← ヒポクラテス

診療所内において

§11-15

包帯の下巻きと副木の使用および肢の配置

包帯法における下巻き(当て物)の役割と具体的な手順について解説し、さらに骨折治療時の副木や温水の使用法、肢の自然な配置の重要性について論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11

Ὧν δὲ ἔχεται1 ἢ ἐπίδεσις, ἢ ὑπόδεσις, ἢ ἀμφότερα· ὑπόδεσις μὲν αἰτίη, ὥστε ἢ ἀφεστεῶτα προστεῖλαι, ἢ ἐκπεπταμένα συστεῖλαι, ἢ ξυνεσταλμένα διαστεῖλαι, ἢ διεστραμμένα διορθῶσαι, ἢ τἀναντία. Παρασκευάζειν δὲ ὀθόνια κοῦφα, λεπτὰ, μαλθακὰ, καθαρὰ, πλατέα, μὴ ἔχοντα ξυῤῥαφὰς, μηδ’ ἐξαστίας, καὶ ὑγιέα, ὥστε τάνυσιν φέρειν, καὶ ὀλίγῳ κρέσσω, μὴ ξηρὰ, ἀλλ’ ἔγχυμα χυμῷ, ᾧ ἕκαστα ξύντροφα. Ἀφεστεῶτα μὲν, ὥστε τὰ μετέωρα τῆς ἕδρης ψαύειν μὲν, πιέζειν δὲ μή· ἄρχεσθαι δὲ ἐκ τοῦ ὑγιέος, τελευτᾷν δὲ πρὸς τὸ ἕλκος, ὡς τὸ μὲν ὑπεὸν ἐξαθέλγηται,2 ἕτερον δὲ μὴ ἐπιξυλλέγηται· ἐπιδεῖν τὰ μὲν ὀρθὰ ἐς ὀρθὸν, τὰ δὲ λοξὰ λοξῶς, ἐν σχήματι ἀπόνῳ, ἐν ᾧ μήτε ἀπόσφιγξις, μήτε ἀπόστασις ἔσται τις, ἐξ οὗ, ὅταν μεταλλάσσῃ ἢ ἐς ἀνάληψιν ἢ ἐς θέσιν, οὐ μεταλλάξουσιν, ἀλλ’ ὅμοια ταῦτα ἕξουσι, μύες, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα· ἀναλελάφθαι δὲ, ἢ κέεσθαι ἐν σχήματι ἀπόνῳ τῷ κατὰ φύσιν· ὧν δὲ ἂν ἀποστῇ, τἀναντία. Ὧν δὲ ἐκπεπταμένα ξυστεῖλαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ, ἐκ πολλοῦ δέ τινος δεῖ τὴν ξυναγωγὴν, καὶ ἐκ προσαγωγῆς τὴν πίεξιν, τὸ πρῶτον ἥκιστα, ἔπειτα ἐπὶ μᾶλλον, ὅριον τοῦ μάλιστα τὸ ξυμψαύειν. Ὧν δὲ ξυνεσταλμένα διαστεῖλαι, ξὺν μὲν φλεγμονῇ τἀναντία· ἄνευ δὲ ταύτης, παρασκευῇ μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ. Διεστραμμένα δὲ διορθῶσαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά· δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα ἐπαγαγεῖν ὑποδέσει, παρακολλήσει, ἀναλήψει· τὰ δὲ ἐναντία, ἐναντίως.

