Humanitext Reader

高尔吉亚 · 海伦颂 §1-6

海伦的血统美貌与神意决定的无罪

第 1 段,共 3 段 · 希腊语

内容简介

高尔吉亚定义了事物相宜的装饰与德行,并叙述了海伦的神圣血统与美貌以洗刷其恶名。他指出,如果其远征是由于命运或神意等不可抗力造成的,她便无罪。

§1Κόσμος πόλει μὲν εὐανδρία, σώματι δὲ κάλλος, ψυχῇ δὲ σοφία, πράγματι δὲ ἀρετή, λόγῳ δὲ ἀλήθεια· τὰ δ᾿ ἐναντία τούτων ἀκοσμία.
城邦的装饰是人才,身体的装饰是美丽,灵魂的装饰是智慧,行为的装饰是德行,言论的装饰是真实;而与这些相反的则是无序。
ἄνδρα δὲ καὶ γυναῖκα καὶ λόγον καὶ ἔργον καὶ πόλιν καὶ πρᾶγμα χρὴ τὸ μὲν ἄξιον ἐπαίνου ἐπαίνῳ τιμᾶν, τῷ δὲ ἀναξίῳ μῶμον ἐπιτιθέναι·
对于男人、女人、言论、行为、城邦和行事,应当用赞美来尊崇那值得赞美的事物,而将指责加于那不值得赞美之物。
ἴση γὰρ ἁμαρτία καὶ ἀμαθία μέμφεσθαί τε τὰ ἐπαινετὰ καὶ ἐπαινεῖν τὰ μωμητά.
因为非难值得赞美的事物,与赞美值得非难的事物,是同等的错误与愚昧。
§2τοῦ δ᾿ αὐτοῦ ἀνδρὸς λέξαι τε τὸ δέον ὀρθῶς καὶ ἐλέγξαι. . . . . . ἐλέγξαι τοὺς μεμφομένους Ἑλένην, γυναῖκα περὶ ἧς ὁμόφωνος καὶ ὁμόψηφος γέγονεν ἥ τε τῶν ποιητῶν.
说出正确且必要的话,并反驳……反驳那些指责海伦的人,乃是同一个人应尽的职责。
. . . ἥ τε τῶν ἀκουσάντων πίστις, ἥ τε τοῦ ὀνόματος φήμη τῶν συμφορῶν μνήμη γέγονεν.
对于这个女人,诗人们的……以及听众们的信任已达成一致的赞同,而她名字的名声也已成了灾难的记忆。
ἐγὼ δὲ βούλομαι λογισμόν τινα τῷ λόγῳ δοὺς τὴν μὲν κακῶς ἀκούουσαν παῦσαι τῆς αἰτίας, τοὺς δὲ μεμφομένους ψευδομένους ἐπιδείξας καὶ δείξας τἀληθὲς παῦσαι τῆς ἀμαθίας.
但我希望通过在言说中加入某种推论,使名誉受损的她免受指责,并指出那些指责她的人是在说谎,通过揭示真相,使他们摆脱愚昧。
§3Ὅτι μὲν οὖν φύσει καὶ γένει τὰ πρῶτα τῶν πρώτων ἀνδρῶν καὶ γυναικῶν ἡ γυνὴ περὶ ἧς ὅδε ὁ λόγος, οὐκ ἄδηλον οὐδ᾿ ὀλίγοις.
显而易见,甚至对少数人来说也不是不清楚的,这篇言论所涉及的女人,在天性和出身方面,都处于第一流男女中的首位。
δῆλον γὰρ ὡς μητρὸς μὲν Λήδας, πατρὸς δὲ τοῦ μὲν γενομένου θεοῦ, λεγομένου δὲ θνητοῦ, Τυνδάρεω καὶ Διός, ὧν ὁ μὲν διὰ τὸ εἶναι ἔδοξεν, ὁ δὲ διὰ τὸ φάναι ἐλέχθη, καὶ ἦν ὁ μὲν ἀνδρῶν κράτιστος, ὁ δὲ πάντων τύραννος.
因为显而易见,她的母亲是丽达,而父亲一个是真正的神,另一个则是被称为凡人的廷达瑞俄斯与宙斯;他们中,一个因为真正是而被如此认为,另一个因为口头自称而被如此传说,并且一个曾是人类中最强者,另一个则是万物的统治者。
§4ἐκ τοιούτων δὲ γενομένη ἔσχε τὸ ἰσόθεον κάλλος, ὃ λαβοῦσα [καὶ] οὐ λαθοῦσα ἔσχε, πλείστας δὲ πλείστοις ἐπιθυμίας ἔρωτος ἐνειργάσατο, ἑνὶ δὲ σώματι πολλὰ σώματα συνήγαγεν ἀνδρῶν ἐπὶ μεγάλοις μεγάλα φρονούντων, ὧν οἱ μὲν πλούτου μεγέθη, οἱ δὲ εὐγενείας παλαιᾶς εὐδοξίαν, οἱ δὲ ἀλκῆς οἰκείας εὐεξίαν, οἱ δὲ σοφίας ἐπικτήτου δύναμιν ἔσχον, καὶ ἧκον ἅπαντες ὑπ᾿ ἔρωτός τε φιλονίκου φιλοτιμίας τε ἀνικήτου.
她出身于这样的父母,拥有如神般的美丽,她获得并保有这美丽,无法不引人瞩目。 她在极多的人心中激起了极强烈的爱情渴望,并以一具身体聚集了许多心怀大志的男人的身体,他们中有的拥有巨额财富,有的拥有古老高贵出身的荣耀,有的拥有自身武勇的健壮,有的拥有后天习得的智慧力量;他们都在争强好胜的爱情与不可战胜的名誉心的驱使下集结而来。
§5ὅστις μὲν οὖν καὶ δι᾿ ὅ τι καὶ ὅπως ἀπέπλησε τὸν ἔρωτα τὴν Ἑλένην λαβών, οὐ λέξω· τὸ γὰρ τοῖς εἰδόσιν ἃ ἴσασι λέγειν πίστιν μὲν ἔχει, τέρψιν δὲ οὐ φέρει.
那么,究竟是谁、为了什么、以及如何通过夺得海伦来满足他的爱情,我将不予赘述;因为向知情者讲述他们已知的事情,虽然具有可信性,却不能带来乐趣。
τὸν χρόνον δὲ τῷ λόγῳ τὸν τότε τῷ νῦν ὑπερβὰς ἐπὶ τὴν ἀρχὴν τοῦ μέλλοντος λόγου προβήσομαι, καὶ προθήσομαι τὰς αἰτίας δι᾿ ἃς εἰκὸς ἦν γενέσθαι τὸν τῆς Ἑλένης εἰς τὴν Τροίαν στόλον.
我将在言说中用现在的时间跨越那时的时刻,推进到即将展开的辩词的起点,并提出那些使得海伦前往特洛伊的远征理所当然会发生的原因。
§6Ἢ γὰρ τύχης βουλήμασι καὶ θεῶν βουλεύμασι καὶ ἀνάγκης ψηφίσμασιν ἔπραξεν ἃ ἔπραξεν, ἢ βίᾳ ἁρπασθεῖσα, ἢ λόγοις πεισθεῖσα, ἢ ἔρωτι ἁλοῦσα.
因为她所做的事,要么是由于命运的意愿、神明的计划以及必然性的裁决,要么是遭受强力掠夺,要么是被言论说服,要么是被爱情所俘获。
Εἰ μὲν οὖν διὰ τὸ πρῶτον, ἄξιος αἰτιᾶσθαι ὁ αἰτιώμενος· θεοῦ γὰρ προθυμίαν ἀνθρωπίνῃ προμηθείᾳ ἀδύνατον κωλύειν.
如果是因为第一种原因,那么指责她的人才应当受到指责;因为凡人的预见是无法阻挡神明的热望的。
πέφυκε γὰρ οὐ τὸ κρεῖσσον ὑπὸ τοῦ ἥσσονος κωλύεσθαι, ἀλλὰ τὸ ἧσσον ὑπὸ τοῦ κρείσσονος ἄρχεσθαι καὶ ἄγεσθαι, καὶ τὸ μὲν κρεῖσσον ἡγεῖσθαι, τὸ δὲ ἧσσον ἕπεσθαι.
因为天性使然,不是强者被弱者阻碍,而是弱者被强者统治和引导,强者在先导,弱者在追随。
θεὸς δ᾿ ἀνθρώπου κρεῖσσον καὶ βίᾳ καὶ σοφίᾳ καὶ τοῖς ἄλλοις.
而在力量、智慧和一切其他方面,神都比人更强。
εἰ οὖν τῇ τύχῃ καὶ τῷ θεῷ τὴν αἰτίαν ἀναθετέον, τὴν Ἑλένην τῆς δυσκλείας ἀπολυτέον.
因此,如果应当将原因归于命运和神明,就必须免除海伦的恶名。

