← ヒポクラテス

頭部の損傷について

§18-19

小児の頭部骨折の危険性と放置時の致死的徴候

小児の頭部骨折が大人に比べて化膿しやすく死に至りやすい性質を述べ、骨の精査と血抜きを推奨する。また、骨折を見落として放置した場合に生じる発熱、傷口の壊死、対側性痙攣などの致死的な予後徴候を説明し、速やかな穿孔や掻爬による外科的介入を促す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18

​18. Τῶν δὲ παιδίων τὰ ὀστέα καὶ λεπτότερά ἐστι καὶ μαλθακώτερα διὰ τοῦτο, ὅτι ἐναιμότερά ἐστι, καὶ κοῖλα, καὶ σηραγγώδεα, καὶ οὔτε πυκνὰ, οὔτε στερεά. Καὶ ὑπὸ τῶν βελέων ἴσων τε ἐόντων καὶ ἀσθενεστέρων, καὶ τρωθέντων ὁμοίως τε καὶ ἧσσον,1 τὸ τοῦ νεωτέρου παιδίου καὶ μᾶλλον καὶ θᾶσσον ὑποπυΐσκεται, ἢ τὸ τοῦ πρεσβυτέρου, καὶ ἐν ἐλάσσονι χρόνῳ· καὶ ὅσα ἂν ἄλλως μέλλῃ ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ὁ νεώτερος τοῦ πρεσβυτέρου θᾶσσον ἀπόλλυται. Ἀλλὰ χρὴ, ἢν ψιλωθῇ τῆς σαρκὸς τὸ ὀστέον, προσέχοντα τὸν νόον, πειρῆσθαι διαγινώσκειν ὅ τι μή ἐστι τοῖσιν ὀφθαλμοῖσιν ἰδεῖν, καὶ γνῶναι εἰ ἔῤῥωγε τὸ ὀστέον καὶ εἰ πέφλασται, ἢ μοῦνον πέφλασται, καὶ εἰ, ἕδρης γενομένης τοῦ βέλεος, πρόσεστι φλάσις, ἢ ῥωγμὴ, ἢ ἄμφω ταῦτα· καὶ ἤν τι τούτων πεπόνθῃ τὸ ὀστέον, ἀφεῖναι τοῦ αἵματος2 τρυπῶντα τὸ ὀστέον σμικρῷ τρυπάνῳ, φυλασσόμενον ἐπ᾿ ὀλίγον· λεπτότερον γὰρ τὸ ὀστέον, καὶ ἐπιπολαιότερον τῶν νέων ἢ τῶν πρεσβυτέρων.

​18. 子供の骨は、大人よりも薄く、またより柔らかい。それは、子供の骨がより血液に富み、空洞が多く、海綿状であって、緻密でもなく硬くもないからである。そして、等しい強さの、あるいはより弱い飛び道具によって、同様にあるいはより軽度に負傷した場合でも、より若い子供の骨は、より年長の子供の骨よりも、よりひどく、より速く、そしてより短い時間で膿を持つ。また、その他に傷口のために死ぬことになるような場合にも、より若い子供はより年長の子供よりも早く死ぬ。しかし、もし骨が肉から剥き出しになったならば、注意を集中して、目で見ることができないものを識別するように努めなければならず、骨が裂けているか、挫傷しているか、あるいは単に挫傷しているだけか、また、飛び道具の痕がある場合に、挫傷や亀裂、あるいはその両方が伴っているかを知らねばならない。そして、もし骨がこれらのいずれかを被っているならば、小さい穿孔器で骨に孔を開けて血を逃がすべきであり、その際、少しずつ進めるよう用心しなければならない。なぜなら、若い人の骨は年長の人よりも薄く、より浅いところにあるからである。

