§1111. Ὧν δὲ ἔχεται ἢ ἐπίδεσις, ἢ ὑπόδεσις, ἢ ἀμφότερα·
11. 关于涉及包扎、下垫垫料(或下绷带)或两者兼有的情况。
ὑπόδεσις μὲν αἰτίη, ὥστε ἢ ἀφεστεῶτα προστεῖλαι, ἢ ἐκπεπταμένα συστεῖλαι, ἢ ξυνεσταλμένα διαστεῖλαι, ἢ διεστραμμένα διορθῶσαι, ἢ τἀναντία.
下垫垫料是使分离的部分闭合、使扩张的部分收缩、使收缩的部分扩张、使扭曲的部分矫正或进行相反操作的手段。
Παρασκευάζειν δὲ ὀθόνια κοῦρα, λεπτὰ, μαλθακὰ, καθαρὰ, πλατέα, μὴ ἔχοντα ξυῤῥαφὰς, μηδ᾿ ἐξαστίας, καὶ ὑγιέα, ὥστε τάνυσιν φέρειν, καὶ ὀλίγῳ κρέσσω, μὴ ξηρὰ, ἀλλ᾿ ἔγχυμα χυμῷ, ᾧ ἕκαστα ξύντροφα.
应当准备轻便、薄、柔软、清洁、宽阔、无缝线、无抽丝且完好的麻布绷带,以便能够承受拉力,且比需要的强度稍强,不可干燥,而应浸透适合各部位的药液。
Ἀφεστεῶτα μὲν, ὥστε τὰ μετέωρα τῆς ἕδρης ψαύειν μὲν, πιέζειν δὲ μή· ἄρχεσθαι δὲ ἐκ τοῦ ὑγιέος τελευτᾷν δὲ πρὸς τὸ ἕλκος, ὡς τὸ μὲν ὑπεὸν ἐξαθέλγηται, ἕτερον δὲ μὴ ἐπιξυλλέγηται·
对于分离的部分,包扎应使隆起的部分触及基底,但不要压迫;从健康部分开始,至伤口处结束,以便将积聚在下面的液体排出,而不会让其他液体重新聚集。
ἐπιδεῖν τὰ μὲν ὀρθὰ ἐς ὀρθὸν, τὰ δὲ λοξὰ λοξῶς, ἐν σχήματι ἀπόνῳ, ἐν ᾧ μήτε ἀπόσφιγξις, μήτε ἀπόστασις ἔσται τις, ἐξ οὗ, ὅταν μεταλλάσσῃ ἢ ἐς ἀνάληψιν ἢ ἐς θέσιν, οὐ μεταλλάξουσιν, ἀλλ᾿ ὅμοια ταῦτα ἕξουσι, μύεις, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα·
直的部分直着包扎,斜的部分斜着包扎,保持无痛的姿势,在此姿势下既不会产生过度紧缩,也不会产生任何空隙,从而在改变为悬吊或安放姿势时,肌肉、血管、神经和骨骼不会改变位置,而是保持原状,处于最合适且易于保持的位置。
ἀναλελάφθαι δὲ, ἢ κέεσθαι ἐν σχήματι ἀπόνῳ τῷ κατὰ φύσιν· ὧν δὲ ἂν ἀποστῇ, τἀναντία.
悬吊或躺卧应处于符合自然的无痛姿势;对于已经脱离的部分,则进行相反的操作。
Ὧν δὲ ἐκπεπταμένα ξυστεῖλαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ, ἐκ πολλοῦ δέ τινος δεῖ τὴν ξυναγωγὴν, καὶ ἐκ προσαγωγῆς τὴν πίεξιν, τὸ πρῶτον ἥκιστα, ἔπειτα ἐπὶ μᾶλλον, ὅριον τοῦ μάλιστα τὸ ξυμψαύειν.
对于使扩张的部分收缩的情况,其他方面依此类推,但必须从相当宽的范围进行收拢,且压迫要逐渐施加,最初最弱,随后逐渐增强,最大限度是使其相互接触。
Ὧν δὲ ξυνεσταλμένα διαστεῖλαι ξὺν μὲν φλεγμονῇ τἀναντία· ἄνευ δὲ ταύτης, παρασκευῇ μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ.
