Humanitext Reader

希波克拉底 · 论诊所内操作 §5-10

器械配置、助手职责与包扎技术

第 2 段,共 4 段 · 希腊语

内容简介

作者规定了手术器具的放置和助手的职责,并详细阐述了包扎法的两个方面(操作过程与完成状态)、压迫强度的调节以及根据不同身体部位的形状进行包扎和固定的具体技术。

§55. Ὅργανα μὲν, καὶ ὅτε, καὶ οἵως, εἰρήσεται·
5. 关于器具,何时以及如何使用,将在后面予以说明。
ὅκου δεῖ· μὴ ἐμποδὼν τῷ ἔργῳ, μηδὲ ἐμποδὼν τῇ ἀναιρέσει, παρὰ τὸ ἐργαζόμενον δὲ τοῦ σώματος·
关于应当放置在何处:不能妨碍操作,也不能妨碍拿取,而应放在身体受施术部位的旁侧。
ἄλλος δὲ ἢν διδῷ, ἕτοιμος ὀλίγῳ πρότερον ἔστω, ποιείτω δὲ, ὅταν κελεύῃς.
如果是其他人递送器具,他应当提前稍作准备,并在你下达命令时执行。
§66. Οἱ δὲ περὶ τὸν ἀσθενέοντα τὸ μὲν χειριζόμενον παρεχόντων, ὡς ἂν δοκῇ· τὸ δὲ ἄλλο σῶμα κατεχόντων, ὡς ἂν ἀτρεμέῃ, σιγῶντες, ἀκούοντες τοῦ ἐφεστεῶτος.
6. 患者身旁的人应当按照要求提供受施术部位,并固定身体的其他部分使其保持不动,保持安静,并听从指挥者的命令。
§77. Ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον, καὶ ἐργαζόμενον.
7. 包扎法有两个方面:操作过程和完成状态。
Ἐργαζόμενον μὲν, ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως·
在操作中,应当迅速、无痛、熟练且有节奏。
ταχέως μὲν, ἀνύειν τὰ ἔργα· ἀπόνως δὲ, ῥηῖδίως δρῇν· εὐπόρως δὲ, ἐς πᾶν ἑτοίμως· εὐρύθμως δὲ, ὁρῆσθαι ἡδέως·
迅速,是指能高效地完成工作;无痛,是指操作轻松;熟练,是指对一切做好准备;有节奏,是指看起来令人愉悦。
ἀφ᾿ ὧν δὲ ταῦτα ἀσκημάτων, εἴρηται.
这些通过何种练习获得,已经说过。
Εἰργασμένον δὲ ἀγαθῶς, καλῶς· καλῶς μὲν, ἁπλῶς, εὐκρινέως· ἢ ὅμοια καὶ ἴσα, ἴσως καὶ ὁμοίως· ἢ ἄνισα καὶ ἀνόμοια [, ἀνίσως καὶ ἀνομοίως]·
在完成时,应当做得好且美观;美观,是指简单、整齐;或者将相似且相等的部分,相等且相似地包扎;或者将不相等且不相似的部分,不相等且不相似地包扎。
τὰ δὲ εἴδεα, ἁπλοῦν, σκέπαρνον, σιμὸν, ὀφθαλμὸς, ῥόμβος, καὶ ἡμίτομον· ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεομένου.
其形式有:简单带、手斧形、斜形、眼形、菱形和半切形;其形式应当与被包扎部位的形状和病症相适应。
§88. Ἀγαθὰ δὲ δύο εἴδεα τοῦ ἐπιδεομένου· ἰσχύος μὲν, ἢ πιέξει, ἢ πλήθει ὀθονίων.
8. 被包扎部位的有益效果有两种:关于力度,要么通过压迫,要么通过绷带的数量。
Τὸ μὲν οὖν, αὕτη ἡ ἐπίδεσις ἰῆται, τὸ δὲ τοῖσιν ἰωμένοισιν ὑπηρετέει.
在前一种情况下,这种包扎本身就能治愈;在后一种情况下,它辅助正在被治疗的事物。
Ἐς μὲν οὖν ταῦτα νόμος· ἐν δὲ τουτέοισι μέγιστα ἐπιδέσιος· πίεξις μὲν, ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι κάρτα, ἀλλὰ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μὴ, ἧσσον μὲν τὰ ἔσχατα, ἥκιστα δὲ τὰ μέσα.
对此有一条规则,而在这些之中,包扎最重要的一点是:关于压迫,应当使贴敷物不致脱离,也不致被压得太紧,而是相适应,并且不被强迫,两端较弱,中间最弱。
Ἅμμα, καὶ ῥάμμα νεμόμενον μὴ κάτω, ἀλλ᾿ ἄνω, ἐν παρέξει, καὶ σχέσει, καὶ ἐπιδέσει, καὶ πιέξει.
结子和缝线应当布置在上方,而不是下方,这在呈现、保持、包扎和压迫中都是如此。
Ἀρχὰς βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλ᾿ ἔνθα τὸ ἅμμα.
开始端不应落在溃疡上,而应落在结子所在的地方。
