§2424. Οἷσι δὲ ἐς τοὔμπροσθεν, σημεῖα τἀναντία, ὄπισθεν λαπαρὸν, ἔμπροσθεν ἐξέχον, ἥκιστα ξυγκάμπτουσιν οὗτοι τὸ σκέλος, μάλιστα δὲ ἐκτείνουσιν·
24. 对于向前方脱臼的人,其征象相反:后方凹陷,前方突出;他们最难弯曲腿部,但最能伸展。
ὀρθὸς ποὺς, σκέλος ἴσον, πτέρνα· βραχεῖ ἄκρως ἀνέσταλται.
足部直立,双腿等长,踵部极微地悬空。
Ἢ πονέουσι μάλιστα οὗτοι αὐτίκα, καὶ οὖρον ἴσχεται μάλιστα ἐν τούτοισι τοῖσιν ἐξαρθρήμασιν· ἐν γὰρ τόνοισιν ἔγκειται τοῖσιν ἐπικαίροισιν.
这些患者立刻感到最剧烈的疼痛,且在这类脱臼中尿液最易受阻;因为(脱臼的骨头)压迫在要害的腱(神经)上。
Τὰ ἔμπροσθεν κατατέταται, ἀναυξέα, νοσώδεα, ταχύγηρα· τὰ ὄπισθεν στολιδώδεις.
前部的部分被拉紧,停止生长,多病且易早衰;后部的部分则多皱褶。
Οἷσιν ηὐξημένοισιν, ὁδοιπορέουσιν ὀρθοὶ, πτέρνῃ μᾶλλον βαίνοντες· εἰ δὲ ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ· σύρουσι δέ·
已发育完全的人行走时身体直立,更多用踵部着地;如果他们能迈大步,他们肯定会迈,但实际上他们拖着脚走。
μινύθει δὲ ἥκιστα, τούτοισι δὲ ἡ χρῆσις αἰτία, μάλιστα δὲ ὄπισθεν· διὰ παντὸς τοῦ σκέλεος ὀρθότεροι τοῦ μετρίου, ξύλου δέονται κατὰ τὸ σιναρόν.
在这种情况下,肌肉萎缩最轻,其原因在于使用,尤其是后部;整条腿比平时更直,他们需要在患侧拄拐。
Οἷσι δὲ ἐκ γενεῆς ἢ αὐξανομένοισι, χρηστῶς μὲν ἐπιμεληθεῖσιν ἡ χρῆσις, ὥσπερ τοῖσιν ηὐξημένοισιν· ἀμεληθεῖσι δὲ, βραχὺ, ἐκτεταμένον· πωροῦται γὰρ τούτοισι μάλιστα ἐς ἰθὺ τὰ ἄρθρα.
先天性的或在发育期的人,如果得到妥善照料,其活动情况就像成年人一样;但若被放任,则肢体变短且保持伸展,因为在这些情况下,关节特别容易在伸直的状态下骨化僵直。
Αἱ δὲ τῶν ὀστέων μειώσιες καὶ αἱ τῶν σαρκῶν μινυθήσιες, κατὰ λόγον.
骨骼的缩减和肌肉的萎缩是按比例发生的。
§2525. Μηροῦ δὲ κατάτασις μὲν ἰσχυρή· καὶ ἡ διόρθωσις κοινὴ, ἢ χερσὶν, ἢ σανίδι, ἢ μοχλῷ, τὰ μὲν ἔσω στρογγύλῳ, τὰ δὲ ἔξω πλατεῖ, μάλιστα δὲ τὰ ἔξω.
25. 对股骨(脱臼)必须进行强力牵引;复位的方法是通用的,或用人手,或用木板,或用杠杆——内侧脱臼用圆形的,外侧脱臼用扁平的,尤其是外侧脱臼。
Καὶ τὰ μὲν ἔσω, ἀσκοῖσιν ἀκεσάμενον, ἐς τὸ ὑπόξηρον τοῦ μηροῦ, κατατάσιος δὲ καὶ ξυνδέσιος σκελέων· κρεμάσαι διαλείποντα σμικρὸν τοὺς πόδας, ἔπειτα πλέξαντα ἐκκρεμασθῆναί τινα, ἐν τῆ διορθώσει ἀμφότερα ἅμα ποιεῦντα.
对于内侧脱臼,可以在大腿分叉处(会阴部)垫上充气的皮囊进行处理,并对双腿进行牵引和捆绑;将双脚悬吊至稍微离地,然后有人(将腿)缠绕并悬挂在上面,在复位时同时进行这两项操作。
Καὶ τῷ ἔμπροσθεν τοῦτο ἱκανὸν καὶ τοῖσιν ἑτέροισιν, ἥκιστα δὲ τῷ ἔξω.