词汇与语法注释

  1. §2τοῦ δ᾿ αὐτοῦ ἀνδρὸς — 非人称使用的所有格(表语属格),意为“这是同一个人的职责(义务)”。语法上的主语是后文的动词不定式短语 λέξαι... καὶ ἐλέγξαι...。将其理解为动作的起点(“从同一个人那里”)不符合上下文语义。
  2. §4οὐ λαθοῦσα ἔσχε — 动词 λανθάνω 的分词与主动词 ἔσχε 连用,表示“不着痕迹地/在不被察觉的情况下拥有”。此处带有否定词 οὐ,表示“她毫不隐秘地拥有了它”,即她拥有那种美貌是所有人有目共睹、无法不引人瞩目的。
  3. §6θεοῦ γὰρ προθυμίαν ἀνθρωπίνῃ προμηθείᾳ ἀδύνατον κωλύειν — 非人称形容词 ἀδύνατον(省略了系动词 ἐστί)后接不定式 κωλύειν 的句式。宾格的 θεοῦ προθυμίαν 是该不定式的直接宾语,与格的 ἀνθρωπίνῃ προμηθείᾳ 表示手段。整句的核心逻辑为“以凡人的预见去阻碍神明的热望是不可能的”。
  4. §6ἀναθετέον... ἀπολυτέον — 由及物动词派生的动形容词(-τέος)之中性单数(或复数)非人称句式,表示义务或必要性。动作的归属对象由与格 τῇ τύχῃ καὶ τῷ θεῷ 表示,而原及物动词的宾语 τὴν αἰτίαν 和 τὴν Ἑλένην 则仍以宾格形式呈现。

引用这一段

高尔吉亚, 海伦颂 §1-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0593.1st1K001.humanitext-grc1:1-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。