あるいは包帯法、あるいは下巻き、あるいはその両方が関わる事例について。下巻き(当て物)は、浮いている部分を密着させるため、あるいは広がっている部分を縮めるため、あるいは縮んでいる部分を広げるため、あるいは歪んでいる部分を矯正するため、またはその逆を行うための手段である。準備すべきリネン布は、軽く、薄く、柔らかく、清潔で、幅広く、縫い目やほつれがなく、引っ張る力に耐えられる健全なもので、必要な強度よりわずかに強く、乾燥しておらず、それぞれに適合する薬液を十分に含んだものであるべきだ。浮いている部分については、浮き上がった部分がその底面に触れるように、しかし圧迫はしないようにすること。巻き始めは健全な部分から行い、傷口に向かって巻き終えること。これは、溜まっている液体を押し出し、新たな液体が集まらないようにするためである。まっすぐな部分はまっすぐに、斜めの部分は斜めに、痛みのない姿勢で包帯を巻くこと。その姿勢においては、いかなる締め付けも隙間も生じないようにし、その結果、吊り下げや据え置きへと姿勢を変えるときにも、筋肉、血管、神経、骨が位置を変えることなく、最も適切に配置され安定した状態を保つようにする。吊り下げられた状態、あるいは横たえられた状態は、自然に沿った、痛みのない姿勢であるべきだ。もし(組織が)離れてしまっているものについては、その逆とする。広がっているものを縮める場合は、他の点では同様にするが、かなり広い範囲から引き寄せを行う必要があり、圧迫は徐々に加えていき、最初は極めて弱く、その後より強くしていき、最大限の限度は(組織同士が)互いに触れ合うことである。縮んでいるものを広げる場合は、炎症を伴うならその逆とし、炎症を伴わないなら、準備は同じにするが、包帯の巻き方は逆とする。歪んでいるものを矯正する場合は、他の点では同様にする。ずれてしまった部分については、下巻き(当て物)、貼り付け、吊り下げによって元の位置に戻す必要がある。その反対側については、反対の方法で行う。

§12

Κατήγμασι δὲ, σπληνῶν μήκεα, πλάτεα, πάχεα, πλήθεα· μῆκος, ὅση ἡ ἐπίδεσις· πλάτος τριῶν ἢ τεσσάρων δακτύλων· πάχος, τριπτύχους ἢ τετραπτύχους· πλῆθος, κυκλεῦντας μὴ ὑπερβάλλειν,3 μηδὲ ἐλλείπειν· οἷσι δὲ ἐς διόρθωσιν, μῆκος, κυκλεῦντα· πλάτος καὶ πάχος τῇ ἐνδείῃ τεκμαίρεσθαι, μὴ ἀθρόα πληρεῦντα. Τῶν δὲ ὀθονίων ὑποδεσμίδες εἰσὶ δύο· τῇ πρώτῃ ἐκ τοῦ σίνεος ἐς τὸ ἄνω τελευτώσῃ, τῇ δὲ δευτέρῃ, ἐκ τοῦ σίνεος ἐς τὸ κάτω, ἐκ τοῦ κάτω ἐς τὸ ἄνω τελευτώσῃ· τὰ κατὰ τὸ σίνος πιέζειν μάλιστα, ἥκιστα τὰ ἄκρα, τὰ δὲ ἄλλα κατὰ λόγον. Ἡ δὲ ἐπίδεσις πουλὺ τοῦ ὑγιέος προσλαμβανέτω. Ἐπιδέσμων δὲ πλῆθος, μῆκος, πλάτος· πλῆθος μὲν, μὴ ἡσσᾶσθαι τοῦ σίνεος, μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι, μηδὲ ἄχθος, μηδὲ περίῤῥεψιν, μηδὲ ἐκθήλυνσιν· μῆκος δὲ καὶ πλάτος, τριῶν, ἢ τεσσάρων, ἢ πέντε, ἢ ἓξ, πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος. Καὶ παραιρήματος περιβολαὶ τοσαῦται, ὥστε μὴ πιέζειν· μαλθακὰ δὲ, μὴ παχέα· ταῦτα πάντα, ὡς ἐπὶ μήκει καὶ πλάτει καὶ πάχει τοῦ παθόντος. Νάρθηκες δὲ λεῖοι, ὁμαλοὶ, σιμοὶ κατ’ ἄκρα, σμικρῷ μείους ἔνθεν καὶ ἔνθεν τῆς ἐπιδέσιος, παχύτατοι δὲ, ᾗ ἐξήριπε τὸ κάτηγμα. Ὁκόσα δὲ κυρτὰ καὶ ἄσαρκα φύσει, φυλασσόμενον τῶν ὑπερεχόντων, οἷον κατὰ δακτύλους ἢ σφυρὰ, ἢ τῇ θέσει, ἢ τῇ βραχύτητι. Παραιρήμασι δὲ ἑρμάζειν, μὴ πιέζειν τὸ πρῶτον. Κηρωτῇ μαλθακῇ, καὶ λείῃ, καὶ καθαρῇ ἑλισσέσθω.