这种方法对于前向脱臼和其他脱臼也足够有效,但对外侧脱臼最无效果。
Ἡ τοῦ ξύλου ὑπόστασις, ὥσπερ ὤμῳ ὑπὸ τὴν χεῖρα, οἷς ἔσω· τοῖσι γὰρ ἄλλοισιν ἧσσον.
在(会阴)下方垫上木栓,就像针对肩部而在腋下垫木一样,适用于内侧脱臼的人;对于其他患者则较少使用。
Καταναγκάσεις δὲ μετὰ διατάσιος, μάλιστα τῶν ἔμπροσθεν ἢ ὄπισθεν, ἢ ποδὶ ἢ χειρὶ ἐφίζεσθαι ἢ σανίδι.
结合牵引进行强力按压,尤其是针对前向或后向脱臼,是用足或手压下,或者用木板压在上面。
§2626. Γόνυ δὲ εὐηθέστερον ἀγκῶνος, διὰ τὴν εὐσταλίην καὶ εὀφυΐην· διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷον.
26. 膝关节由于其紧凑和良好的结构,比肘关节更易处理;因此它既容易脱臼,也更容易复位。
Ἐκπίπτει δὲ πλειστάκις ἔσω, ἀτὰρ καὶ ἔξω, καὶ ὄπισθεν.
它最常向内侧脱臼,但也会向外侧和后方脱臼。
ἐμβολαὶ δὲ, ἢ ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι ὀξέως, ἢ ξυνελίξας ταινίης ὄγκον, ἐν ἰγνύῃ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφεῖναι τὸ σῶμα, μάλιστα ἐν τῇ τῶν ὄπισθεν·
复位的方法有:或是通过弯曲,或是通过猛烈踢出,或是将绷带卷成一团置于膝窝,以此为支点突然下蹲;这尤其适用于后向脱臼。
δύναται δὲ καὶ κατατεινόμενα μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν τὰ ὄπισθεν.
后向脱臼也可以像肘关节那样,通过适度牵引来复位。
Τὰ δὲ ἔνθα, ἢ ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι, [ἢ] ἐν καταστάσει, μάλιστα δὲ αὐτὴ τὸ ὄπισθεν· ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης.
而向侧方(内侧或外侧)的脱臼,可通过弯曲、踢出、或在静止状态下复位;但后向脱臼最适合用(下蹲的)自我复位法,也可通过适度牵引。
Ἡ διόρθωσις ἅπασι κοινή.
复位矫正对所有情况都是通用的。
Ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ τι· μινύθει δὲ μηροῦ καὶ κνήμης τὸ ἔμπροσθεν.
如果未行复位,后向脱臼的人无法弯曲关节,其他脱臼的人实际上也无法大幅弯曲;大腿和下腿的前部会萎缩。
Ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω.
若向内侧脱臼,患者呈外翻(X形腿),外侧萎缩。
Ἢν δὲ ἐς τὰ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω.
若向外侧脱臼,患者呈内翻(O形腿),但跛行较轻,因为他们是在更粗的骨头上负重;且内侧萎缩。
Ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρόσθεν.
若是先天性的或在发育期,则遵循前述的比例。
§2727. Τὰ δὲ κατὰ τὰ σφυρὰ κατατάσιος ἰσχυρῆς δεῖται, ἢ τῇσι χερσὶν ἢ ἄλλοισι τοιούτοισι, κατορθώσιος δὲ ἅμα ἀμφότερα ποιεύσης·
27. 踝关节(脱臼)需要强力牵引,或用手,或用其他类似手段,且同时进行(牵引与)复位。
κοινὸν δὲ πᾶσιν.
这适用于所有情况。
§2828. Τὰ δὲ ἐν ποδὶ, ὡς τὰ ἐν χειρὶ, ὑγιῆ.
28. 足部的脱臼像手部的脱臼一样,易于治愈。
§2929. Τὰ δὲ ἐν τῇ κνήμῃ συγκοινωνέοντα καὶ μὴ ἐμπεσόντα, ἐκ γενεῆς καὶ ἐν αὐξήσει ἐξαρθρήσαντα, ταῦτα ἃ καὶ ἐν χειρί.
29. 下腿(胫腓关节)协同发生且未复位者,或先天、发育期脱臼者,其结果与手(前臂)部相同。