§99. Κεφαλὴ δὲ καὶ χεῖρες καὶ πόδες ψυχρὰ ἐόντα κακὸν, τῆς τε κοιλίης καὶ τῶν πλευρῶν θερμῶν ἐόντων.
9. 头、手、足发冷,而腹部和侧腹发热,这是不妙的。
Ἄριστον δὲ καὶ ὅλον τὸ σῶμα θερμόν τε ἐὸν καὶ μαλθακὸν ὁμαλῶς.
而最优秀的是全身均匀发热且柔软。
Στρέφεσθαι δὲ χρὴ ῥηϊδίως τὸν ἀλγεῦντα, καὶ ἐν τοῖσι μετεωρισμοῖσιν ἐλαφρὸν εἶναι· εἰ δὲ βαρὺς ἐὼν φαίνοιτο καὶ τὸ ἄλλο σῶμα καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, ἐπικινδυνότερον.
病人应当能够容易地翻身,在起身时也感觉轻快;但如果全身以及手足都显得沉重,则更为危险。
Εἰ δὲ πρὸς τῷ βάρει καὶ οἱ ὄνυχες καὶ οἱ δάκτυλοι πελιδνοὶ γίγνονται, προσδόκιμος ὁ θάνατος παραυτίκα· μελαινόμενοι δὲ παντελῶς οἱ δάκτυλοι καὶ οἱ πόδες ἧσσον ὀλέθριοι τῶν πελιδνῶν εἰσιν᾿ ἀλλὰ καὶ τἄλλα σημεῖα σκέπτεσθαι χρή·
如果在沉重之外,指甲和手指也变青黑,则可预料死期即在眼前;而完全变黑的手指和足部,比起青黑者致命性较小;但还必须观察其他征兆。
ἢν γὰρ εὐπετέως φέρων φαίνηται τὸ κακὸν, καὶ ἄλλο τι τῶν περιεστικῶν πρὸς τουτέοισι τοῖσι σημείοισιν ὑποδεικνύῃ, τὸ νούσημα ἐς ἀπόστασιν τραπῆναι ἐλπὶς, ὥστε τὸν μὲν ἄνθρωπον περιγενέσθαι, τὰ δὲ μελανθέντα τοῦ σώματος ἀποπεσεῖν.
因为如果病人显得能轻易忍受疾病,并且在这此征兆之外,还有其他预示生存的征兆显现出来,则有望疾病会转化为脓肿,从而使人得以生存,而身体变黑的部分则会脱落。
Ὄρχιες δὲ καὶ αἰδοῖα ἀνεσπασμένα πόνους ἰσχυροὺς σημαίνει καὶ κίνδυνον θανατώδεα.
睾丸和外阴收缩,预示着强烈的疼痛和致命的危险。
§1010. Περὶ δὲ ὕπνων, ὥσπερ κατὰ φύσιν ξύνηθες ἡμῖν ἐστι, τὴν μὲν ἡμέρην ἐγρηγορέναι χρὴ, τὴν δὲ νύκτα καθεύδειν.
10. 关于睡眠,正如我们自然而然的习惯一样,应当白昼清醒,夜间睡眠。
Ἢν δὲ εἴη τοῦτο μεταβεβλημένον, κάκιον· ἥκιστα. δ᾿ ἂν λυπέοιτο, εἰ κοιμῷτο τὸ πρωΐ ἐς τὸ τρίτον μέρος τῆς ἡμέρης· οἱ δὲ ἀπὸ τουτέου| τοῦ χρόνου ὕπνοι πονηρότεροί εἰσι·
如果这一状态发生改变,则更糟;但如果他能在清晨睡眠直至白昼的三分之一,则危害最小;而在此时间之后的睡眠则更为恶劣。
κάκιστον δὲ μὴ κοιμᾶσθαι, μήτε τῆς νυκτὸς, μήτε τῆς ἡμέρης· ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνων ἀγρυπνέειν ἢ παραφρονήσειν ἕπεται ἀπὸ τουτέου τοῦ σημείου.
夜间和白昼均不入睡则是最坏的;因为从这一征兆来看,要么是由于痛苦和折磨而失眠,要么是随之而来精神错乱。
§1111. Διαχώρημα δέ ἐστιν· ἄριστον τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς, καὶ τὴν ὥρην ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρεε, πλῆθος δὲ πρὸς λόγον τῶν ἐσιόντων· τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου, ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν.
