Humanitext Reader

希波克拉底 · 论诊所内操作 §16-25

牵引与摩擦的标准及各病症的包扎法

第 4 段,共 4 段 · 希腊语

内容简介

说明牵引强度的标准、按摩的效果以及随时间推移调整绷带松紧的方法,并针对内出血、脱臼、肌肉萎缩、胸部和头部的支持固定等各种病症,阐述了包扎和处置的原则。

§1616. Διάτασις μάλιστα, τὰ μέγιστα καὶ πάχιστα, καὶ ὅκου ἀμφότερα·
16. 牵引最强的,是针对最大和最粗的(骨骼),以及两者都折断的情况。
δεύτερα, ὧν τὸ ὑποτεταγμένον· ἥκιστα, ὧν τὸ ἄνω·
其次,是下方骨骼折断的;最弱的,是上方骨骼折断的。
μᾶλλον δὲ τοῦ μετρίου, βλάβη, πλὴν παιδίων·
超过适度的强力牵引是有害的,儿童除外。
ἔχειν ἀνάντη σμικρόν.
保持稍微向上倾斜。
Διορθώσιος παράδειγμα, τὸ ὁμώνυμον, τὸ ὁμόζυγον, τὸ ὅμοιον, τὸ ὑγιές.
矫正的手本,是同名部位、对称部位、相似部位以及健康部位。
§1717. Ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι· ἡ σκληρὴ, δῆσαι· ἡ μαλακὴ, λῦσαι· ἡ πολλὴ, μινυθῆσαι· ἡ μετρίη, παχῦναι.
17. 按摩(摩擦)能够松弛、紧缩、长肉、使之萎缩:强力按摩使之紧缩;柔和按摩使之松弛;长时间按摩使之萎缩;适度按摩使之增厚。
§1818. Ἐπιδεῖν δὲ τὸ πρῶτον· ὁ μὲν ἐπιδεδεμένος μάλιστα φάτω πεπιέχθαι κατὰ τὸ σίνος, ἥκιστα τὰ ἄκρα·
18. 首次包扎时,被包扎者应当说,伤口处受压最强,两端受压最弱,贴合良好而不觉受压迫。
ἡρμάσθαι δὲ, μὴ πεπιέχθαι· πλήθει, μὴ ἰσχύϊ·
这应当靠(绷带的)层数,而不是靠力量。
τὴν δὲ ἡμέρην ταύτην καὶ νύκτα, ὀλίγῳ μᾶλλον, τὴν δ᾿ ὑστέρην, ἧσσον· τρίτη, χαλαρά.
在这天和夜里,要稍微紧一些,第二天要轻一些,第三天要松。
Εὑρεθήτω δὲ τῇ μὲν ὑστεραίῃ ἐν ἄκροισιν οἴδημα μαλθακόν· τῇ τρίτῃ δὲ τὸ ἐπιδεθὲν λυθὲν, ἰσχνότερον, παρὰ πάσας τὰς ἐπιδέσιας τοῦτο.
第二天,应当在两端发现柔软的肿胀;第三天解开包扎时,被包扎的部位应当显得更消肿(更瘦);这适用于所有包扎。
Τῇ δὲ ὑστεραίῃ ἐπιδέσει, ἢν δικαίως ἐπιδεδεμένον φανῇ, μαθεῖν δεῖ·
在第二天的包扎中,如果显得包扎得合适,应当以此为学习的标准。
ἐντεῦθεν δὲ μᾶλλον καὶ ἐπὶ πλέοσι πιεχθήτω· τῇ δὲ τρίτῃ ἐπὶ μᾶλλον καὶ ἐπὶ πλέοσιν.
从那时起,应当施加更强的压迫,且用更多层数;第三天,则要更强、更多层。
Τῇ δὲ ἑβδόμῃ ἀπὸ τῆς πρώτης ἐπιδέσιος λυθέντα, εὑρεθήτω ἰσχνὰ, χαλαρὰ τὰ ὀστέα.
自首次包扎起第七天解开时,应当发现患部消肿,骨骼松动。
Ἐς δὲ νάρθηκας, δεθέντα, ἢ ἰσχνὰ καὶ ἄκνησμα καὶ ἀνέλκεα ᾖ, ἐᾷν μέχρις εἴκοσιν ἡμερέων ἀπὸ τοῦ σίνεος·
至于夹板固定,如果包扎后消肿、不痒且无溃疡,可保持原样,直至伤后二十天。
ἢν δέ τι ὑποπτεύηται, λῦσαι ἐν τῷ μέσῳ·
如果有任何怀疑,可在中途解开。
νάρθηκας διὰ τρίτης ἐρείδειν.
夹板每隔一天(每三天)加固一次。
§1919. Ἡ ἀνάληψις, ἡ θέσις, ἡ ἐπίδεσις, ὡς ἐν τῷ αὐτῷ σχήματι διαφυλάσσειν.
19. 悬吊、安放和包扎,应当以保持同一姿势为目的。
Κεφάλαια σχημάτων, ἔθεα, φύσιες ἑκάστου τῶν μελέων·
姿势的要领,是各肢体的习惯和自然属性。
