§1515. Φυλάσσεσθαι δὲ χρὴ, ὅκως μή τι κακὸν ἀπολαύσῃ τὸ ὀστέον ἀπὸ τῆς σαρκὸς, ἢν κακῶς ἰητρεύηται.
15. 此外,如果对肌肉的治疗不当,必须小心防止骨骼从肌肉中受到任何不良影响。
Ὀστέῳ γὰρ καὶ πεπρισμένῳ, καὶ ἄλλως ἐψιλωμένῳ, ὑγιεῖ δὲ ἐόντι, καὶ ἔχοντί τι σίνος ὑπὸ τοῦ βέλεος, δοκέοντι δὲ ὑγιεῖ εἶναι, κίνδυνός ἐστι μᾶλλον ὑπόπυον γενέσθαι (ἢν καὶ ἄλλως μὴ μέλλῃ), ἢν καὶ ἡ σὰρξ ἡ περιέχουσα τὸ ὀστέον κακῶς θεραπεύηται, καὶ φλεγμαίνηται, καὶ περισφίγγηται·
因为对于已被锯开的骨头,或者其他已露出但仍健康的骨头,以及因投掷物受到某种损伤但看起来健康的骨头,如果周围的肌肉治疗不当、发炎并被紧束,那么它化脓的危险就会更大(即使在其他情况下本不至于如此)。
πυρετῶδες γὰρ γίγνεται, καὶ πολλοῦ φλογμοῦ πλέον.
因为它会变得发热,且充满剧烈的炎症。
Καὶ δὴ τὸ ὀστέον ἐκ τῶν περιεχουσῶν σαρκέων ἐς ἑωυτὸ θέρμην τε καὶ φλογμὸν καὶ ἄραδον ἐμποιέει καὶ σφυγμὸν, καὶ ὅσα περ ἡ σὰρξ ἔχει κακὰ ἐν ἑωυτέῃ, καὶ ἐκ τουτέων ὧδε ὑπόπυον γίνεται.
实际上,骨骼会从周围的肌肉中,将热量、炎症、扰动、搏动以及肌肉自身所含的一切恶劣症状引入自身,并因此像这样化脓。
Κακὸν δὲ καὶ ὑγρήν τε εἶναι τὴν σάρκα ἐν τῷ ἕλκει καὶ μυδῶσαν, καὶ ἐπὶ πολλὸν χρόνον καθαίρεσθαι.
伤口中的肌肉潮湿且有腐肉,并长期处于排脓净化状态,也是有害的。
Ἀλλὰ χρὴ διάπυον μὲν ποιῆσαι τὸ ἕλκος ὡς τάχιστα· οὕτω γὰρ ἂν ἥκιστα φλεγμαίνοι τὰ περιέχοντα τὸ ἕλκος, καὶ τάχιστα καθαρὸν εἴη· ἀνάγκη γὰρ ἔχει τὰς σάρκας τὰς κοπείσας καὶ φλασθείσας ὑπὸ τοῦ βέλεος, ὑποπύους γενομένας, ἐκτακῆναι.
相反,应当使伤口尽快充分化脓;因为这样一来,包围伤口的部分最不易发炎,且能最快得到净化;因为被投掷物切开和挫伤的肌肉,在化脓之后必然会融化消散。
Ἐπειδὰν δὲ καθαρθῇ, ξηρότερον χρὴ γίγνεσθαι τὸ ἕλκος· οὕτω γὰρ ἂν τάχιστα ὑγιὲς γένοιτο, ξηρῆς σαρκὸς βλαστούσης καὶ μὴ ὑγρῆς, καὶ οὕτως οὐκ ἂν ὑπερσαρκήσειε τὸ ἕλκος.
一旦净化完成,伤口就必须变得更加干燥;因为这样一来,生出的将是干燥而非潮湿的肌肉,伤口会好得最快,且伤口也不会产生过剩的息肉。
Ὁ δ᾿ αὐτὸς λόγος καὶ ὑπὲρ τῆς μήνιγγος τῆς περὶ τὸν ἐγκέφαλον· ἢν γὰρ αὐτίκα ἐκπρίσας τὸ ὀστέον καὶ ἀφελὼν ἀπὸ τῆς μήνιγγος ψιλώσῃς, αὐτὴν καθαρὴν χρὴ ποιῆσαι ὡς τάχιστα καὶ ξηρὴν, ὡς μὴ ἐπὶ πουλὺν χρόνον ὑγρὴ ἐοῦσα μυδήῃ τε καὶ ἐξαίρηται· τούτων γὰρ οὕτω γιγνομένων, σαπῆναι αὐτὴν κίνδυνος.