骨折においては、パッドの長さ、幅、厚さ、数量に注意すること。長さは包帯が巻かれる範囲と同じ、幅は3ないし4指幅、厚さは3重ないし4重とする。数量は、1周したときに重なり合わず、また足りなくもない程度とする。矯正に用いるものについては、長さは1周する程度とし、幅と厚さは欠損部分に基づいて推し量るが、一度に過剰に詰め込んで平らにしてはならない。包帯布のうち、下巻きは2本である。第1のものは傷口から上方へと巻き終わり、第2のものは傷口から下方へ、そして下方から上方へと巻き終わる。傷口の箇所を最も強く圧迫し、両端は最も弱く、それ以外の部分はそれに比例して加減すること。包帯は健全な部分を広く巻き込むようにすること。包帯の数量、長さ、幅について。数量は、傷口に負けない(包帯が足りなくならない)程度であり、副木の押し付けにならず、重荷とならず、滑り落ちることもなく、また(皮膚を)ふやけさせることもない程度である。長さと幅については、長さは3、4、5、あるいは6ペーキュスとし、幅は3、4、5、あるいは6指幅とする。当て布の巻き回数は、圧迫しすぎない程度にすること。柔らかく、厚すぎないものを用いる。これらすべては、患者の患部の長さ、幅、厚さに合わせること。副木は滑らかで、平らで、端が薄く削られており、包帯の巻かれた範囲より両端がわずかに短く、骨折が突き出ている部分において最も厚くなっているべきである。生まれつき湾曲していて肉の薄い部分(たとえば指やくるぶしなど)については、突き出ている部分に注意を払い、配置を工夫するか、あるいは副木を短くすること。当て布によって安定させ、最初は圧迫しないこと。柔らかく、滑らかで、清潔な蝋軟膏を塗って巻くべきである。

§13

Ὕδατος θερμότης, πλῆθος· θερμότης μὲν, κατὰ τῆς ἑωυτοῦ χειρὸς καταχεῖν· πλῆθος δὲ, χαλάσαι μὲν καὶ ἰσχνῆναι τὸ πλεῖστον, ἄριστον, σαρκῶσαι δὲ καὶ ἁπαλῦναι, τὸ μέτριον· μέτρον δὲ τῆς καταχύσιος, ἔτι μετεωριζομένου,4 δεῖ, πρὶν ξυμπίπτειν, παύεσθαι· τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα δὲ ἰσχναίνεται.

温水の温度と量について。温度については、医師自身の手に注いで確かめること。量については、弛緩させ腫れを引かせるには多量が最も良く、肉を盛り上がらせ柔らかくするには適量とする。温水を注ぐ基準は、患部がまだ膨らんでいる間であり、しぼみ始める前に止めるべきである。なぜなら、最初は膨らみ、その後にしぼむからである。

§14

Θέσις δὲ μαλθακὴ, ὁμαλὴ, ἀνάῤῥοπος τοῖσιν ἐξέχουσι τοῦ σώματος, οἷον πτέρνῃ καὶ ἰσχίῳ, ὡς μήτε ἀνακλᾶται, μήτε ἀποκλᾶται, μήτε ἐκτρέπηται. Σωλῆνα παντὶ τῷ σκέλει, ἢ ἡμίσει· ἐς τὸ πάθος δὲ βλέπειν καὶ τἄλλα ὅσα βλάπτει δῆλα.