Τὸ δὲ ἅμμα μήτε ἐν τρίβῳ, μήτε ἐν ἔργῳ, μήτε ἐκεῖσε, ὅκου ἐνεόν.
结子既不应在容易摩擦的地方,也不应在妨碍操作的地方,也不应在有病症的地方。
Ἅμμα δὲ καὶ ῥάμμα μαλθακὸν, οὐ μέγα.
结子和缝线应当柔软且不粗大。
§99. Εὖ γε μὴν γνόντα, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει πᾶς ἐπίδεσμος, οἷον, κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω.
9. 应当确切地知道,所有的绷带都容易滑向低垂和变细的部位;例如,头部的上方,以及小腿的下方。
Ἐπιδεῖν δεξιὰ ἐπ᾿ ἀριστερὰ, ἀριστερὰ ἐπὶ δεξιὰ, πλὴν τῆς κεφαλῆς· ταύτην δὲ κατ᾿ ἴξιν.
包扎时,除头部外,应当从右向左,或从左向右;而头部则应当沿轴线直线包扎。
Τὰ δ᾿ ὑπεναντία, ἀπὸ δύο ἀρχέων· ἢν δὲ ἀπὸ μιῆς, ἐφ᾿ ὅμοιον ἐς τὸ μόνιμον, οἷον τὸ μέσον τῆς κεφαλῆς, ἢ ὅ τι ἄλλο τοιοῦτον.
相反方向的拉力应当来自两个起点;如果仅来自一个起点,则应导向一个相似且固定的地方,例如头部的中央,或任何其他此类部位。
Τὰ δὲ κινεύμενα, οἷον ἄρθρα, ὅπη μὲν ξυγκάμπτεται, ὡς ἥκιστα, καὶ εὐσταλέστατα περιβάλλειν, οἷον ἰγνύῃ· ὅπη δὲ περιτείνεται, ἁπλᾶ τε καὶ πλατέα, οἷον μύλῃ·
对于运动的部位,如关节,在弯曲的地方,应当尽量少且紧凑地包裹,如在膝窝处;而在伸展的地方,应当简单而平坦地包裹,如在膝盖骨上。
προσπεριβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα, ἀναλήψιος δὲ τοῦ ξύμπαντος ἐπιδέσμου, ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γούνατος·
为了固定这些部位并支撑整个绷带,还应当在身体较少运动且较瘦(紧致)的部位进行额外的包裹,例如膝盖的上方和下方。
ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέρην μασχάλην περιβολὴ, βουβῶνος δὲ, ἡ περὶ τὸν ἕτερον κενεῶνα, καὶ κνήμης, ἡ ὑπὲρ γαστροκνημίης.
与此相呼应的是:对于肩膀,包裹另一侧腋窝的周围;对于腹股沟,包裹另一侧侧腹的周围;对于小腿,包裹腓肠肌上方的周围。
Ὁκόσοισι μὲν ἄνω ἠ φυγὴ, κάτωθεν ἡ ἀντίληψις· οἷσι δὲ κάτω, τοὐναντίον·
对于那些滑向侧在上方(即向上滑动)的部位,应当从下方进行支撑固定;对于滑向侧在下方的部位,则正好相反。
οἷσι δὲ μὴ ἔστι, οἷον κεφαλῇ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψιας ποιέεσθαι, καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθὲν τὰ πλανωδέστατα κατέχῃ.
对于那些没有此类支撑的部位,如头部,应当在最平坦的地方进行固定,并且尽可能少使用斜向的绷带,以便最后包裹的最稳定的部分能够压住最容易移位的部分。
Ὁκόσοισι δὲ τοῖσιν ὀθονίοισι μὴ εὐκαταλήπτως, μηδὲ εὐαναλήπτως ἔχει, ῥάμμασι τὰς ἀναλήψιας ποιέεσθαι ἐκ καταβολῆς ἢ ξυῤῥαφῆς.
对于那些不便于用麻布绷带进行固定或支撑的部位,应当通过缝合或缝接用线进行支撑固定。
§1010. Ἐπιδέσματα καθαρὰ, κοῦφα, μαλθακὰ, λεπτά.
10. 绷带应当清洁、轻便、柔软且薄。
Ἑλίσσειν ἀμφοτέρῃσιν ἅμα, καὶ ἑκατέρῃ χωρὶς ἀσκέειν.
应当练习用双手同时卷,以及用单手分别卷。
Τῇ πρεπούσῃ δὲ, ἐς τὰ πλάτη καὶ τὰ πάχη τῶν μορίων τεκμαιρόμενον, χρέεσθαι.
根据肢体部位的宽度和厚度进行推测,并使用适宜的绷带。
Ἑλίξιος κεφαλαὶ σκληραὶ, ὁμαλαὶ, εὐκρινέες.
卷好后的卷头应当坚实、平整且整齐。
Τὰ δὲ δὴ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντων·
那些即将脱落的绷带,比迅速脱落的还要糟糕。
τὰ δὲ, ὡς μήτε πιέζειν, μήτε ἀποπίπτειν.
应当做到既不产生过度压迫,又不致脱落。

