Humanitext Reader

希波克拉底 · 论头部创伤 §20-21

面部肿胀的导泻与颅骨锯骨手术规程

第 11 段,共 11 段 · 希腊语

内容简介

指示对面部及眼部类似丹毒的肿胀采用排出胆汁的药物进行导泻治疗,并详述了颅骨锯骨手术的操作规范,指出根据接手治疗早晚在手术步骤上的差异。

§2020. Ὅταν δ᾿ ἐπὶ τρώματι ἐν κεφαλῇ ἀνθρώπου ἢ πεπριωμένου ἢ ἀπριώτου, ἐψιλωμένου δὲ τοῦ ὀστέου, οἴδημα ἐπιγένηται ἐρυθρὸν καὶ ἐρυσιπελατῶδες ἐν τῷ προσώπῳ, καὶ ἐν τοῖσιν ὀφθαλμοῖσιν ἀμφοτέροισιν, ἢ τῷ ἑτέρῳ, καὶ, εἴ τις ἅπτοιτο τοῦ οἰδήματος, ὀδυνῷτο, καὶ πυρετὸς ἐπιλαμβάνοι καὶ ῥῖγος, τὸ δὲ ἕλκος αὐτό τε ἀπὸ τῆς σαρκὸς καλῶς ἔχοι ἰδέσθαι, καὶ τἀπὸ τοῦ ὀστέου, καὶ τὰ περιέχοντα τὸ ἕλκος ἔχοι καλῶς, πλὴν τοῦ οἰδήματος τοῦ ἐν τῷ προσῴπῳ, καὶ ἄλλην ἁμαρτάδα μηδεμίαν ἔχοι τὸ οἴδημα τῆς ἄλλης διαίτης, τούτου χρὴ τὴν κάτω κοιλίην ὑποκαθῆραι φαρμάκῳ, ὅ τι χολὴν ἄγει·
20. 另一方面,在人头部受伤的情况下,无论骨骼已被锯开或未被锯开,只要骨骼已裸露,若在面部以及双眼或其中一只眼睛出现红色且呈丹毒状的肿胀,且触碰该肿胀处会感到疼痛,并伴随发热与寒战,而伤口本身无论从肌肉来看还是从骨骼来看显现出良好的状态,伤口周围也状态良好,唯独面部有肿胀,且该肿胀并无其他因饮食起居不当引起的病症,此时必须用能排出胆汁的药物来导泻其下腹;如此排泄之后,发热便会消退,肿胀也会消退,患者得以康复。
καὶ οὕτω καθαρθέντος, ὅ τε πυρετὸς ἀφίησι, καὶ τὸ οἴδημα καθίσταται, καὶ ὑγιὴς γίνεται. Τὸ δὲ φάρμακον χρὴ διδόναι πρὸς τὴν δύναμιν τοῦ ἀνθρώπου ὁρῶν, ὡς ἂν ἔχῃ ἰσχύος.
给药时必须观察患者的体质,根据其体力强弱而定。
§2121. Περὶ δὲ πρίσιος, ὅταν καταλάβῃ ἀνάγκη πρίσαι ἄνθρωπον, ὧδε γινώσκειν· ἢν ἐξ ἀρχῆς λαβὼν τὸ ἴημα πρίῃς, οὐ χρὴ ἐκπρίειν τὸ ὀστέον πρὸς τὴν μήνιγγα αὐτίκα· οὐ γὰρ συμφέρει τὴν μήνιγγα ψιλὴν εἶναι τοῦ ὀστέου ἐπὶ πουλὺν χρόνον κακοπαθοῦσαν, ἀλλὰ τελευτῶσά πη καὶ διεμύδησεν.
21. 关于锯骨,当必须对患者进行锯骨时,应当这样判断:如果是从一开始就接手治疗并进行锯骨,不应当立即将骨骼锯至脑膜处;因为脑膜长期暴露在骨骼之外并遭受损害并无益处,最终它会以某种方式腐烂。
Ἔστι δὲ καὶ ἕτερος κίνδυνος, ἢν αὐτίκα ἀφαιρέῃς πρὸς τὴν μήνιγγα ἐκπρίσας τὸ ὀστέον, τρῶσαι ἐν τῷ ἔργῳ τῷ πρίονι τὴν μήνιγγα.
如果立即锯至脑膜处并取下骨骼,还存在另一个危险,即在操作中用锯子伤及脑膜。
Ἀλλὰ χρὴ πρίοντα, ἐπειδὰν ὀλίγον πάνυ δέῃ διαπεπρίσθαι, καὶ ἤδη κινέηται τὸ ὀστέον, παύσασθαι πρίοντα, καὶ ἐᾷν ἐπὶ τὸ αὐτόματον ἀποστῆναι τὸ ὀστέον.
应当在锯骨时,当只差极少就要锯透、且骨骼已经松动时,停止锯骨,让骨骼自然脱落。
Ἐν γὰρ τῷ διαπριωτῷ δστέῳ καὶ ἐπιλελειμμένῳ τῆς πρίσιος οὐκ ἂν ἐπιγένοιτο κακὸν οὐδέν· λεπτὸν γὰρ τὸ λειπόμενον ἤδη γίνεται.
因为在锯开但未完全锯断而留有余地的情况下,不会产生任何危害;因为此时留下的部分已经很薄。
Τὰ δὲ λοιπὰ ἰῆσθαι χρὴ, ὡς ἂν δοκέῃ ξυμφέρειν τῷ ἕλκεϊ.
其余的治疗应当根据对伤口显得有益的方式进行。