肢の配置は、柔らかく、平らで、身体の突き出た部分(たとえば踵や腰骨など)に対しては上向きに傾斜しているようにすること。それは、上方に曲がったり、下方に曲がったり、あるいは側方にねじれたりしないようにするためである。脚全体、あるいはその半分に受け台を用いること。疾患に注意を払い、また害となることが明らかな他のすべてのことを避けること。

§15

Πάρεξις δὲ, καὶ διάτασις, καὶ ἀνάπλασις, καὶ τὰ ἄλλα κατὰ φύσιν. Φύσις δὲ ἐν μὲν ἔργοις, τοῦ ἔργου τῇ πρήξει, ὃ βούλεται, τεκμαρτέον· ἐς δὲ ταῦτα, ἐκ τοῦ ἐλινύοντος,5 ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐκ μὲν τοῦ ἐλινύοντος καὶ ἀφειμένου, τὰς ἰθυωρίας σκέπτεσθαι, οἷον τὸ τῆς χειρός· ἐκ δὲ τοῦ κοινοῦ, ἔκτασιν, ξύγκαμψιν, οἷον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα· ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερον, οἷον σκέλεα ἔκτασιν· ἀπὸ τουτέων γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα. Ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἕξουσιν ἐς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα.

提供、牽引、成形、およびその他の動作は自然にかなっているべきである。自然とは、実際の作業においては、その作業の実行とその目的によって推し量るべきである。これらについては、休息状態、共通の形態、および習慣から推し量る。休息し弛緩した状態からは、直線性(直線的な配置)を考慮する(たとえば手の位置のように)。共通の形態からは、伸展や屈曲を考慮する(たとえば、前腕と上腕の角度が直角に近くなるような位置のように)。習慣からは、それ以外の姿勢を維持することがより困難であるという理由で決定する(たとえば脚の伸展のように)。なぜなら、これらの姿勢からであれば、最も容易に、姿勢を変えることなく、最も長い時間維持できるからである。牽引状態から姿勢や配置が変わる際にも、筋肉、血管、神経、骨は位置を変えることなく、最も適切に配置され安定した状態を保つことになる。

構文注5 件
  1. 11Ὧν δὲ ἔχεται

    関係代名詞属格 Ὧν は中性の複数で、前文までの内容(包帯法一般)を指す。動詞 ἔχεται(ἔχω の中受動相)は属格を支配し、「〜に関与する」の意。ここでは「包帯法、あるいは下巻き、あるいはその両方が関わる事例について」という提示語句として機能している。

  2. 11ὡς τὸ μὲν ὑπεὸν ἐξαθέλγηται

    目的を表す接続詞 ὡς に導かれる節で、接続法現在 ἐξαθέλγηται(絞り出される)を伴う。ὑπεὸν は ὑπειμί(下に存在する)の現在分詞中性単数名詞化。傷口の下に溜まっている浸出液や血液などの液体を指す。

  3. 12κυκλεῦντας μὴ ὑπερβάλλειν

    不定詞命令。分詞 κυκλεῦντας は κυκλόω(1周する)の現在分詞能動相男性複数対格。暗黙の主語(湿布を巻く者、あるいは湿布そのもの)を指し、「湿布を1周巻く際に重なり合わず、また足りなくもない程度」という湿布の適量を規定している。

  4. 13ἔτι μετεωριζομένου

    属格独立構文。現在分詞中性属格単数 μετεωριζομένου(持ち上げられている、膨らんでいる)は、先行する「患部」を暗黙の主語とする。温水を注ぐのを止めるタイミングとして、「患部がまだ腫れて(膨らんで)いる間に」という意味を表す。

  5. 15ἐκ τοῦ ἐλινύοντος

    前置詞 ἐκ と、中性単数名詞化された分詞 ἐλινύοντος(ἐλινύω, 休息する)の組み合わせ。「活動していない(休息している)状態から(推し量る)」の意。身体が緊張を解き、自然な休息状態にあるときの肢の位置を観察することの重要性を述べている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(6 件・最終 2026-11-24)
  • 2026-11-24 AI校閲 — number 5 件
  • 2026-09-22 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0627.tlg008.humanitext-grc1:11-15