλα ὁμοίως.
20. 股关节(大腿关节)脱臼有四种方式:最常向内侧,其次向外侧,其余两种情况相似。
Σημεῖα· κοινὸν μὲν τὸ ἕτερον σκέλος· ἴδιον δὲ τοῦ μὲν εἴσω· παρὰ τὸν περίνεον ψαύεται ἡ κεφαλὴ, ξυγκάμπτουσιν οὐχ ὁμοίως, δοκέει δὲ μακρότερον τὸ σκέλος, καὶ πουλὺ, ἢν μὴ ἐς μέσον ἀμφότερα ἄγων παρατείνῃς· καὶ γὰρ οὖν ἔξω ὁ ποὺς καὶ τὸ γόνυ ῥέπει.
征象:共同的征象是另一条腿(的对比);而向内侧脱臼所特有的是:在会阴旁可触及股骨头,无法同样弯曲,且腿部显得较长,甚至长出很多,除非你将双腿都拉向中央并进行伸展;实际上,足部和膝部都会向外偏斜。
Ἢν μὲν οὖν ἐκ γενεῆς ἢ ἐν αὐξήσει ἐκπέσῃ, βραχύτερος ὁ μηρὸς, ἧσσον δὲ κνήμη, κατὰ λόγον δὲ τἄλλα· μινύθουσι δὲ σάρκες, μάλιστα δὲ ἔξω.
因此,若是先天性或在发育期脱臼,大腿骨会缩短,小腿骨缩短较少,其他部分也按比例缩短;肌肉萎缩,特别是在外侧。
Οὗτοι κατοκνέουτιν ὀρθοῦσθαι, καὶ εἰλέονται ἐπὶ τὸ ὑγιές· ἢν δὲ ἀναγκάζωνται, σκίμπονι ἑνὶ ἢ δυσὶν ὁδοιπορέουσι, τὸ δὲ σκέλος αἴρουσιν· ὅσῳ γὰρ μεῖον, τόσῳ ῥᾷον.
这些患者害怕直立,并向健侧倾斜;如果被迫行走,他们会拄着一根或两根拐杖,并抬起患肢;因为患肢越短,抬起就越容易。
Ἢν δ᾿ ηὐξημένοισι, τὰ μὲν ὀστέα μένει, αἱ δὲ σάρκες μινύθουσιν, ὡς προείρηται· ὁδοιπορέουσι δὲ περιστροφάδην ὡς βόες, ἐν δὲ τῷ κενεῶνι καμπύλοι, ἐπὶ τὸ ὑγιὲς ἐξίσχιοι ἐόντες· τῷ μὲν γὰρ ἀνάγκη ὑποβαίνειν, ὡς ὀχέῃ, τῷ δ᾿ ἀποβαίνειν (οὐ γὰρ δύναται ὀχέειν), ὥσπερ οἱ ἐν ποδὶ ἕλκος ἔχοντες.
但对于已发育完全的人,骨骼保持原样,而肌肉则如前所述发生萎缩;他们走路时像牛一样打圈旋转,在腰部弯曲,健侧的股骨部向外突出;因为一条腿(健侧)必须置于身下以支撑体重,而另一条腿(患侧)则必须避开负重(因为它无法支撑),就像脚上有伤口的人一样。
Κατὰ δὲ τὸ ὑγιὲς, πλάγιον ξύλῳ τῷ σώματι ἀντικοντέουσι, τὸ δὲ σιναρὸν τῇ χειρὶ ὑπὲρ τοῦ γούνατος καταναγκάζουσιν, ὡς ὀχέειν ἐν τῇ μεταβάσει τὸ σῶμα.
在健侧,他们用拐杖斜撑着身体,而患侧则用手压在膝盖上方,以便在步态转换时支撑身体。
Ἰσχίων κάτωθεν, εἰ χρῆται, κάτωθεν ἧσσον μινύθει καὶ ὀστέα, μᾶλλον δὲ σάρκες.
在臀部以下,如果使用患肢,下方的骨骼萎缩较少,而肌肉萎缩较多。