§1818. Τῶν δὲ παιδίων τὰ ὀστέα καὶ λεπτότερά ἐστι καὶ μαλθακώτερα διὰ τοῦτο, ὅτι ἐναιμότερά ἐστι, καὶ κοῖλα, καὶ σηραγγώδεα, καὶ οὔτε πυκνὰ, οὔτε στερεά.
18. 子供の骨は、大人よりも薄く、またより柔らかい。 それは、子供の骨がより血液に富み、空洞が多く、海綿状であって、緻密でもなく硬くもないからである。
Καὶ ὑπὸ τῶν βελέων ἴσων τε ἐόντων καὶ ἀσθενεστέρων, καὶ τρωθέντων ὁμοίως τε καὶ ἧσσον, τὸ τοῦ νεωτέρου παιδίου καὶ μᾶλλον καὶ θᾶσσον ὑποπυΐσκεται, ἢ τὸ τοῦ πρεσβυτέρου, καὶ ἐν ἐλάσσονι χρόνῳ·
そして、等しい強さの、あるいはより弱い飛び道具によって、同様にあるいはより軽度に負傷した場合でも、より若い子供の骨は、より年長の子供の骨よりも、よりひどく、より速く、そしてより短い時間で膿を持つ。
καὶ ὅσα ἂν ἄλλως μέλλῃ ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ὁ νεώτερος τοῦ πρεσβυτέρου θᾶσσον ἀπόλλυται.
また、その他に傷口のために死ぬことになるような場合にも、より若い子供はより年長の子供よりも早く死ぬ。
Ἀλλὰ χρὴ, ἢν ψιλωθῇ τῆς σαρκὸς τὸ ὀστέον, προσέχοντα τὸν νόον, πειρῆσθαι διαγινώσκειν ὅ τι μή ἐστι τοῖσιν ὀφθαλμοῖσιν ἰδεῖν, καὶ γνῶναι εἰ ἔῤῥωγε τὸ ὀστέον καὶ εἰ πέφλασται, ἢ μοῦνον πέφλασται, καὶ εἰ, ἕδρης γενομένης τοῦ βέλεος, πρόσεστι φλάσις, ἢ ῥωγμὴ, ἢ ἄμφω ταῦτα·
しかし、もし骨が肉から剥き出しになったならば、注意を集中して、目で見ることができないものを識別するように努めなければならず、骨が裂けているか、挫傷しているか、あるいは単に挫傷しているだけか、また、飛び道具の痕がある場合に、挫傷や亀裂、あるいはその両方が伴っているかを知らねばならない。
καὶ ἤν τι τούτων πεπόνθῃ τὸ ὀστέον, ἀφεῖναι τοῦ αἵματος τρυπῶντα τὸ ὀστέον σμικρῷ τρυπάνῳ, φυλασσόμενον ἐπ᾿ ὀλίγον·
そして、もし骨がこれらのいずれかを被っているならば、小さい穿孔器で骨に孔を開けて血を逃がすべきであり、その際、少しずつ進めるよう用心しなければならない。
λεπτότερον γὰρ τὸ ὀστέον, καὶ ἐπιπολαιότερον τῶν νέων ἢ τῶν πρεσβυτέρων.
なぜなら、若い人の骨は年長の人よりも薄く、より浅いところにあるからである。
§1919. Ὅστις δὲ μέλλει ἐκ τρωμάτων ἐν κεφαλῇ ἀποθνήσκειν, καὶ μὴ δυνατὸν αὐτὸν ὑγιᾶ γενέσθαι, μηδὲ σωθῆναι, ἐκ τῶνδε τῶν σημείων χρὴ τὴν διάγνωσιν ποιέεσθαι τοῦ μέλλοντος ἀποθνήσκειν, καὶ προλέγειν τὸ μέλλον ἔσεσθαι.
19. 頭部の傷によって死ぬことになりそうで、治癒することも救われることも不可能な者については、以下のような兆候から死にゆく者を見分け、将来起こることをあらかじめ言わなければならない。
Πάσχει γὰρ τάδε·
なぜなら、彼には以下のようなことが起こるからである。
ὁκόταν τις ὀστέον κατεηγὸς, ἢ ἐῤῥωγὸς, ἢ πεφλασμένον, ἢ ὅτῳ γοῦν τρόπῳ κατεηγὸς μὴ ἐννοήσας ἁμάρτῃ, καὶ μήτε ξύσῃ, μήτε πρίσῃ, δεόμενον, μεθῇ δὲ ὡς ὑγιέος ὄντος τοῦ ὀστέου, πρὸ τῶν τεσσαρεσκαίδεκα ἡμερέων πυρετὸς ἐπιλήψεται ὡς ἐπὶ πουλὺ ἐν χειμῶνι· ἐν δὲ τῷ θέρει μετὰ τὰς ἑπτὰ ἡμέρας ὁ πυρετὸς ἐπιλαμβάνει.