词汇与语法注释

  1. §5μὴ ἐμποδὼν — 在前文 `ὅκου δεῖ`(应当放置在何处)之后省略了表示放置的不定式(如 `τιθέναι`)。随后的这一短语充当副词短语,规定了器具不应放置的阻碍位置。
  2. §7ἐργαζόμενον — 现在分词中性单数 `ἐργαζόμενον`(正在进行的操作过程)与现在完成分词中性单数 `εἰργασμένον`(已完成的状态)形成对比。两者分别引入了评估包扎法优劣的两大基准:操作时的动作和完成时的效果。
  3. §8ἰσχύος — 关系属格(或方面属格),表示“关于强度(固定力)”。随后由手段与格短语 `ἢ πιέξει, ἢ πλήθει`(要么通过压迫,要么通过数量)具体化。
  4. §9τὰ δὲ κινεύμενα — 句首的对格短语(关系对格或悬空对格),在语义上受上下文推定的表示命令的不定式 `περιβάλλειν`(包裹)等支配。这种倒装语序旨在突出关节弯曲侧与伸展侧的不同处理方法的对比。
  5. §9Ὁκόσοισι μὲν ἄνω ἠ φυγὴ — 与格关系代词 `Ὁκόσοισι` 充当占有与格(或利害与格),省略了存在动词 `ἐστί`,意为“对于那些(滑脱的)逃逸方向在上方(即向上滑动)的部位”。

引用这一段

希波克拉底, 论诊所内操作 §5-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg008.humanitext-grc1:5-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。