§77. Ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν, καὶ ἐπὶ δεξιὰ καὶ ἐπ᾿ ἀριστερά.
7. 季肋部は、痛みがないこと、柔らかいこと、そして右側も左側も等しく平らであることが最善である。
Φλεγμαῖνον δὲ, ἢ ὀδύνην παρέχον, ἢ ἐντεταμένον, ἢ ἀνωμάλως διακείμενα τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ, ταῦτα πάντα φυλάσσεσθαι χρή.
しかし、炎症を起こしていること、痛みを伴うこと、張っていること、あるいは右側と左側の状態が不規則に異なっていること、これらすべては警戒されねばならない。
Εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαίνει, ἢ παραφροσύνην·
もし季肋部に拍動があるなら、それは動揺あるいは精神錯乱を意味している。
ἀλλὰ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν τῶν τοιουτέων·
しかし、そのような患者の目を注意深く観察しなければならない。
ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς.
なぜなら、視線が頻繁に動くならば、彼らが発狂することが予想されるからである。
Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρ᾿ ἅπαν εἴη τὸ ὑποχόνδριον·
季肋部における硬く痛みを伴う腫れは、それが季肋部全体にわたるものであるならば最悪である。
εἰ δὲ καὶ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ᾿ ἀριστερά.
しかし、もしそれがどちらか片方の側にあるならば、左側にある方が危険が少ない。
Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν θάνατον ὀλιγοχρόνιον ἔσεσθαι·
このような腫れは、初期においては短期間のうちに死が訪れることを意味する。
ἢν δὲ ὑπερβάλλη εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται.
しかし、熱が持続し、腫れが引かないまま二十日を超えるならば、化膿へと移行する。
Γίγνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις ἐκ τῶν ῥινῶν, καὶ κάρτα ὠφελέει·
このような患者においては、最初の周期において鼻からの出血が生じることがあり、それは非常に有益である。
ἀλλ᾿ ἔπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν, ἢ ἀμβλυωπέουσιν·
しかし、頭痛があるか、あるいは視界がかすんでいるかを重ねて尋ねなければならない。
ἢν γάρ τι τοιοῦτον εἴη, ἐνταῦθα ἂν ῥέποι.
なぜなら、もしそのような兆候があるならば、出血はその方向に傾くからである。
Μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τὴν τοῦ αἵματος ῥῆξιν προσδέχεσθαι χρή.
特に三十五歳未満のより若い人々において、鼻からの出血を予測すべきである。
Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται, καὶ ἧσσον ἐκείνων δεινότερά ἐστιν.
一方、柔らかく、痛みがなく、指の圧力に屈する腫れは、危機の到来を長引かせるが、前者の腫れほど危険ではない。
Εἰ δὲ ὑπερβάλλοι ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει·
もし熱が持続し、腫れが引かないまま六十日を超えるなら、それは蓄膿が生じることを意味する。
καὶ τοῦτο, καὶ τὸ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τωὐτό.
そしてこれは、腹部の他の部位における腫れについても同様である。
Ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ καὶ μεγάλα, σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου·
したがって、痛みを伴い、硬く、かつ大きい腫れは、短期間での死の危険を意味する。
ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα ὑπείκει, χρονιώτερα ἐκείνων.
一方、柔らかく、痛みがなく、指で押されるとへこむものは、それらの腫れよりも長引く。
Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἐπιπύησιν τρέπεται·
しかし、腹部の腫れは、季肋部の腫れに比べて膿瘍を形成することが少なく、臍より下の腫れは最も化膿へと移行しにくい。
αἵματος δὲ ῥῆξιν ἐκ τῶν ἄνω τόπων μάλιστα προσδέχεσθαι.
むしろ、上部領域からの出血を最も予測すべきである。
Ἁπάντοιν δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων περὶ ταῦτα· τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας.
これらすべての領域において腫れが長引く場合には、化膿がどこに生じるかを観察しなければならない。
Τὰ δὲ διαπυήματα ὧδε δεῖ σκέπτεσθαι τὰ ἐντεῦθεν·
そこから生じる化膿については次のように観察しなければならない。
ὁκόσα μὲν ἔξω τρέπεται, ἄριστά ἐστι, μικρά τε ἐόντα, καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω, καὶ ἐς ὀξὺ ἀποκυρτούμενα·
外側に向かって破れるものは、小さく、かつできるだけ外側に傾いており、先端が尖って盛り上がっているものが最善である。
τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα, καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα, κάκιστα·
一方、大きく平らで、先端が尖って突き出ることがほとんどないものは、最悪である。
δσα δὲ ἔσω ῥήγνυται, ἄριστά ἐστιν, ἃ μηδὲν τῷ ἔξω. χωρίῳ ἐπικοινωνέει, ἀλλ᾿ ἔστι προσεσταλμένα. τε καὶ ἀνώδυνα καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται.
内側に破れるもののうち最善なのは、外側の領域と全く通じておらず、閉じ込められており、痛みがなく、外側の領域全体が周囲と同じ皮膚の色に見えるものである。
Τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡς ἥκιστα δυσῶδες·
また、膿は白く、均一で滑らかであり、悪臭が最も少ないものが最善である。
τὸ δὲ ἐναντίον τουτέου κάκιστον.
これと反対の性質を持つ膿は、最悪である。
§88. Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημάτων πάντες κακοί·
8. 急性疾患から生じる水腫はすべて好ましくない。
οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν; ἐπώδυνοί τέ εἰσι κάρτα καὶ θανατώδεες.
なぜなら、それらは熱を去らせることもなく、激しい痛みを伴い、致命的だからである。
Ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ τοῦ ἥπατος·
それらの大部分は脇腹と腰から始まり、あるものは肝臓から始まる。
οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίγνονται, οἵ τε πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιοι ἔχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι τὰς ἐκ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οὔτε τὴν γαστέρα λαπάσσουσαι·
したがって、脇腹と腰から始まるものにおいては、足が腫れ、長期にわたる下痢が続くが、その下痢は脇腹や腰の痛みを和らげることもなく、腹をすっきりさせることもない。
ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος ὕδρωπες γίγνονται, βῆξαί τε θυμὸς τούτοισιν ἐγγίγνεται, καὶ οὐδέν τι ἀποπτύουσιν ἄξιον λόγου, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην, καὶ περὶ τὴν κοιλίην γίγνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ᾿ ἐπ᾿ ἀριστερὰ, ἱστάμενά τε καὶ καταπαυόμενα.
一方、肝臓から生じる水腫においては、患者には激しく咳をしたい衝動が生じるが、吐き出すべきものは何も役に立たず、足は腫れ、便は出ないか、出ても硬くて力まなければならず、腹部の周りに腫れが生じ、それは右に左に現れては消える。