对于使收缩的部分扩张的情况,若伴有炎症则进行相反操作;若无炎症,准备工作相同,但包扎方向相反。
Διεστραμμένα δὲ διορθῶσαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά· δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα ἐπαγαγεῖν ὑποδέσει, παρακολλήσει, ἀναλήψει· τὰ δὲ ἐναντία, ἐναντίως.
对于矫正扭曲部分的情况,其他方面依此类推;但必须通过下垫垫料、黏贴、悬吊使偏离原位的部分复位;而其相反的部分,则以相反的方式进行。
§1212. Κατήγμασι δὲ, σπληνῶν μήκεα, πλάτεα, πάχεα, πλήθεα·
12. 对于骨折,要注意压缩垫的长度、宽度、厚度和数量。
μῆκος, ὅση ἡ ἐπίδεσις· πλάτος τριῶν ἢ τεσσάρων δακτύλων· πάχος, τριπτύχους ἢ τετραπτύχους· πλῆθος, κυκλεῦντας μὴ ὑπερβάλλειν, μηδὲ ἐλλείπειν·
长度与包扎范围相同;宽度为三至四指宽;厚度为三至四层;数量应使得绕一圈时既不重叠也不短缺。
οἷσι δὲ ἐς διόρθωσιν, μῆκος, κυκλεῦντα· πλάτος καὶ πάχος τῇ ἐνδείῃ τεκμαίρεσθαι, μὴ ἀθρόα πληρεῦντα.
对于用于矫正的垫料,长度应能绕一圈,宽度和厚度根据缺损处来推测,不可一次性填得太满。
Τῶν δὲ ὀθονίων ὑποδεσμίδες εἰσὶ δύο· τῇ πρώτῃ ἐκ τοῦ σίνεος ἐς τὸ ἄνω τελευτώσῃ, τῇ δὲ δευτέρῃ, ἐκ τοῦ σίνεος ἐς τὸ κάτω, ἐκ τοῦ κάτω ἐς τὸ ἄνω τελευτώσῃ·
在麻布绷带中,下绷带共有两条:第一条从伤口处开始向上方结束,第二条从伤口处开始向下方,再从下方向上方结束。
τὰ κατὰ τὸ σίνος πιέζειν μάλιστα, ἥκιστα τὰ ἄκρα, τὰ δὲ ἄλλακατὰ λόγον.
在伤口处压迫最紧,两端最弱,其余部分依比例递减。
Ἡ δὲ ἐπίδεσις πουλὺ τοῦ ὑγιέος προσλαμβανέτω.
包扎应当广泛地包含健康部位。
Ἐπιδέσμων δὲ πλῆθος, μῆκος, πλάτος· πλῆθος μὲν, μὴ ἡσσᾶσθαι τοῦ σίνεος, μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι, μηδὲ ἄχθος, μηδὲ περίῤῥεψιν, μηδὲ ἐκθήλυνσιν· μῆκος δὲ καὶ πλάτος, τριῶν, ἢ τεσσάρων, ἢ πέντε, ἢ ἓξ, πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος.
关于绷带的数量、长度和宽度:数量应当是不输给伤口(不致不足),且不致引起副木的过度压迫,不致成为负担,不致滑落,也不致使皮肤变软发炎;长度和宽度,长度为三、四、五或六肘,宽度为三、四、五或六指。
Καὶ παραιρήματος περιβολαὶ τοσαῦται, ὥστε μὴ πιέζειν· μαλθακὰ δὲ, μὴ παχέα·
保护垫的包裹圈数应当以不产生压迫为度;应当柔软、不厚。
ταῦτα πάντα, ὡς ἐπὶ μήκει καὶ πλάτει καὶ πάχει τοῦ παθόντος.
这一切都要根据患者受累部位的长度、宽度和厚度来决定。
Νάρθηκες δὲ λεῖοι, ὁμαλοὶ, σιμοὶ κατ᾿ ἄκρα, σμικρῷ μείους ἔνθεν καὶ ἔνθεν τῆς ἐπιδέσιος, παχύτατοι δὲ, ᾗ ἐξήριπε τὸ κάτηγμα.