11. 关于排泄物,最优秀的是柔软且成形,并在与健康时相同的时刻排出,其分量与摄入食物成比例;因为如果排泄是这种状态,下腹部应当是健康的。
Εἰ δὲ εἴη ὑγρὸν τὸ διαχώρημα, ξυμφέρει μήτε τρύζειν, μήτε πυκνόν τι εἶναι, καὶ κατ᾿ ὀλίγον ὑποχωρέειν· κοπιῶν γὰρ ὁ ἄνθρωπος ὑπὸ τῆς ξυνεχέος ἐξαναστάσιος ἀγρυπνοίη ἄν· εἰ δὲ ἀθρόον πολλάκις διαχωρέει, κίνδυνος λειποθυμῆσαι: Ἀλλὰ χρὴ κατὰ τὸ πλῆθος τῶν ἐσιόντων ἢ δὶς ἢ τρὶς τῆς ἡμέρης ὑποχωρέειν, καὶ τῆς νυκτὸς ἅπαξ, πλείονα δ᾿ ἐπὶ τὸ πρωΐ, ὥσπερ ξύνηθές ἐστι τῷ ἀνθρώπῳ.
如果排泄物呈液状,则既不宜有肠鸣,也不宜频繁,更不宜一点点地排出;因为病人由于频繁起身而疲惫,可能会失眠;但如果是多次大量排出,则有晕厥的危险。 相反,应当根据摄入的分量,白昼排泄两三次,夜间一次,且清晨排泄较多,正如人的通常习惯一样。
Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα, ἰούσης πρὸς κρίσιν τῆς νούσου.
随着疾病走向转归,排泄物应当变稠。
Ὑπόπυῤῥον δὲ ἔστω καὶ μὴ λίην δυσῶδες.
排泄物应呈微赤色,且不要过于恶臭。
Ἐπιτήδειον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι μετὰ τοῦ διαχωρήματος, πρὸς κρίσιν ἰούσης τῆς νούσου.
随着疾病走向转归,圆虫随排泄物一同排出也是有利的。
Δεῖ δὲ ἐν παντὶ τῷ νουσήματι λαπαρὴν τὴν κοιλίην εἶναι καὶ εὔογκον.
在所有的疾病中,腹部都应当柔软且适度丰满。
Ὑδαρὲς δὲ κάρτα, ἢ λευκὸν, ἢ χλωρὸν, ἢ ἐρυθρὸν ἰσχυρῶς, ἢ ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα.
排泄物极度呈水状、或白色、或黄绿色、或呈强烈的红色、或呈泡沫状,所有这些都是不妙的。
Ἔτι δὲ πονηρὸν, καὶ σμικρόν τε ἐὸν, καὶ γλισχρὸν, καὶ λευκὸν, καὶ ὑπόχλωρον, καὶ λεῖον.
此外,体积小、粘稠、白色、微黄绿色且细腻的排泄物也是不妙的。
Τουτέων δὲ θανατωδέστερα ἂν εἴη τὰ μέλανα, ἢ λιπαρὰ, ἢ πελιὰ, ἢ ἰώδεα, ἢ κάκοδμα.
在这些当中,更致命的应当是黑色、或多脂、或青黑、或呈胆汁绿色、或恶臭者。
Τὰ δὲ ποικίλα, χρονιώτερα μὲν τουτέων, ὀλέθρια δὲ οὐδὲν ἧσσον· ἔστι δὲ τὰ τοιαῦτα ξυσματώδεα, καὶ χολώδεα, καὶ πρασοειδέα, καὶ μέλανα, ποτὲ μὲν ὁμοῦ διεξερχόμενα ἀλλήλοισι, ποτὲ δὲ κατὰ μέρος.
杂色者虽然比这些更为慢性,但致命性却不减;此类排泄物呈刮屑状、胆汁状、韭菜绿色以及黑色,时而相互混合排出,时而轮流排出。
Φῦσαν δὲ ἄνευ ψόφου καὶ περδήσιος διεξιέναι ἄριστον· κρέσσον δὲ καὶ ξὺν ψόφῳ διελθεῖν ἢ αὐτοῦ ἀνειλέεσθαι· καὶ οὕτω διελθοῦσα σημαίνει ἢ πονέειν τι τὸν ἄνθρωπον, ἢ παραφρονέειν, ἢν μὴ ἑκὼν ὁ ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται.
气体无声且无猛烈排出地穿过是最优秀的;但伴有声音排出也比在体内结聚要好;若不以这种方式排出,则意味着病人要么正遭受痛苦,要么精神错乱,除非病人是有意以这种方式排放气体。
Τοὺς δὲ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν ᾖ νεαρὰ καὶ μὴ ξὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξιὼν ξὺν κόπρῳ τε καὶ οὔρῳ καὶ φύσῃ, ἢν δὲ μὴ, καὶ αὐτὸς δὴ περαιωθεὶς ὠφελέει· ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.
如果季肋部的疼痛和凸起是新发生的且不伴有炎症,则季肋部产生的肠鸣能使其缓解,尤其是当其随粪便、尿液和气体一同排出时最好;若非如此,哪怕仅仅是肠鸣自身穿过也是有益的;降入下方区域也是有益的。