§1818. Τῶν δὲ παιδίων τὰ ὀστέα καὶ λεπτότερά ἐστι καὶ μαλθακώτερα διὰ τοῦτο, ὅτι ἐναιμότερά ἐστι, καὶ κοῖλα, καὶ σηραγγώδεα, καὶ οὔτε πυκνὰ, οὔτε στερεά.
18. 儿童的骨骼之所以更薄且更软,是因为它们含有更丰富的血液,且多孔、呈海绵状,既不致密也不坚固。
Καὶ ὑπὸ τῶν βελέων ἴσων τε ἐόντων καὶ ἀσθενεστέρων, καὶ τρωθέντων ὁμοίως τε καὶ ἧσσον, τὸ τοῦ νεωτέρου παιδίου καὶ μᾶλλον καὶ θᾶσσον ὑποπυΐσκεται, ἢ τὸ τοῦ πρεσβυτέρου, καὶ ἐν ἐλάσσονι χρόνῳ· καὶ ὅσα ἂν ἄλλως μέλλῃ ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ὁ νεώτερος τοῦ πρεσβυτέρου θᾶσσον ἀπόλλυται.
因此,即使被相同或更弱力量的投掷物,以相同或更轻的程度所伤,较年轻儿童的骨骼也会比较年长儿童的骨骼更严重、更快且在更短的时间内化脓;在其他因伤势注定要死亡的情况下,年轻者比较年长者死得更快。
Ἀλλὰ χρὴ, ἢν ψιλωθῇ τῆς σαρκὸς τὸ ὀστέον, προσέχοντα τὸν νόον, πειρῆσθαι διαγινώσκειν ὅ τι μή ἐστι τοῖσιν ὀφθαλμοῖσιν ἰδεῖν, καὶ γνῶναι εἰ ἔῤῥωγε τὸ ὀστέον καὶ εἰ πέφλασται, ἢ μοῦνον πέφλασται, καὶ εἰ, ἕδρης γενομένης τοῦ βέλεος, πρόσεστι φλάσις, ἢ ῥωγμὴ, ἢ ἄμφω ταῦτα· καὶ ἤν τι τούτων πεπόνθῃ τὸ ὀστέον, ἀφεῖναι τοῦ αἵματος τρυπῶντα τὸ ὀστέον σμικρῷ τρυπάνῳ, φυλασσόμενον ἐπ᾿ ὀλίγον· λεπτότερον γὰρ τὸ ὀστέον, καὶ ἐπιπολαιότερον τῶν νέων ἢ τῶν πρεσβυτέρων.
然而,如果骨骼已从肌肉中裸露出来,医者必须集中注意力,努力去辨识肉眼无法看见的情况,并确定骨骼是否开裂、是否挫伤,或者仅仅是挫伤,以及在有投掷物痕迹的情况下,是否伴有挫伤、裂纹或两者兼有;如果骨骼遭受了这些损伤中的任何一种,应当用小穿孔器在骨骼上钻孔以排出部分血液,同时必须小心每次仅钻入一点;因为年轻人的骨骼比起年长者更薄,且位置更浅。
§1919. Ὅστις δὲ μέλλει ἐκ τρωμάτων ἐν κεφαλῇ ἀποθνήσκειν, καὶ μὴ δυνατὸν αὐτὸν ὑγιᾶ γενέσθαι, μηδὲ σωθῆναι, ἐκ τῶνδε τῶν σημείων χρὴ τὴν διάγνωσιν ποιέεσθαι τοῦ μέλλοντος ἀποθνήσκειν, καὶ προλέγειν τὸ μέλλον ἔσεσθαι.
19. 对于那些注定要因头部伤口而死亡、既不可能痊愈也不可能获救的患者,医者必须根据以下征兆对注定要死的人做出诊断,并预言将要发生的事。
Πάσχει γὰρ τάδε· ὁκόταν τις ὀστέον κατεηγὸς, ἢ ἐῤῥωγὸς, ἢ πεφλασμένον, ἢ ὅτῳ γοῦν τρόπῳ κατεηγὸς μὴ ἐννοήσας ἁμάρτῃ, καὶ μήτε ξύσῃ, μήτε πρίσῃ, δεόμενον, μεθῇ δὲ ὡς ὑγιέος ὄντος τοῦ ὀστέου, πρὸ τῶν τεσσαρεσκαίδεκα ἡμερέων πυρετὸς ἐπιλήψεται ὡς ἐπὶ πουλὺ ἐν χειμῶνι· ἐν δὲ τῷ θέρει μετὰ τὰς ἑπτὰ ἡμέρας ὁ πυρετὸς ἐπιλαμβάνει.