Πρίοντα δὲ χρὴ πυκινὰ ἐξαιρέειν τὸν πρίονα τῆς θερμασίης εἵνεκα τοῦ ὀστέου, καὶ ὕδατι ψυχρῷ ἐναποβάπτειν.
在锯骨时,为了防止骨骼发热,必须频繁地将锯子取出,并浸入冷水中。
Θερμαινόμενος γὰρ ὑπὸ τῆς περιόδου ὁ πρίων, καὶ τὸ ὀστέον ἐκθερμαίνων καὶ ἀναξηραίνων, κατακαίει, καὶ μεῖζον ποιέει ἀφίστασθαι τὸ ὀστέον τὸ περιέχον τὴν πρίσιν, ἢ ὅσον μέλλει ἀφίστασθαι.
因为锯子因旋转而发热,使骨骼过热并干燥,从而将其烧焦,并导致锯口周围脱落的骨骼范围比原本应当脱落的还要大。
Καὶ ἢν αὐτίκα βούλῃ ἐκπρίσαι τὸ πρὸς τὴν μήνιγγα, ἔπειτα ἀφελέειν τὸ ὀστέον, ὡσαύτως χρὴ πυκινά τε ἐξαιρέειν τὸν πρίονα, καὶ ἐναποβάπτειν τῷ ὕδατι τῷ ψυχρῷ.
如果想立即锯至脑膜处然后取下骨骼,同样必须频繁取出锯子并浸入冷水中。
Ἢν δὲ μὴ ἐξ ἀρχῆς λαμβάνῃς τὸ ἴημα, ἀλλὰ παρ᾿ ἄλλου παραδέχῃ ὐστερίζων τῆς ἰήσιος, πρίονι χρὴ χαρακτῷ ἐκπρίειν μὲν αὐτίκα τὸ ὀστέον πρὸς τὴν μήνιγγα, θαμινὰ δὲ ἐξαιρεῦντα τὸν πρίονα σκοπεῖσθαι καὶ ἄλλως καὶ τῇ μήλῃ πέριξ κατὰ τὴν ὁδὸν τοῦ πρίονος.
但如果不是从一开始就接手治疗,而是从他人手中接过来、在治疗上有所延迟,就必须立即用带齿的锯子将骨骼锯至脑膜处,频繁取出锯子,并以其他方式以及用探针在锯道周围进行仔细观察。
Καὶ γὰρ πουλὺ θᾶσσον διαπρίεται τὸ ὀστέον, ἢν ὑπόπυόν τε ἐήν ἤδη καὶ διάπυον πρίῃς, καὶ πολλάκις τυγχάνει ἐπιπόλαιον ἐὸν τὸ ὀστέον, ἄλλως τε καὶ ἢν ταύτῃ τῆς κεφαλῆς ᾖ τὸ τρῶμα, ᾗ τυγχάνει λεπτότερον ἐὸν τὸ ὀστέον ἢ παχύτερον.
因为如果在已经化脓且充满脓液时进行锯骨,骨骼会锯得快得多,而且骨骼往往处于较浅的位置,特别是当头部伤口恰好位于骨骼较薄而非较厚的地方时。
Ἀλλὰ φυλάσσεσθαι χρὴ, ὡς μὴ λάθῃς προσβαλὼν τὸν πρίονα, ἀλλ᾿ ὅπη δοκέῃ παχύτατον εἶναι τὸ ὀστέον, ἐς τοῦτο αἰεὶ ἐνστηρίζειν τὸν πρίονα, θαμινὰ σκοπούμενος, καὶ πειρᾶσθαι ἀνακινέων τὸ ὀστέον ἀναβάλλειν, ἀφελὼν δὲ, τὰ λοιπὰ ἰητρεύειν ὡς ἂν δοκέῃ ξυμφέρειν τῷ ἕλκεϊ.
但必须小心,以免在不经意间将锯子压向脑膜,而应当始终将锯子固定在显得最厚的地方,频繁观察,并试着通过摇动骨骼将其取出;取出后,其余治疗按照显得对伤口有利的方式进行。
Καὶ ἢν, ἐξ ἀρχῆς λαβὼν τὸ ἴημα, αὐτίκα βούλῃ ἐκπρίσας τὸ ὀστέον ἀφελεῖν ἀπὸ τῆς μήνιγγος, ὡσαύτως χρὴ πυκινά τε σκοπεῖσθαι τῇ μήλῃ τὴν περίοδον τοῦ πρίονος, καὶ ἐς τὸ παχύτατον ἀεὶ τοῦ ὀστέου τὸν πρίονα ἐνστηρίζειν, καὶ ἀνακινέων βούλεσθαι ἀφελέειν τὸ ὀστέον.
如果从一开始就接手治疗,且想立即锯断骨骼并将其从脑膜上取下,同样必须频繁用探针观察锯道,始终将锯子固定在骨骼最厚的地方,并试着通过摇动取出骨骼。
Ἢν δὲ τρυπάνῳ χρῇ, πρὸς δὲ τὴν μήνιγγα μὴ ἀφικνέεσθαι, ἢν ἐξ ἀρχῆς λαμβάνων τὸ ἴημα τρυπᾷς, ἀλλ᾿ ἐπιλιπεῖν τοῦ ὀστέου λεπτὸν, ὥσπερ καὶ ἐν τῇ πρίσει γέγραπται.
如果是使用穿孔器,若从一开始就接手治疗并进行钻孔,则不应触及脑膜,而应当像锯骨篇中所写的那样,留下一层薄薄的骨骼。

