- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg003.humanitext-grc1:7-8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
季肋部や腹部の腫れの硬さや痛み、およびそれに伴う化膿や鼻出血などの予後判定基準が示され、続いて急性疾患から引き起こされる水腫の発生部位と不吉な症状が詳述される。
7. Ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν, καὶ ἐπὶ δεξιὰ καὶ ἐπ᾿ ἀριστερά. Φλεγμαῖνον δὲ, ἢ ὀδύνην παρέχον, ἢ ἐντεταμένον, ἢ ἀνωμάλως διακείμενα τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ, ταῦτα πάντα φυλάσσεσθαι χρή. Εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαίνει, ἢ παραφροσύνην· ἀλλὰ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν τῶν τοιουτέων· ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς. Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρ᾿ ἅπαν εἴη τὸ ὑποχόνδριον· εἰ δὲ καὶ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ᾿ ἀριστερά. Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν θάνατον ὀλιγοχρόνιον ἔσεσθαι· ἢν δὲ ὑπερβάλλη εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων1 καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται. Γίγνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις ἐκ τῶν ῥινῶν, καὶ κάρτα ὠφελέει· ἀλλ᾿ ἔπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν, ἢ ἀμβλυωπέουσιν· ἢν γάρ τι τοιοῦτον εἴη, ἐνταῦθα ἂν ῥέποι. Μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τὴν τοῦ αἵματος ῥῆξιν προσδέχεσθαι χρή. Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται, καὶ ἧσσον ἐκείνων δεινότερά ἐστιν. Εἰ δὲ ὑπερβάλλοι ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει· καὶ τοῦτο, καὶ τὸ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τωὐτό. Ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ καὶ μεγάλα, σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου· ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα ὑπείκει, χρονιώτερα ἐκείνων. Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἐπιπύησιν τρέπεται· αἵματος δὲ ῥῆξιν ἐκ τῶν ἄνω τόπων μάλιστα προσδέχεσθαι. Ἁπάντοιν2 δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων περὶ ταῦτα· τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας. Τὰ δὲ διαπυήματα ὧδε δεῖ σκέπτεσθαι τὰ ἐντεῦθεν· ὁκόσα μὲν ἔξω τρέπεται, ἄριστά ἐστι, μικρά τε ἐόντα, καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω, καὶ ἐς ὀξὺ ἀποκυρτούμενα· τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα, καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα, κάκιστα· ὅσα δὲ ἔσω ῥήγνυται, ἄριστά ἐστιν, ἃ μηδὲν τῷ ἔξω. χωρίῳ ἐπικοινωνέει, ἀλλ᾿ ἔστι προσεσταλμένα. τε καὶ ἀνώδυνα καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται. Τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡς ἥκιστα δυσῶδες· τὸ δὲ ἐναντίον τουτέου κάκιστον.