因为患者会经历以下症状:当有人未能察觉骨骼已折断、开裂、挫伤,或以任何方式折断而犯下错误,在需要刮骨或锯骨时既未刮骨也未锯骨,而是将其作为健康的骨骼予以搁置,那么在冬天通常在十四天之内,而在夏天则在七天之后,发热就会侵袭患者。
Καὶ ἐπειδὰν τοῦτο γένηται, τὸ ἕλκος ἄχροον γίνεται· καὶ ἐξ αὐτοῦ ἰχὼρ ῥέει σμικρός· καὶ τὸ φλεγμαῖνον ἐκτέθνηκεν ἐξ αὐτοῦ· καὶ γλισχρῶδες γίνεται, καὶ φαίνεται ὥσπερ τάριχος, χροιὴν πυῤῥὸν, ὑποπέλιον· καὶ τὸ ὀστέον σφακελίζειν τηνικαῦτα ἄρχεται, καὶ γίνεται περκνὸν, λευκὸν ὂν, τελευταῖον δὲ ἔπωχρον γενόμενον ἢ ἔκλευκον.
一旦发生这种情况,伤口就会失去血色,并从中流出少量浆液,伤口中发炎的部分也会坏死;它会变得黏稠,看起来就像干鱼,颜色呈红褐色或略显青黑;此时骨骼开始坏死,由原本的白色变暗,最终变成带黄的白色或极白的颜色。
Ὅταν δ᾿ ἤδη ὑπόπυον ᾖ, ἐπὶ τῇ γλώσσῃ φλυκταῖναι γίνονται, καὶ παραφρονέων τελευτᾷ.
当内部已经化脓时,舌头上就会出现水疱,患者会在谵妄中死去。
Καὶ σπασμὸς ἐπιλαμβάνει τοὺς πλείστους τὰ ἐπὶ θάτερα τοῦ σώματος· ἢν μὲν ἐν τῷ ἐπ᾿ ἀριστερὰ τῆς κεφαλῆς ἔχη τὸ ἕλκος, τὰ ἐπὶ δεξιὰ τοῦ σώματος ὁ σπασμὸς λαμβάνει· ἢν δ᾿ ἐν τῷ ἐπὶ δεξιὰ τῆς κεφαλῆς ἔχῃ τὸ ἕλκος, τὰ ἐπ᾿ ἀριστερὰ τοῦ σώματος ὁ σπασμὸς ἐπιλαμβάνει.
大多数患者身体的一侧会发生痉挛:如果伤口在头部左侧,痉挛就会侵袭身体右侧;如果伤口在头部右侧,痉挛就会侵袭身体左侧。
Εἰσὶ δ᾿ οἳ καὶ ἀπόπληκτοι γίνονται.
有些人还会出现半身瘫痪。
Καὶ οὕτως ἀπόλλυνται πρὸ ἑπτὰ ἡμερέων ἐν θέρει, ἢ τεσσάρων καὶ δέκα ἐν χειμῶνι.
他们就这样在夏天的七天之内,或冬天的十四天之内死去。
Ὁμοίως δὲ τὰ σημεῖα ταῦτα σημαίνει, καὶ ἐν πρεσβυτέρῳ ἐόντι τῷ τρώματι, ἢ καὶ ἐν νεωτέρῳ.
无论伤口是较陈旧还是较新鲜,这些征兆都具有相同的指示作用。
Ἀλλὰ χρὴ, εἰ ἐννοοίης τὸν πυρετὸν ἐπιλαμβάνοντα, καὶ τῶν ἄλλων τι σημεῖον τούτῳ προσγενόμενον, μὴ διατρίβειν, ἀλλὰ πρίσαντα τὸ ὀστέον πρὸς τὴν μήνιγγα, ἢ καταξύσαντα τῷ ξυστῆρι (εὔπριστον δὲ γίνεται καὶ εὔξυστον), ἔπειτα τὰ λοιπὰ οὕτως ἰητρεύειν, ὅκως ἂν δοκέῃ ξυμφέρειν, πρὸς τὸ γινόμενον ὁρῶν.
但是,如果你察觉到发热的侵袭,并且伴有其他任何一种征兆,就绝不应拖延,而应将骨骼锯至脑膜处,或者用刮骨器将其刮掉(因为此时骨骼变得极易锯开且极易刮除),然后根据所发生的情况,以显得最有利的方式进行后续治疗。