词汇与语法注释

  1. 20καὶ ἄλλην ἁμαρτάδα μηδεμίαν ἔχοι τὸ οἴδημα τῆς ἄλλης διαίτης — 时间条件从句(ὅταν...)中的动词 ἔχοι(祈愿语气)与前面的 ἐπιγένηται(虚拟语气)以及之后的 ὀδυνῷτο, ἐπιλαμβάνοι(祈愿语气)混合使用,这是爱奥尼亚方言医学文献中常见的语气混用现象。主语为 τὸ οἴδημα(肿胀),意思是“如果该肿胀并无其他因其余养生法(饮食起居)不当引起的合并症”。
  2. 21ἀλλὰ τελευτῶσά πη καὶ διεμύδησεν — 动词 διεμύδησεν 是过去不定时,在此处作为“格言过去不定时(gnomic aorist)”使用,用以表达普遍规律或必然结果,故译为现在时。阴性单数主格分词 τελευτῶσα(与主语 μήνιγξ“脑膜”一致)在此作状语使用,意为“最终”、“最后”。
  3. p.258ἐν τῷ διαπριωτῷ δστέῳ καὶ ἐπιλελειμμένῳ τῆς πρίσιος — 属格 τῆς πρίσιος(锯骨)依附于被动分词 ἐπιλελειμμένῳ(被留下、未完成),作为表示范围或缺乏的属格。整句字面意思是“在被锯开但在锯骨操作中留有余地的骨骼中”,指在完全锯断之前停下的状态。
  4. 21ᾗ τυγχάνει λεπτότερον ἐὸν τὸ ὀστέον ἢ παχύτερον — 动词 τυγχάνει 伴随分词 ἐόν(εἰμί 的中性单数现在分词)作为补充性分词,表示“恰好是”。两个比较级的对照“λεπτότερον... ἢ παχύτερον”意为“较薄而非较厚”或“与其说厚不如说薄”。

引用这一段

希波克拉底, 论头部创伤 §20-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg007.humanitext-grc1:20-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。