Humanitext Reader

高尔吉亚 · 海伦颂 §14-21

如药剂般的言论与因爱无罪的海伦

第 3 段,共 3 段 · 希腊语

内容简介

高尔吉亚将言论的力量比作作用于肉体的药剂,并在最后引入“爱”作为第四个原因,通过视觉对灵魂不可抗拒的影响来论证海伦的无罪,以此结束了他的演说。

§14τὸν αὐτὸν δὲ λόγον ἔχει ἥ τε τοῦ λόγου δύναμις πρὸς τὴν τῆς ψυχῆς τάξιν ἥ τε τῶν φαρμάκων τάξις πρὸς τὴν τῶν σωμάτων φύσιν.
言论的力量对灵魂秩序的关系,正如药剂的配方对身体本性的关系一样。
ὥσπερ γὰρ τῶν φαρμάκων ἄλλους ἄλλα χυμοὺς ἐκ τοῦ σώματος ἐξάγει, καὶ τὰ μὲν νόσου τὰ δὲ βίου παύει, οὕτω καὶ τῶν λόγων οἱ μὲν ἐλύπησαν, οἱ δὲ ἔτερψαν, οἱ δὲ ἐφόβησαν, οἱ δὲ εἰς θάρσος κατέστησαν τοὺς ἀκούοντας, οἱ δὲ πειθοῖ τινι κακῇ τὴν ψυχὴν ἐφαρμάκευσαν καὶ ἐξεγοήτευσαν.
因为正如不同的药剂能从身体中排出不同的体液,有的能终结疾病,有的能终结生命,同样在言论中,有的令人悲伤,有的令人愉悦,有的令人恐惧,有的使听者产生勇气,还有的以某种邪恶的说服在灵魂中下毒并加以蛊惑。
§15Καὶ ὅτι μέν, εἰ λόγῳ ἐπείσθη, οὐκ ἠδίκησεν ἀλλ᾿ ἠτύχησεν, εἴρηται· τὴν δὲ τετάρτην αἰτίαν τῷ τετάρτῳ λόγῳ διέξειμι.
关于她如果是被言论说服,便没有犯下不义而是遭遇不幸,这一点已经说过了;现在我将用第四个论证来阐述第四个原因。
εἰ γὰρ ἔρως ἦν ὁ ταῦτα πάντα πράξας, οὐ χαλεπῶς διαφεύξεται τὴν τῆς λεγομένης γεγονέναι ἁμαρτίας αἰτίαν.
因为如果做这一切的是爱,她要免除被传言犯下的过错的指责并不困难。
ἃ γὰρ ὁρῶμεν, ἔχει φύσιν οὐχ ἣν ἡμεῖς θέλομεν ἀλλ᾿ ἣν ἕκαστον ἔτυχε· διὰ δὲ τῆς ὄψεως ἡ ψυχὴ κἀν τοῖς τρόποις τυποῦται.
因为我们所看到的事物,并不具有我们所希望的本性,而是具有它们各自偶然具有的本性;通过视觉,灵魂在性格上也受到了塑造。
§16αὐτίκα γὰρ ὅταν πολέμια σώματα πολέμιον ἐπὶ πολεμίοις ὁπλισθῇ κόσμον χαλκοῦ καὶ σιδήρου, τοῦ μὲν ἀλεξητήριον τοῦ δὲ προβλήματα, εὐθέως ἡ ὄψις ἐταράχθη καὶ ἐτάραξε τὴν ψυχήν, ὥστε πολλάκις τοῦ κινδύνου μέλλοντος φεύγουσιν ἐκπλαγέντες ἰσχυρῶς·
例如,当敌对的军队针对敌对的敌人,用青铜和铁武装起敌对的装备——一者用于御敌,一者用于攻击——视觉便会立刻受到扰乱,并扰乱灵魂,以至于常常在危险尚未来临之际,人们便因极度惊恐而逃跑。
ἡ γὰρ ἀλήθεια τοῦ νόμου διὰ τὸν φόβον ἐξῳκίσθη τὸν ἀπὸ τῆς ὄψεως, ἥτις ἐλθοῦσα ἐποίησεν ἀμελῆσαι καὶ τοῦ καλοῦ τοῦ διὰ τὸν νόμον κρινομένου καὶ τοῦ ἀγαθοῦ τοῦ διὰ τὴν νίκην γιγνομένου.
因为法律的正义因视觉产生的恐惧而被驱逐,这种恐惧一旦到来,就会让人忽视由法律裁决的美,也忽视通过胜利而获得的善。
§17ἤδη δέ τινες ἰδόντες φοβερὰ καὶ τοῦ παρόντος ἐν τῷ παρόντι χρόνῳ φρονήματος ἐξέστησαν· οὕτως ἀπέσβεσε καὶ ἐξήλασεν ὁ φόβος τὸ νόημα.
已经有一些人,在看到可怕的事物时,当场丧失了现有的理智;恐惧如此彻底地熄灭并驱逐了思考。
πολλοὶ δὲ καὶ ματαίοις πόνοις καὶ δειναῖς νόσοις καὶ δυσιάτοις μανίαις περιέπεσον· οὕτως εἰκόνας τῶν ὁρωμένων πραγμάτων ἡ ὄψις ἐνέγραψεν ἐν τῷ φρονήματι.
许多人还陷入了无谓的痛苦、可怕的疾病和难以治愈的疯狂;视觉如此彻底地将所见之物的意象刻在了心智之中。
καὶ τὰ μὲν δειματοῦντα πολλὰ μὲν παραλείπεται, ὅμοια δ᾿ ἐστὶ τὰ παραλειπόμενα οἷάπερ τὰ λεγόμενα.
许多令人惊恐的事物被省略了,但省略的事物与所说的事物是相同的。
§18ἀλλὰ μὴν οἱ γραφεῖς ὅταν ἐκ πολλῶν χρωμάτων καὶ σωμάτων ἓν σῶμα καὶ σχῆμα τελείως ἀπεργάσωνται, τέρπουσι τὴν ὄψιν.
然而,当画家们用多种颜色和形体完美地创作出一个身体和形象时,他们取悦了视觉。
ἡ δὲ τῶν ἀνδριάντων ποίησις καὶ ἡ τῶν ἀγαλμάτων ἐργασία ὅσην ἡδονὴν παρέσχετο τοῖς ὄμμασιν! οὕτω τὰ μὲν λυπεῖν τὰ δὲ ποθεῖν ποιεῖν πέφυκε τὴν ὄψιν.
而雕像的创作和神像的制作给眼睛带来了多么大的快乐啊! 因此,有些事物天生使视觉悲伤,有些则使人产生渴望。
πολλὰ δὲ πολλοῖς πολλῶν ἔρωτα καὶ πόθον ἐνεργάζεται πραγμάτων καὶ σωμάτων.
许多事物在许多人身上,对许多事物和身体植入了爱和渴望。
§19εἰ οὖν τῷ τοῦ Ἀλεξάνδρου σώματι τὸ τῆς Ἑλένης ὄμμα ἡσθὲν προθυμίαν καὶ ἅμιλλαν ἔρωτος τῇ ψυχῇ παρέδωκε, τί θαυμαστόν;
因此,如果海伦的眼睛因亚历山大的身体而感到愉悦,并将爱的渴望和争端带给她的灵魂,这有什么值得惊奇的呢?
ὃς εἰ μὲν θεὸς ὢν ἔχει θεῶν θείαν δύναμιν, πῶς ἂν ὁ ἥσσων εἴη τοῦτον ἀπώσασθαι καὶ ἀμύνασθαι δυνατός;
如果爱是神,拥有神明般神定力量,那么更弱小的人怎么可能拒绝并抵挡它呢?
εἰ δ᾿ ἐστὶν ἀνθρώπινον νόσημα καὶ ψυχῆς ἀγνόημα, οὐχ ὡς ἁμάρτημα μεμπτέον ἀλλ᾿ ὡς ἀτύχημα νομιστέον· ἦλθε γὰρ οἷς ἦλθε τύχης ἀγρεύμασιν, οὐ γνώμης βουλεύμασι, καὶ ἔρωτος ἀνάγκαις, οὐ τέχνης παρασκευαῖς.
但如果这是人类的疾病和灵魂的无知,就不应该作为罪过而受到指责,而应该被视为不幸;因为她是因命运的陷阱而陷入,而非因心智的谋划。
§20Πῶς οὖν χρὴ δίκαιον ἡγήσασθαι τὸν τῆς·
那么,又怎能认为对海伦的指责是公正的呢?
Ἑλένης μῶμον, ἥτις εἴτ᾿ ἐρασθεῖσα εἴτε λόγῳ πεισθεῖσα εἴτε βίᾳ ἁρπασθεῖσα εἴτε ὑπὸ θείας ἀνάγκης ἀναγκασθεῖσα ἔπραξεν ἃ ἔπραξε, πάντως διαφεύγει τὴν αἰτίαν;
她无论是因恋爱,还是被言论说服,或是被强力掠夺,或是被神圣的必然所强迫而做了她所做的事,都完全免受非难。
§21Ἀφεῖλον τῷ λόγῳ δύσκλειαν γυναικός, ἐνέμεινα τῷ νόμῳ ὃν ἐθέμην ἐν ἀρχῇ τοῦ λόγου, ἐπειράθην καταλῦσαι μώμου ἀδικίαν καὶ δόξης ἀμαθίαν, ἐβουλήθην γράψαι τὸν λόγον Ἑλένης μὲν ἐγκώμιον, ἐμὸν δὲ παίγνιον.
我用言论消除了一位女性的恶名,我遵守了我在言论开头为自己设定的规则,我试图消解指责的不公和意见的无知,我希望将这篇言论写成对海伦的颂词,以及我自己的游戏。