すなわち、ある人が、骨が折れているか、裂けているか、あるいは挫傷しているか、あるいはその他のどのような方法であれ折れているのを、気づかずに過ちを犯し、削るか鋸で挽くかする必要があるのにそうせず、骨が健全であるかのように放置するならば、冬ならば多くは十四日以内に、夏ならば七日を過ぎた後に、発熱が彼を襲うであろう。
Καὶ ἐπειδὰν τοῦτο γένηται, τὸ ἕλκος ἄχροον γίνεται· καὶ ἐξ αὐτοῦ ἰχὼρ ῥέει σμικρός· καὶ τὸ φλεγμαῖνον ἐκτέθνηκεν ἐξ αὐτοῦ·
そしてこれが起こると、傷口は色を失い、そこからわずかな漿液が流れ出し、傷口の中で炎症を起こしていた部分は壊死する。
καὶ γλισχρῶδες γίνεται, καὶ φαίνεται ὥσπερ τάριχος, χροιὴν πυῤῥὸν, ὑποπέλιον·
そしてそれはねばねばしたものとなり、あたかも塩漬けの魚のように見え、その色は赤褐色か、あるいはやや青黒くなる。
καὶ τὸ ὀστέον σφακελίζειν τηνικαῦτα ἄρχεται, καὶ γίνεται περκνὸν, λευκὸν ὂν, τελευταῖον δὲ ἔπωχρον γενόμενον ἢ ἔκλευκον.
そして骨はその時に壊死し始め、白かったものが暗色になり、最後には帯黄白色か極めて白い色になる。
Ὅταν δ᾿ ἤδη ὑπόπυον ᾖ, ἐπὶ τῇ γλώσσῃ φλυκταῖναι γίνονται, καὶ παραφρονέων τελευτᾷ.
すでに膿が溜まると、舌に水疱が生じ、譫妄状態になって死亡する。
Καὶ σπασμὸς ἐπιλαμβάνει τοὺς πλείστους τὰ ἐπὶ θάτερα τοῦ σώματος·
そして大部分の者には、体の片側に痙攣が起こる。
ἢν μὲν ἐν τῷ ἐπ᾿ ἀριστερὰ τῆς κεφαλῆς ἔχη τὸ ἕλκος, τὰ ἐπὶ δεξιὰ τοῦ σώματος ὁ σπασμὸς λαμβάνει· ἢν δ᾿ ἐν τῷ ἐπὶ δεξιὰ τῆς κεφαλῆς ἔχῃ τὸ ἕλκος, τὰ ἐπ᾿ ἀριστερὰ τοῦ σώματος ὁ σπασμὸς ἐπιλαμβάνει.
すなわち、もし頭の左側に傷があるならば、痙攣は体の右側を襲い、もし頭の右側に傷があるならば、痙攣は体の左側を襲うのである。
Εἰσὶ δ᾿ οἳ καὶ ἀπόπληκτοι γίνονται.
中には半身不随になる者もいる。
Καὶ οὕτως ἀπόλλυνται πρὸ ἑπτὰ ἡμερέων ἐν θέρει, ἢ τεσσάρων καὶ δέκα ἐν χειμῶνι.
そしてこのようにして、夏ならば七日以内に、冬ならば十四日以内に死亡する。
Ὁμοίως δὲ τὰ σημεῖα ταῦτα σημαίνει, καὶ ἐν πρεσβυτέρῳ ἐόντι τῷ τρώματι, ἢ καὶ ἐν νεωτέρῳ.
これらの兆候は、傷がより古いものであっても、あるいはより新しいものであっても、同様に意味を持つ。
Ἀλλὰ χρὴ, εἰ ἐννοοίης τὸν πυρετὸν ἐπιλαμβάνοντα, καὶ τῶν ἄλλων τι σημεῖον τούτῳ προσγενόμενον, μὴ διατρίβειν, ἀλλὰ πρίσαντα τὸ ὀστέον πρὸς τὴν μήνιγγα, ἢ καταξύσαντα τῷ ξυστῆρι (εὔπριστον δὲ γίνεται καὶ εὔξυστον), ἔπειτα τὰ λοιπὰ οὕτως ἰητρεύειν, ὅκως ἂν δοκέῃ ξυμφέρειν, πρὸς τὸ γινόμενον ὁρῶν.
しかし、もし発熱が襲うことに気づき、さらにこれに他の兆候のいずれかが加わるならば、時を移さず、骨を硬膜に達するまで鋸で挽くか、あるいは掻爬器で削り落とし(骨は鋸で挽きやすく、削りやすくなっている)、その上で、生じる事態を見定めながら、有益と思われるようにその後の治療を行うべきである。