§77. Ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν, καὶ ἐπὶ δεξιὰ καὶ ἐπ᾿ ἀριστερά.
7. 季肋部最优秀的状态是无痛、柔软且均匀,无论右侧还是左侧。
Φλεγμαῖνον δὲ, ἢ ὀδύνην παρέχον, ἢ ἐντεταμένον, ἢ ἀνωμάλως διακείμενα τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ, ταῦτα πάντα φυλάσσεσθαι χρή.
但若它发炎、产生疼痛、绷紧,或者右侧与左侧相比状态不规则,所有这些情况都必须加以警惕。
Εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαίνει, ἢ παραφροσύνην· ἀλλὰ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν τῶν τοιουτέων· ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς.
若季肋部有搏动,则预示着躁动不安或神志不清;但必须仔细观察此类病人的眼睛,因为如果视线频繁移动,则可预料他们将会发狂。
Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρ᾿ ἅπαν εἴη τὸ ὑποχόνδριον· εἰ δὲ καὶ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ᾿ ἀριστερά.
季肋部硬而疼痛的肿胀,若是遍及整个季肋部,则是最坏的;但若它仅在其中一侧,则在左侧时危险较小。
Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν θάνατον ὀλιγοχρόνιον ἔσεσθαι· ἢν δὲ ὑπερβάλλη εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται.
此类肿胀在初期预示着将在短期内死亡;但若发热持续且肿胀在二十日内仍未消退,则会转化为化脓。
Γίγνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις ἐκ τῶν ῥινῶν, καὶ κάρτα ὠφελέει· ἀλλ᾿ ἔπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν, ἢ ἀμβλυωπέουσιν· ἢν γάρ τι τοιοῦτον εἴη, ἐνταῦθα ἂν ῥέποι.
对这些患者而言,在第一个周期中可能会出现鼻出血,这极有帮助;但必须反复询问他们是否头痛或视力模糊;因为如果有此类症状,出血往往会朝这个方向倾斜。
Μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τὴν τοῦ αἵματος ῥῆξιν προσδέχεσθαι χρή.
特别是对三十五岁以下的较年轻者,应当预言会出现鼻出血。
Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται, καὶ ἧσσον ἐκείνων δεινότερά ἐστιν.
而柔软、无痛且屈服于手指按压的肿胀,会使转归期延后,但比前述那些肿胀危险性要小。
Εἰ δὲ ὑπερβάλλοι ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει· καὶ τοῦτο, καὶ τὸ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τωὐτό.
如果发热持续且肿胀在六十日内仍未消退,则预示着将会积脓;这与腹部其他部位的肿胀情况相同。
Ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ καὶ μεγάλα, σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου· ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα ὑπείκει, χρονιώτερα ἐκείνων.
因此,疼痛、坚硬且巨大的肿胀预示着短期内死亡的危险;而那些柔软、无痛且受指压便凹陷的肿胀,则比前者更为慢性。
Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἐπιπύησιν τρέπεται· αἵματος δὲ ῥῆξιν ἐκ τῶν ἄνω τόπων μάλιστα προσδέχεσθαι.
然而,腹部的肿胀比季肋部的肿胀较少形成脓肿,而脐下的肿胀最不易转化为化脓;相反,应当主要预料会有来自上方部位的出血。
Ἁπάντοιν δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων περὶ ταῦτα· τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας.
在这些部位所有迁延不愈的肿胀中,都必须密切观察局部化脓的迹象。
Τὰ δὲ διαπυήματα ὧδε δεῖ σκέπτεσθαι τὰ ἐντεῦθεν· ὁκόσα μὲν ἔξω τρέπεται, ἄριστά ἐστι, μικρά τε ἐόντα, καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω, καὶ ἐς ὀξὺ ἀποκυρτούμενα· τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα, καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα, κάκιστα·
由此产生的化脓应当作如下观察:向外溃破者中,体积小、尽可能向外倾斜且呈尖锐凸起者最好;而体积大而平、最不呈尖锐突起者最坏。
δσα δὲ ἔσω ῥήγνυται, ἄριστά ἐστιν, ἃ μηδὲν τῷ ἔξω. χωρίῳ ἐπικοινωνέει, ἀλλ᾿ ἔστι προσεσταλμένα. τε καὶ ἀνώδυνα καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται.
在向内溃破者中,最优秀的是那些与外部区域完全不相通、局限、无痛且整个外部区域呈现出与周围皮肤相同颜色者。
Τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡς ἥκιστα δυσῶδες· τὸ δὲ ἐναντίον τουτέου κάκιστον.
而脓液最优秀的状态是白皙、均匀、细腻且尽可能没有恶臭;与此相反者则是最坏的。
§88. Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημάτων πάντες κακοί· οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν; ἐπώδυνοί τέ εἰσι κάρτα καὶ θανατώδεες.
8. 凡是由急性疾病引起的积水都是不妙的;因为它们既不能消除发热,又极其痛苦且致命。
Ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ τοῦ ἥπατος·
它们中的大多数始于侧腹和腰部,而另一些则始于肝脏。
οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίγνονται, οἵ τε πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιοι ἔχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι τὰς ἐκ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οὔτε τὴν γαστέρα λαπάσσουσαι· ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος ὕδρωπες γίγνονται, βῆξαί τε θυμὸς τούτοισιν ἐγγίγνεται, καὶ οὐδέν τι ἀποπτύουσιν ἄξιον λόγου, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην, καὶ περὶ τὴν κοιλίην γίγνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ᾿ ἐπ᾿ ἀριστερὰ, ἱστάμενά τε καὶ καταπαυόμενα.
因而,始于侧腹和腰部者,双脚会肿胀,并伴有长期的腹泻,这既不能缓解侧腹和腰部的疼痛,也不能使腹部排空;而在始于肝脏的积水中,患者会产生咳嗽的冲动,却吐不出什么有价值的东西,双脚肿胀,大便不通,除非是坚硬且勉强排出的,并且腹部周围会出现肿胀,时而在右,时而在左,出现又消失。