同样的道理也适用于包裹大脑的脑膜;因为如果你立即将骨骼锯开并从脑膜上移除、使其裸露,你就必须尽快使其清洁和干燥,以免它长期处于潮湿状态而腐烂并肿胀;因为如果这些情况这样发生,它就有腐烂的危险。
§1616. Ὀστέον δὲ, ὅ τι δεῖ ἀποστῆναι ἀπὸ τοῦ ἄλλου ὀστέου, ἕλκεος ἐν κεφαλῇ γενομένου, ἕδρης τε ἐούσης τοῦ βέλεος ἐν τῷ ὀστέῳ, ἢ ἄλλως ἐπὶ πουλὺ ψιλωθέντος τοῦ ὀστέου, ἀφίσταται ἐπὶ πουλὺ ἔξαιμον γινόμενον.
16. 当头部出现伤口,骨骼上有投掷物的痕迹,或者骨骼在其他情况下大面积暴露时,必须从其余骨骼中脱落的骨片,会在很大程度上因失去血液而脱落。
Ἀναξηραίνεται γὰρ τὸ αἷμα ἐκ τοῦ ὀστέου ὑπό τε τοῦ χρόνου καὶ ὑπὸ φαρμάκων τῶν πλείστων· τάχιστα δ᾿ ἆν ἀποσταίη, εἴ τις τὸ ἕλκος ὡς τάχιστα καθήρας ξηραίνοι τὸ λοιπὸν τό τε ἕλκος καὶ τὸ ὀστέον, καὶ τὸ μεῖζον καὶ τὸ ἧσσον.
因为骨骼中的血液会随着时间和大多数药物的作用而干涸;如果能尽快清理伤口,此后使伤口和骨骼(无论大小)都保持干燥,它就会最快脱落。
Τὸ γὰρ τάχιστα ἀποξηρανθὲν καὶ ἀποστρακωθὲν τούτῳ μάλιστα ἀφίεται ἀπὸ τοῦ ἄλλου ὀστέου τοῦ ἐναίμου τε καὶ ζῶντος αὐτέου, ἔξαιμόν τε γενόμενον καὶ ξηρὸν τῷ ἐναίμῳ καὶ ζῶντι μάλα ἐφίσταται.
因为最快干燥并结痂的部分,由此最易与其余有血且存活的骨骼分离;失去血液且干燥的部分,会显著地从有血且存活的部分上浮起脱离。
§1717. Ὅσα δὲ τῶν ὀστέων ἐσφλᾶται ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτῶν, καταῤῥαγέντα ἢ καὶ διακοπέντα πάνυ εὐρέα, ἀκινδυνότερα τὰ τοιαῦτα γίνεται, ἐπὴν ἡ μῆνιγξ ὑγιὴς ᾖ· καὶ τὰ πλέοσι ῥωγμῇσιν ἐσκαταῤῥαγέντα καὶ εὐρυτέρῃσιν, ἔτι ἀκινδυνότερα καὶ εὐμαρέστερα ἐς τὴν ἀφαίρεσιν γίνεται.
17. 至于那些因骨折或被极宽地切开而从其自然位置向内凹陷的骨骼,只要脑膜完好,其危险性就较小;且那些伴有更多、更宽裂纹而向内粉碎塌陷的骨骼,危险更小,也更容易移除。
Καὶ οὐ χρὴ πρίειν τῶν τοιούτων οὐδὲν, οὐδὲ κινδυνεύειν τὰ ὀστέα πειρώμενον ἀφαιρέειν, πρὶν ἢ αὐτόματα ἐπανίῃ, οἴδεος πρῶτον χαλάσαντος.
对于此类骨骼,绝不应进行锯骨,也不应在肿胀消退、骨骼自行升起之前,冒险尝试将其移除。
Ἐπανέρχεται δὲ τῆς σαρκὸς ὑποφυομένης· ὑποφύεται δὲ ἐκ τῆς διπλόης τοῦ ὀστέου καὶ ἐκ τοῦ ὑγιέος, ἢν ἡ ἄνωθεν μοῖρα μούνη σφακελίσῃ.
而它们是由于肌肉在下面生长而升起的;如果仅有上层骨板坏死,肌肉就会从骨骼的板障层和健康部分由下往上生长。
Οὕτω δ᾿ ἂν τάχιστα ἥ τε σὰρξ ὑποφύοιτο καὶ βλαστάνοι, καὶ τὰ ὀστέα ἐπανίοι, εἴ τις τὸ ἕλκος ὡς τάχιστα διάπυον ποιήσας καθαρὸν ποιήσηται.
如果能尽快使伤口化脓并保持清洁,肌肉就会最快地在下面生长并萌发,骨骼也会升起。
Καὶ ἢν διὰ παντὸς τοῦ ὀστέου ἄμφω αἱ μοῖραι ἐσφλασθῶσιν ἔσω ἐς τὴν μήνιγγα, ἥ τε ἄνω μοίρη τοῦ ὀστέου καὶ ἡ κάτω, ἰητρεύοντι ὡσαύτως τὸ ἕλκος ὑγιὲς τάχιστα ἔσται, καὶ τὰ ὀστέα τάχιστα ἐπάνεισι, τὰ ἐσφλασθέντα ἔσω.
即使整块骨骼的上层骨板和下层骨板双双向内凹陷压迫脑膜,如果用同样的方法治疗,伤口也会最快痊愈,向内凹陷的骨骼也会最快升起。