Humanitext Reader

希波克拉底 · 预后学 §3-6

从卧姿动作与呼吸出汗判断预后

第 2 段,共 10 段 · 希腊语

内容简介

本段阐述了如何通过病人的卧姿和无意识的手部动作来判断死亡或精神错乱的征兆,并讨论了呼吸模式和出汗性质对预后的影响。

§33. Κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰητροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν, ἢ τὸ ἀριστερὸν, καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα, καὶ τὸ ξύμπαν σῶμα ὑγρὸν κείμενον· οὕτω γὰρ καὶ οἱ πλεῖστοι τῶν ὁγιαινόντων κατακλίνονται· ἄρισται δέ εἰσι τῶν κατακλίσιων αἱ ὅμοιαι τῇσι τῶν ὁγιαινόντων.
3. 医生在诊断时,应当发现病人呈右侧卧或左侧卧,双手、颈部和双腿微微弯曲,且整个身体柔软地躺着;因为大多数健康的人也是这样躺着的;在各种躺卧姿势中,最优秀的是那些与健康人的姿势相似的。
Ὕπτιον δὲ κέεσθαι καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ἐκτεταμένα ἔχοντα, ἧσσον ἀγαθόν.
而仰卧且双手、颈部和双腿伸直,则不那么好。
Εἰ δὲ καὶ προπετὴς γένοιτο, καὶ καταῤῥέοι ἐπὶ τῆς κλίνης ἐπὶ τοὺς πόδας, δεινότερόν ἐστιν.
如果他向前滑落,并在床单上滑向足部,则更为危险。
Εἰ δὲ καὶ γυμνοὺς τοὺς πόδας εὁρίσκοιτο ἔχων, μὴ θερμοὺς κάρτα ἐόντας, καὶ τὰς χεῖρας, καὶ τὸν τράχηλον, καὶ τὰ σκέλεα ἀνωμάλως διεῤῥιμμένα καὶ γυμνὰ, κακόν· ἀλυσμὸν γὰρ σημαίνει.
如果发现他双脚露在外面(尽管双脚并非十分温暖),且双手、颈部和双腿不规则地乱扔且裸露着,这是不祥的;因为这预示着烦躁不安。
Θανατῶδες δὲ καὶ τὸ κεχηνότα καθεύδειν αἰεὶ, καὶ τὰ σκέλεα ὑπτίου κειμένου ξυγκεκαμμένα εἶναι ἰσχυρῶς, καὶ διαπεπλεγμένα.
而始终张着嘴睡觉,以及在仰卧时双腿极度弯曲且相互交错,也是致命的。
Ἐπὶ γαστέρα δὲ κέεσθαι ᾧ μὴ ξύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι, παραφροσύνην τινὰ σημαίνει, ἢ ὀδύνην τῶν ἀμφὶ τὴν κοιλίην τόπων.
对于健康时也没有这种睡眠习惯的人来说,趴着睡则预示着某种精神错乱,或者是腹部周围区域的疼痛。
Ἀνακαθίζειν δὲ βούλεσθαι τὸν νοσέοντα, τῆς νούσου ἀκμαζούσης, πονηρὸν μὲν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασι, κάκιστον δὲ ἐν τοῖσι περιπλευμονικοῖσιν.
在疾病达到高峰时,病人想要坐起来,这在所有急性疾病中都是不妙的,而在肺炎患者中则是最坏的。
Ὀδόντας δὲ πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι μὴ ξύνηθές ἐστιν ἀπὸ παίδων, μανικὸν καὶ θανατῶδες, ἀλλὰ προλέγειν ἀπ᾿ ἀμφοῖν κίνδυνον ἐσόμενον· ἢν δὲ καὶ παραφρονέων τοῦτο ποιέῃ, ὀλέθριον γίγεται κάρτα ἤδη.
在发热时磨牙,对于那些从小没有这种习惯的人来说,是发狂和致命的征兆,但应当预言这二者都会带来危险;如果他在神志不清时做出此事,那便已是极度致命了。
Ἕλκος δὲ ἥν τε καὶ προγεγονὸς τύχῃ ἔχων, ἤν τε καὶ ἐν τῇ νούσῳ γένηται, καταμανθάνειν δεῖ· ἢν γὰρ μέλλῃ ἀπόλλυσθαι ὁ ἄνθρωπος, πρὸ τοῦ θανάτου πελιδνόν τε καὶ ξηρὸν ἔσται, ἢ ὠχρόν τε καὶ ξηρόν.
无论病人是碰巧先前就有伤口,还是在患病期间才出现的,都必须仔细观察;因为如果这个人即将死去,在死前,伤口会变得发青且干燥,或者发白且干燥。
§44. Περὶ δὲ χειρῶν φορῆς τάδε γιγνώσκω· ὁκόσοισιν ἐν πυρετοῖσιν ὀξέσιν, ἢ ἐν περιπλευμονίῃσιν, ἢ ἐν φρενίτισιν, ἢ ἐν κεφαλαλγίῃσι, πρὸ τοῦ προσώπου φερομένας καὶ θηρευούσας διὰ κενῆς, καὶ ἀποκαρφολογεούσας, καὶ κροκίδας ἀπὸ τῶν ἱματίων ἀποτιλλούσας, καὶ ἀπὸ τοῦ τοίχου ἄχυρα ἀποσπώσας, πάσας εἶναι κακὰς καὶ θανατώδεας.
4. 关于双手的动作,我作如下判断:在急性发热、肺炎、脑炎或头痛中,若病人的双手伸到脸前、在虚空中抓取、摘取草屑、从衣服上扯下线头、从墙上拔下碎草,所有这些动作都是不妙且致命的。
§55. Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ· ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται.
5. 呼吸频促预示着横隔膜以上区域的疼痛或炎症;而呼吸深大且间隔时间长,则表明神志不清;从鼻孔和口腔中呼出冷气,这已是极度致命的了。
Εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην ἐν ἅπασι τοῖσιν ὀξέσι νουσήμασιν, ὅσα ξὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται.
而在伴有发热并于四十日内见分晓的所有急性疾病中,呼吸平顺应当被认为对救治具有极大的力量。
§66. Οἱ δὲ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασιν, ὁκόσοι ἐν ἡμέρῃσί τε κρισίμοισι γίγνονται καὶ τελείως τὸν πυρετὸν ἀπαλλάσσουσιν.
6. 在所有急性疾病中,最优秀的汗是那些在关键日出现并能彻底消除发热的汗。
Ἀγαθοὶ δὲ καὶ ὁκόσοι διὰ παντὸς τοῦ σώματος γιγνόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέστερον φέροντα τὸ νούσημα.
那些遍及全身、并表明病人能较轻松地承受疾病的汗,也是好的。
Οἳ δ᾿ ἂν μὴ τοιοῦτόν τι ἐξεργάσωνται, οὐ λυσιτελέες.
但那些未能产生此类效果的汗,则是无益的。
Κάκιστοι δὲ οἱ ψυχροί τε καὶ μοῦνον περὶ τὴν κεφαλήν τε καὶ τὸ πρόσωπον γιγνόμενοι καὶ τὸν αὐχένα· οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προσημαίνουσι, ξὺν δὲ πρηϋτέρῳ, μῆκος νούσου.
最坏的是那些冰冷且仅出现在头部、面部和颈部的汗;因为这些汗若伴有高热,则预示着死亡;若伴有较温和的发热,则预示着病程的迁延。
Καὶ οἱ κατὰ πᾶν τὸ σῶμα ὡσαύτως γιγνόμενοι τοῖσι περὶ τὴν κεφαλήν· οἱ δὲ κεγχροειδέες καὶ μοῦνον περὶ τὸν τράχηλον γιγνόμενοι πονηροί.
全身出现的汗若与头部周围的汗性质相同,亦是如此;而呈粟粒状且仅在颈部出现的汗,也是不妙的。
Οἱ δὲ μετὰ σταλαγμῶν καὶ ἀτμίζοντες, ἀγαθοί.
而呈滴状且伴有蒸腾之气的汗,则是好的。
Κατανοέειν δὲ χρὴ τὸ ξύνολον τῶν ἱδρώτων.
必须全面了解汗的性质。
Γίγνονται γὰρ οἱ μὲν δι᾿ ἔκλυσιν σωμάτων, οἱ δὲ διὰ ξυντονίην φλεγμονῆς.
因为有些汗是因身体衰弱而产生的,而另一些则是因炎症的剧烈程度而产生的。