副木应当光滑、平整、两端削薄,两侧比包扎范围略短,并在骨折隆起处最厚。
Ὁκόσα δὲ κυρτὰ καὶ ἄσαρκα φύσει, φυλασσόμενον τῶν ὑπερεχόντων, οἷον κατὰ δακτύλους ἢ σφυρὰ, ἢ τῇ θέσει, ἢ τῇ βραχύτητι.
对于天然弯曲且无肉的部位(如手指或踝部),要避开突出部位,或通过放置位置或通过缩短副木来防范。
Παραιρήμασι δὲ ἑρμάζειν, μὴ πιέζειν τὸ πρῶτον.
用垫料来稳固,起初不要压迫。
Κηρωτῇ μαλθακῇ, καὶ λείῃ, καὶ καθαρῇ ἑλισσέσθω.
应当用柔软、光滑且清洁的蜡膏涂抹并包扎。
§1313. Ὕδατος θερμότης, πλῆθος· θερμότης μὲν, κατὰ τῆς ἑωυτοῦ χειρὸς καταχεῖν· πλῆθος δὲ, χαλάσαι μὲν καὶ ἰσχνῆναι τὸ πλεῖστον, ἄριστον, σαρκῶσαι δὲ καὶ ἁπαλῦναι, τὸ μέτριον·
13. 关于温水的温度和水量:温度,应浇在医生自己的手上进行测试;水量,以极大量来松弛和消肿最为有效,而以适量来使肌肉生长和软化。
μέτρον δὲ τῆς καταχύσιος, ἔτι μετεωριζομένου, δεῖ, πρὶν ξυμπίπτειν, παύεσθαι· τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα δὲ ἰσχναίνεται.
浇水的限度是:在患部仍在膨胀时,应当在收缩前停止;因为起初它会膨胀,之后才会消退。
§1414. Θέσις δὲ μαλθακὴ, ὁμαλὴ, ἀνάῤῥοπος τοῖσιν ἐξέχουσι τοῦ σώματος, οἷον πτέρνῃ καὶ ἰσχίῳ, ὡς μήτε ἀνακλᾶται, μήτε ἀποκλᾶται, μήτε ἐκτρέπηται.
14. 安放应当柔软、平整,对于身体突出的部位(如脚跟和髋部)应当向上倾斜,使肢体既不向上弯曲,也不向下折断,亦不向侧方歪斜。
Σωλῆνα παντὶ τῷ σκέλει, ἢ ἡμίσει·
对整个腿部或半个腿部使用托槽(或接收架)。
ἐς τὸ πάθος δὲ βλέπειν καὶ τἄλλα ὅσα βλάπτει δῆλα.
要注意病症,并避开其他一切显然有害的事物。
§1515. Πάρεξις δὲ, καὶ διάτασις, καὶ ἀνάπλασις, καὶ τὰ ἄλλα κατὰ φύσιν, Φύσις δὲ ἐν μὲν ἔργοις, τοῦ ἔργου τῇ πρήξει, ὃ βούλεται, τεκμαρτέον·
15. 提供、牵引、成形以及其他操作都应当符合自然。
ἐς δὲ ταῦτα, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος·
在实际工作中,自然应当通过工作的进行和它的目的来推测;而关于这些(肢体的配置),应当从休息状态、共同姿势、以及习惯中推测。
ἐκ μὲν τοῦ ἐλινύοντος καὶ ἀφειμένου, τὰς ἰθυωρίας σκέπτεσθαι, οἷον τὸ τῆς χειρός· ἐκ δὲ τοῦ κοινοῦ, ἔκτασιν, ξύγκαμψιν, οἷον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα· ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερον, οἷον σκέλεα ἔκτασιν· ἀπὸ τουτέων γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα.
从休息和放松的状态中,观察其直线性,例如手的位置;从共同姿势中,观察其伸展和屈曲,例如前腕与上腕接近直角的位置;从习惯中,是因为无法更轻松地保持其他姿势,例如腿部的伸展;因为从这些姿势出发,最容易在不改变位置的情况下保持最长时间。
Ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἕξουσιν ἐς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα.
而在从牵引状态改变时,肌肉、血管、神经和骨骼将在状态或位置上保持相同,处于最合适且易于保持的位置。