§19

​19. Ὅστις δὲ μέλλει ἐκ τρωμάτων ἐν κεφαλῇ ἀποθνήσκειν, καὶ μὴ δυνατὸν αὐτὸν ὑγιᾶ γενέσθαι, μηδὲ σωθῆναι, ἐκ τῶνδε τῶν σημείων χρὴ τὴν διάγνωσιν ποιέεσθαι τοῦ μέλλοντος ἀποθνήσκειν, καὶ προλέγειν τὸ μέλλον ἔσεσθαι. Πάσχει γὰρ τάδε· ὁκόταν τις ὀστέον κατεηγὸς, ἢ ἐῤῥωγὸς, ἢ πεφλασμένον, ἢ ὅτῳ γοῦν τρόπῳ κατεηγὸς μὴ ἐννοήσας ἁμάρτῃ, καὶ μήτε ξύσῃ, μήτε πρίσῃ, δεόμενον,3 μεθῇ δὲ ὡς ὑγιέος ὄντος τοῦ ὀστέου, πρὸ τῶν τεσσαρεσκαίδεκα ἡμερέων πυρετὸς ἐπιλήψεται ὡς ἐπὶ πουλὺ ἐν χειμῶνι· ἐν δὲ τῷ θέρει μετὰ τὰς ἑπτὰ ἡμέρας ὁ πυρετὸς ἐπιλαμβάνει. Καὶ ἐπειδὰν τοῦτο γένηται, τὸ ἕλκος ἄχροον γίνεται· καὶ ἐξ αὐτοῦ ἰχὼρ ῥέει σμικρός· καὶ τὸ φλεγμαῖνον ἐκτέθνηκεν ἐξ αὐτοῦ· καὶ γλισχρῶδες γίνεται, καὶ φαίνεται ὥσπερ τάριχος, χροιὴν πυῤῥὸν, ὑποπέλιον· καὶ τὸ ὀστέον σφακελίζειν τηνικαῦτα ἄρχεται, καὶ γίνεται περκνὸν, λευκὸν ὂν, τελευταῖον δὲ ἔπωχρον γενόμενον ἢ ἔκλευκον. Ὅταν δ᾿ ἤδη ὑπόπυον ᾖ, ἐπὶ τῇ γλώσσῃ φλυκταῖναι γίνονται, καὶ παραφρονέων τελευτᾷ. Καὶ σπασμὸς ἐπιλαμβάνει τοὺς πλείστους τὰ ἐπὶ θάτερα4 τοῦ σώματος· ἢν μὲν ἐν τῷ ἐπ᾿ ἀριστερὰ τῆς κεφαλῆς ἔχη τὸ ἕλκος, τὰ ἐπὶ δεξιὰ τοῦ σώματος ὁ σπασμὸς λαμβάνει· ἢν δ᾿ ἐν τῷ ἐπὶ δεξιὰ τῆς κεφαλῆς ἔχῃ τὸ ἕλκος, τὰ ἐπ᾿ ἀριστερὰ τοῦ σώματος ὁ σπασμὸς ἐπιλαμβάνει. Εἰσὶ δ᾿ οἳ καὶ ἀπόπληκτοι γίνονται. Καὶ οὕτως ἀπόλλυνται πρὸ ἑπτὰ ἡμερέων ἐν θέρει, ἢ τεσσάρων καὶ δέκα ἐν χειμῶνι. Ὁμοίως δὲ τὰ σημεῖα ταῦτα σημαίνει, καὶ ἐν πρεσβυτέρῳ ἐόντι τῷ τρώματι, ἢ καὶ ἐν νεωτέρῳ. Ἀλλὰ χρὴ, εἰ ἐννοοίης5 τὸν πυρετὸν ἐπιλαμβάνοντα, καὶ τῶν ἄλλων τι σημεῖον τούτῳ προσγενόμενον, μὴ διατρίβειν, ἀλλὰ πρίσαντα τὸ ὀστέον πρὸς τὴν μήνιγγα, ἢ καταξύσαντα τῷ ξυστῆρι (εὔπριστον δὲ γίνεται καὶ εὔξυστον), ἔπειτα τὰ λοιπὰ οὕτως ἰητρεύειν, ὅκως ἂν δοκέῃ ξυμφέρειν, πρὸς τὸ γινόμενον ὁρῶν.

​19. 頭部の傷によって死ぬことになりそうで、治癒することも救われることも不可能な者については、以下のような兆候から死にゆく者を見分け、将来起こることをあらかじめ言わなければならない。なぜなら、彼には以下のようなことが起こるからである。すなわち、ある人が、骨が折れているか、裂けているか、あるいは挫傷しているか、あるいはその他のどのような方法であれ折れているのを、気づかずに過ちを犯し、削るか鋸で挽くかする必要があるのにそうせず、骨が健全であるかのように放置するならば、冬ならば多くは十四日以内に、夏ならば七日を過ぎた後に、発熱が彼を襲うであろう。そしてこれが起こると、傷口は色を失い、そこからわずかな漿液が流れ出し、傷口の中で炎症を起こしていた部分は壊死する。そしてそれはねばねばしたものとなり、あたかも塩漬けの魚のように見え、その色は赤褐色か、あるいはやや青黒くなる。そして骨はその時に壊死し始め、白かったものが暗色になり、最後には帯黄白色か極めて白い色になる。すでに膿が溜まると、舌に水疱が生じ、譫妄状態になって死亡する。そして大部分の者には、体の片側に痙攣が起こる。すなわち、もし頭の左側に傷があるならば、痙攣は体の右側を襲い、もし頭の右側に傷があるならば、痙攣は体の左側を襲うのである。中には半身不随になる者もいる。そしてこのようにして、夏ならば七日以内に、冬ならば十四日以内に死亡する。これらの兆候は、傷がより古いものであっても、あるいはより新しいものであっても、同様に意味を持つ。しかし、もし発熱が襲うことに気づき、さらにこれに他の兆候のいずれかが加わるならば、時を移さず、骨を硬膜に達するまで鋸で挽くか、あるいは掻爬器で削り落とし(骨は鋸で挽きやすく、削りやすくなっている)、その上で、生じる事態を見定めながら、有益と思われるようにその後の治療を行うべきである。

構文注5 件
  1. 18τρωθέντων ὁμοίως τε καὶ ἧσσον

    τῶν παιδίων に一致する分詞の属格。前述の被動作者の条件を示す。「(子供たちが)同様にあるいはより軽度に負傷した場合」を意味する。

  2. 18ἀφεῖναι τοῦ αἵματος

    動詞 ἀφίημι の不定詞が、前文の χρὴ(〜すべきである)を受けている。目的語の τοῦ αἵματος は部分属格であり、「血液(の一部)を放出する(逃がす)」という意味を表す。

  3. 19δεόμενον

    非人称動詞 δεῖ(必要である)の現在分詞中性対格の単数形。ここでは対格絶対(accusative absolute)として機能し、「(刮除や鋸挽きが)必要とされているにもかかわらず」という譲歩的な意味を表す。

  4. 19τὰ ἐπὶ θάτερα

    ἕτερα(他方、反対側)に中性複数対格の冠詞 τὰ が縮約(crasis)した θάτερα を用いた表現。副詞的に機能し、「(身体の)反対側の部分」を指す。

  5. 19εἰ ἐννοοίης

    2人称単数の希求法現在(ἐννοοίης)を伴う条件節。特定の個人ではなく、一般的な医師を想定した仮定(「もし〜であることに気づくなら」)を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0627.tlg007.humanitext-grc1:18-19