7. 季肋部は、痛みがないこと、柔らかいこと、そして右側も左側も等しく平らであることが最善である。しかし、炎症を起こしていること、痛みを伴うこと、張っていること、あるいは右側と左側の状態が不規則に異なっていること、これらすべては警戒されねばならない。もし季肋部に拍動があるなら、それは動揺あるいは精神錯乱を意味している。しかし、そのような患者の目を注意深く観察しなければならない。なぜなら、視線が頻繁に動くならば、彼らが発狂することが予想されるからである。季肋部における硬く痛みを伴う腫れは、それが季肋部全体にわたるものであるならば最悪である。しかし、もしそれがどちらか片方の側にあるならば、左側にある方が危険が少ない。このような腫れは、初期においては短期間のうちに死が訪れることを意味する。しかし、熱が持続し、腫れが引かないまま二十日を超えるならば、化膿へと移行する。このような患者においては、最初の周期において鼻からの出血が生じることがあり、それは非常に有益である。しかし、頭痛があるか、あるいは視界がかすんでいるかを重ねて尋ねなければならない。なぜなら、もしそのような兆候があるならば、出血はその方向に傾くからである。特に三十五歳未満のより若い人々において、鼻からの出血を予測すべきである。一方、柔らかく、痛みがなく、指の圧力に屈する腫れは、危機の到来を長引かせるが、前者の腫れほど危険ではない。もし熱が持続し、腫れが引かないまま六十日を超えるなら、それは蓄膿が生じることを意味する。そしてこれは、腹部の他の部位における腫れについても同様である。したがって、痛みを伴い、硬く、かつ大きい腫れは、短期間での死の危険を意味する。一方、柔らかく、痛みがなく、指で押されるとへこむものは、それらの腫れよりも長引く。しかし、腹部の腫れは、季肋部の腫れに比べて膿瘍を形成することが少なく、臍より下の腫れは最も化膿へと移行しにくい。むしろ、上部領域からの出血を最も予測すべきである。これらすべての領域において腫れが長引く場合には、化膿がどこに生じるかを観察しなければならない。そこから生じる化膿については次のように観察しなければならない。外側に向かって破れるものは、小さく、かつできるだけ外側に傾いており、先端が尖って盛り上がっているものが最善である。一方、大きく平らで、先端が尖って突き出ることがほとんどないものは、最悪である。内側に破れるもののうち最善なのは、外側の領域と全く通じておらず、閉じ込められており、痛みがなく、外側の領域全体が周囲と同じ皮膚の色に見えるものである。また、膿は白く、均一で滑らかであり、悪臭が最も少ないものが最善である。これと反対の性質を持つ膿は、最悪である。
8. Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημάτων πάντες κακοί· οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν, ἐπώδυνοί τέ εἰσι κάρτα καὶ θανατώδεες. Ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ τοῦ ἥπατος· οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίγνονται, οἵ τε πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιοι ἔχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι τὰς ἐκ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οὔτε τὴν γαστέρα λαπάσσουσαι· ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος ὕδρωπες γίγνονται, βῆξαί τε θυμὸς3 τούτοισιν ἐγγίγνεται, καὶ οὐδέν τι ἀποπτύουσιν ἄξιον λόγου, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην, καὶ περὶ τὴν κοιλίην γίγνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ᾿ ἐπ᾿ ἀριστερὰ, ἱστάμενά τε καὶ καταπαυόμενα.
8. 急性疾患から生じる水腫はすべて好ましくない。なぜなら、それらは熱を去らせることもなく、激しい痛みを伴い、致命的だからである。それらの大部分は脇腹と腰から始まり、あるものは肝臓から始まる。したがって、脇腹と腰から始まるものにおいては、足が腫れ、長期にわたる下痢が続くが、その下痢は脇腹や腰の痛みを和らげることもなく、腹をすっきりさせることもない。一方、肝臓から生じる水腫においては、患者には激しく咳をしたい衝動が生じるが、吐き出すべきものは何も役に立たず、足は腫れ、便は出ないか、出ても硬くて力まなければならず、腹部の周りに腫れが生じ、それは右に左に現れては消える。
- 7ὅ τε πυρετὸς ἔχων
分詞 ἔχων はここでは自動詞的に用いられており、「持続する」あるいは「存続する」という意味を持つ。通常 ἔχω は他動詞として「持つ」を意味するが、熱病などの症状が「持続している状態」を示す医学的な慣用表現である。
- 7Ἁπάντοιν
写本によっては ἁπάντων(すべての)となっているが、両数形 Ἁπάντοιν を採用する場合、前述の二つの領域(季肋部と腹部)の腫脹を指す。いずれの解釈でも、これら慢性化する腫れ全体に対して化膿の兆候を注意深く監視すべきであるという主旨は一貫している。
- 8βῆξαί τε θυμὸς
不定詞 βῆξαι(咳をすること)は、名詞 θυμός(衝動、欲求)を限定・説明する名詞修飾の用法である。「咳をしたいという衝動」という意味になり、医学用語における自覚症状や生理的欲求の強さを表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(2 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 原文 1 件