τὰ εἴδεα, ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι, κατακεῖσθαι, ἐκ τοῦ ἔργου, ἐκ τοῦ ἀφεῖσθαι.
它们的具体形态,可从跑、步、立、卧、工作和放松中推测。
§2020. Ὅτι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει.
20. 使用使之强壮,闲置使之萎缩。
§2121. Ἡ πίεξις πλήθει, μὴ ἰσχύϊ.
21. 压迫应当靠(绷带的)层数,而不是靠力量。
§2222. Ὁκόσα δὲ ἐκχυμώματα, ἢ φλάσματα, ἢ σπάσματα, ἢ οἰδήματα ἀφλέγμαντα, ἐξερύεται αἷμα ἐκ τοῦ τρώματος, ἐς μὲν τὸ ἄνω τοῦ σώματος πλεῖστον, βραχὺ δέ τι καὶ ἐς τὸ κάτω·
22. 至于内出血、挫伤、扭伤或无炎症的肿胀,血液从伤口处被挤出,大部分流向身体上方,少部分流向下方。
μὴ κατάντη τὴν χεῖρα ἔχοντα, ἢ τὸ σκέλος· τιθέμενον τὴν ἀρχὴν κατὰ τὸ τρῶμα, καὶ μάλιστα ἐρείδοντα, ἥκιστα τὰ ἄκρα, μέσως τὰ διὰ μέσου·
不要让手或脚向下垂放;包扎起点置于伤口处,在此处压迫最紧,两端最弱,中间适度。
τὸ ἔσχατον πρὸς τὰ ἄνω τοῦ σώματος νεμόμενον· ἐπιδέσει, πιέξει·
终点应朝向身体上方,通过包扎和压迫来实现。
ἀτὰρ καὶ ταῦτα, πλήθει μᾶλλον, ἢ ἰσχύϊ·
然而这些情况同样要靠层数,而不是靠力量。
μάλιστα δὲ τουτέοισιν ὀθόνια λεπτὰ, κοῦφα, μαλθακὰ, καθαρὰ, πλατέα, ὑγιέα, ὡς ἂν ἄνευ ναρθήκων· καὶ καταχύσει χρῆσθαι.
特别是对于这些情况,应当使用薄、轻、柔软、清洁、宽阔、完好的麻布,如同不用夹板一般;并且要使用浇水(温注)。
§2323. Τὰ δὲ ἐκπτώματα, ἢ στέμματα, ἢ διαστήματα, ἢ ἀποσπάσματα, ἢ ἀποκλάσματα, ἢ διαστρέμματα, οἷα τὰ κυλλὰ, τὰ ἑτερόῤῥοπα, ὅθεν μὲν ἐξέστη, ξυνδιδόντα, ὅπη δὲ ξυντείνοντα, ὡς ἐς τἀναντία ῥέπῃ, ἐπιδεθέντα, ἢ πρὶν ἐπιδεθῆναι, σμικρῷ μᾶλλον, ἢ ὥστε ἐξ ἴσου εἶναι·
23. 至于关节脱位、扭伤、骨缝分离、撕裂、破损(折断)或畸形(如内翻足及向一侧偏斜者),在其偏离之处使之松弛(合拢),在伸展之处使之紧张,使之朝相反方向倾斜,在包扎时或包扎前,要比达到平衡状态稍微过一些。
καὶ τοῖσιν ἐπιδέσμοισι, καὶ τοῖσι σπλήνεσι, καὶ τοῖσιν ἀναλήμμασι, καὶ τοῖσι σχήμασι, κατατάσει, ἀνατρίψει, διορθώσει, ταῦτα καὶ καταχύσει πλείονι.
应当通过绷带、压缩垫、悬吊带、姿势、持续牵引、按摩、矫正,以及更大量的浇水来实现。
§2424. Τὰ δὲ μινυθήματα, πουλὺ προσλαμβάνοντα τοῦ ὑγιέος, ἐπιδεῖν ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ ξυντακέντα πλέον ἢ αὐτὰ ἐμινύθει, ἀλλοίῃ τῇ ἐπιδέσει παραλλάξαντα, ἐκκλίνειν ἐς τὴν αὔξησιν καὶ ἀνάπλασιν τῶν σαρκῶν ποιήσηται.
24. 至于萎缩(消瘦),应当广泛地包含健康部位进行包扎,以便让消瘦的部位通过血液涌入得到比原来萎缩时更多的滋养,并通过改变和轮换不同的包扎方法,使其倾向于肌肉的生长和再生。