词汇与语法注释

  1. §14τὸν αὐτὸν δὲ λόγον ἔχει — 名词 λόγος 在此表示“比例”或“类比关系”。它指出A(言论的力量)对B(灵魂的秩序)的关系,与C(药剂的配方)对D(身体的本性)的关系具有“相同的比例”。
  2. §15ἃ γὰ4 ὁρῶμεν — 关系代名词 ἃ 的先行词在主句中被省略,充当主句动词 ἔχει 的宾语(即“我们所看见的[事物]”)。短语 ἕκαστον ἔτυχε 是 τυγχάνω 与省略的现在分词 ὤν 连用的结构,意为“每个事物偶然具有”。
  3. §16κόσμον χαλκοῦ καὶ σιδήρου — 名词 κόσμος 意为“装备”或“装饰”,在被动语态动词 ὁπλισθῇ(装备、武装)之后,充当同格或内的宾格(表示动作的结果)。
  4. §19ὃς εἰ μὲν θεὸς ὢν — 关系代名词 ὃς 在句首用作指示代名词(“而它/他”),在文意上指代前一句中出现的阳性名词 ἔρως(爱),引出爱若是神明时的假设。
  5. §20ἥτις εἴτ᾿ ἐρασθεῖσα — 关系代名词 ἥτις(“她……”)构成了这个长句主句的主语(ἥτις... διαφεύγει...),并将夹在中间的多个由分词引导的条件从句(εἴτε... εἴτε...)统一联系起来。

引用这一段

高尔吉亚, 海伦颂 §14-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0593.1st1K001.humanitext-grc1:14-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。