词汇与语法注释

  1. 3χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα — 无人称动词 χρὴ 接宾格加不定式(A.C.I.)结构,其中 τὸν νοσέοντα 是被动不定式 καταλαμβάνεσθαι 的逻辑主语,意为“应当发现病人处于……的状态”。
  2. 3ᾧ μὴ ξύνηθές ἐστι — 关系代词与格 ᾧ 作关系人与格(表示对某人而言)。其先行词被省略,指代“即使在健康时也没有这样睡眠习惯的人”。
  3. 3ἀπ᾿ ἀμφοῖν — 介词短语 ἀπ᾿ ἀμφοῖν(从二者)所指代的对象有多种解释,此处最自然的是指前文提到的“发狂(μανικόν)”与“死亡(θανατῶδες)”两者,意为无论出现哪种情况都预示着危险即将来临。
  4. 5μέγα δὲ ἀναπνεόμενον — 分词 ἀναπνεόμενον 为中性单数,与前文的主语 πνεῦμα(呼吸)一致。形容词 μέγα 作副词使用,表示“深大地呼吸”。
  5. 6οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ πυρετῷ... — 指示代词 οὗτοι 指代前句提到的“仅出现在头部、面部和颈部的冷汗”。此处使用 μέν 和 δέ 构成对比结构,说明根据伴随的发热是高热(ὀξεῖ πυρετῷ)还是轻热(πρηϋτέρῳ),将分别预示不同的预后(死亡或病程延长)。

引用这一段

希波克拉底, 预后学 §3-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg003.humanitext-grc1:3-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。