Βέλτιον δὲ καὶ τὸ ἄνωθεν, οἷον κνήμης, καὶ τὸν ἕτερον μηρὸν, καὶ τὸ σκέλος τὸ ὑγιὲς συνεπιδεῖν, ὡς ὁμοιότερον ᾖ, καὶ ὁμοίως ἐλινύῃ, καὶ ὁμοίως τῆς τροφῆς ἀποκλείηται καὶ δέχηται·
最好也一同包扎上方部位(例如小腿患病时包扎大腿)、另一侧大腿以及健康的整条腿,这样它们就会更加相似,同样地休息,并且同样地被限制并接受营养供给。
ὀθονίων πλήθει, μὴ πιέξει· ἀνιέντα πρῶτον τὸ μάλιστα δεόμενον, καὶ ἀνατρίψει χρώμενον σαρκούσῃ, καὶ καταχύσει· ἄνευ ναρθήκων.
这要靠绷带的层数,而不是靠压迫;首先放开最需要的部分,使用能促进长肉的按摩和浇水;不用夹板。
§2525. Τὰ δὲ ἑρμάσματα καὶ ἀποστηρίγματα, οἷον στήθει, πλευρῇσι, κεφαλῇ, καὶ τοῖσιν ἄλλοισιν, ὅσα τοιαῦτα· τὰ μὲν, σφυγμῶν ἕνεκεν, ὡς μὴ ἐνσείηται· τὰ δὲ, καὶ τῶν διαστασίων τῶν κατὰ τὰς ἁρμονίας ἐν τοῖσι κατὰ τὴν κεφαλὴν ὀστέοισιν, ἐρεισμάτων χάριν· ἐπί τε βηχέων, ἢ πταρμέων, ἢ ἄλλης κινήσιος, οἷα τὰ κατὰ θώρηκα καὶ κεφαλὴν ἀποστηρίγματα γίγνεται.
25. 支持物和固定支架,用于诸如胸部、肋骨、头部以及其他类似部位;有的是为了防止因跳动而产生震动,有的是为了应对头部骨骼缝合处的离开发挥支持作用,并在咳嗽、打喷嚏或其他运动时,作为产生于胸部和头部的支持固定。
Τουτέων ἁπάντων αἱ αὐταὶ ξυμμετρίαι τῆς ἐπιδέσιος·
所有这些情况,其包扎的适度标准都是相同的。
ᾗ μὲν γὰρ τὰ σίνη, μάλιστα πιέζει·
亦即在有伤口的地方压迫最紧。
ὑποτιθέναι οὖν μαλθακόν τι ἁρμόζον τῷ πάθει·
因此要在下面垫上适合该病症的柔软之物。
ἐπιδεῖν δὲ μὴ μᾶλλον πιεζεῦντα, ἢ ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείειν, μηδὲ μᾶλλον ἢ ὥστε τῶν διεστηκότων τὰ ἔσχατα τῶν ἁρμονιῶν ψαύειν ἀλλήλων, μηδὲ τὰς βῆχας καὶ τοὺς πταρμοὺς ὥστε κωλύειν, ἀλλ᾿ ὥστε ἀποστήριγμα εἶναι, ὡς μήτε διαναγκάζηται, μήτε ἐνσείηται.
包扎时不要施加超过防止跳动震动所必需的压迫,也不要超过使分离开的缝合处边缘相互接触所必需的压迫,也不要到妨碍咳嗽和打喷嚏的程度,而应当只起到支持作用,使其既不致过度受压,也不致发生震动。

词汇与语法注释

  1. §16ὧν — 省略了先行词的关系代词属格,暗示指代骨折部位或病例(如 ὀστέων)的部分属格,意为“在那些[骨折或病例]之中……”。
  2. §16ἔχειν — 独立使用的命令式不定式(imperative infinitive),表达对医生的指令,意为“应当保持”。
  3. §18φάτω — 动词 φημί 的单数第三人称命令式(“让他说”),作为对预期治疗效果的间接指示:医生必须调整绷带,使患者能够如此陈述。
  4. §18διὰ τρίτης — 使用包括性计算法(算入起始日)的惯用表达。“每三天”在古代相当于现代的“每隔一天”。
  5. §24ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ ξυντακέντα πλέον ἢ αὐτὰ ἐμινύθει — 接续词 ὡς ἂν 后接直说过去未完成时(ἐμινύθει)的异常句式。在此表示目的或结果(“以便……”),同时与过去的萎缩状态进行对比。

引用这一段

希波克拉底, 论诊所内操作 §16-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg008.humanitext-grc1:16-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。