§IV#2"ταῦτα τοῦ Ποντίου λέγοντος ὁ πρεσβύτης ἐδάκρυσέ τε, καὶ ἐπιβὰς τῆς ἀπήνης ἐς τὸ Καύδιον ἀπήλαυνεν.
蓬提乌斯说完这些话,老人流下了眼泪,坐上马车朝考迪乌姆驶去。
ὁ δὲ Πόντιος τοὺς πρέσβεις καλέσας ἤρετο εἴ τις εἰρηνοδίκης αὐτοῖς παρείη.
蓬提乌斯召来使节,询问是否有和平使者与他们同行。
τοῖς δὲ παρῆν οὐδεὶς ὡς ἐπὶ ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον ἐστρατευκόσι.
由于他们是像进行一场不罢兵、不宣战的战争那样出征的,所以没有任何人在场。
τοῖς οὖν ὑπάτοις καὶ τοῖς ἄλλοις ἄρχουσι τῆς στρατιᾶς καὶ παντὶ τῷ πλήθει λέγειν ἐκέλευε τοὺς πρέσβεις,
ἡμεῖς ἀεὶ Ῥωμαίοις ἐσπενδόμεθα φιλίαν, ἣν αὐτοὶ διελύσατε, Σιδικηνοῖς τοῖς ἡμετέροις ἐχθροῖς συμμαχοῦντες.
因此,他命令使节向执政官、军队的其他指挥官以及全体士兵传达:“我们始终在与罗马人结好,而你们自己却通过与我们的敌人西迪奇尼人结盟,亲手撕毁了盟约。
εἶτʼ αὖθις αὖ φιλίας ἡμῖν γενομένης, Νεαπολίταις ἐπολεμεῖτε τοῖς ἡμετέροις γείτοσιν.
此后,当我们之间再次建立友谊时,你们又向我们的邻居那不勒斯人发动战争。
καὶ οὐκ ἠγνοοῦμεν ὅτι ταῦτʼ ἦν ὑμῖν παρασκευὴ πλεονεξίας ἐπὶ ὅλην τὴν Ἰταλίαν.
我们并非不知道,这些都是你们企图占领整个意大利的贪婪准备。
ἔν τε ταῖς προτέραις μάχαις πολλὰ παρὰ τὴν ἀπειρίαν τῶν ἡμετέρων στρατηγῶν προλαβόντες οὐδὲν ἐπεδείξασθε μέτριον ἐς ἡμᾶς, οὐδʼ ἠρκεῖσθε τὴν χώραν πορθοῦντες καὶ χωρία καὶ πόλεις ἔχοντες ἀλλοτρίας, καὶ κληρούχους ἐς αὐτὰ πέμποντες, ἀλλὰ καὶ πρεσβευσαμένων ἡμῶν δὶς πρὸς ὑμᾶς, καὶ πολλὰ συγχωρούντων, ὑπερήφανα ἡμῖν ἄλλα ἐπετάσσετε, τὴν ἀρχὴν ὅλην ἀποθέσθαι καὶ ὑμῶν ὑπακούειν, ὥσπερ οὐ σπενδομένους ἀλλʼ ἑαλωκότας.
在先前的战斗中,由于我们守将的无经验,你们占了许多便宜,但你们对我们没有表现出任何克制,不仅不满足于掠夺我们的土地、占领他人的领土和城市并向其中派遣殖民者,甚至在我们两次向你们派使节并做出诸多让步时,你们还向我们提出了其他傲慢的要求,要我们放弃所有的统治权并听命于你们,仿佛我们不是在缔结条约,而是成了俘虏。
καὶ ἐπὶ τοῖσδε τὸν πόλεμον τόνδε ἄσπονδον καὶ ἀκήρυκτον ἐψηφίσασθε, κατʼ ἀνδρῶν ποτὲ φίλων, κατὰ Σαβίνων ἐκγόνων τῶν ὑμῖν συνοικούντων.
在这之上,你们还投票决定对曾经的朋友、对与你们共同生活的萨宾人的后裔,发动这场不罢兵、不宣战的战争。
ἕνεκα μὲν οὖν τῆς ὑμετέρας πλεονεξίας ἔδει καὶ τὰ παρʼ ἡμῶν ὑμῖν ἄσπονδα εἶναι.
因此,鉴于你们的贪婪,我们对你们也本该采取无情的态度。
ἐγὼ νέμεσίν τε θεῶν αἰδούμενος, ἣν ὑμεῖς ὑπερείδεσθε, καὶ συγγενείας καὶ φιλίας τῆς ποτὲ μνημονεύων, δίδωμι ἕκαστον ὑμῶν σὺν ἱματίῳ σῶον ὑπὸ ζυγὸν ἀπελθεῖν, ἢν ὀμόσητε τήν τε γῆν καὶ τὰ χωρία πάνθʼ ἡμῖν ἀποδώσειν, καὶ τοὺς κληρούχους ἀπὸ τῶν πόλεων ἀπάξειν, καὶ μηδέ ποτʼ ἐπὶ Σαυνίτας στρατεύσειν.
但我敬畏被你们轻视的神明的惩罚,并铭记昔日的姻亲与友谊,允许你们每个人只穿一件衣服,无伤地从轭下通过并离去,只要你们宣誓将土地和所有地方归还我们,将殖民者从城市中撤出,且永远不再向萨姆奈特人出兵。
ἀπαγγελθέντων δὲ τούτων ἐς τὸ στρατόπεδον ὀλοφυρμὸς ἦν καὶ θρῆνος ἐπὶ πλεῖστον· θανάτου γὰρ ἡγοῦντο εἶναι χείρονα τὴν ὕβριν τὴν ὑπὸ τῷ ζυγῷ.
” 当这些话传到营地时,响起了极大的哀号和痛哭;因为他们认为,从轭下通过的耻辱比死亡还要痛苦。
ὡς δὲ καὶ περὶ τῶν ἱππέων ἐπύθοντο, αὖθις ἐθρήνουν ἐπὶ πλεῖστον.
当他们也得知关于骑兵的事时,再次痛哭不已。
ὑπὸ δὲ ἀπορίας αὐτὰ ἐδέχοντο, καὶ τοὺς ὅρκους ὤμνυον ὅ τε Πόντιος καὶ οἱ Ῥωμαίων ὕπατοι, δύο ὄντες Ποστούμιός τε καὶ Οὐετούριος, καὶ ταμιαι δύο καὶ ταξιάρχαι τέσσαρες καὶ χιλίαρχοι δώδεκα, σύμπαντες ὅσοι μετὰ τοὺς διεφθαρμένους ἦρχον.
但由于无计可施,他们接受了这些条件,蓬提乌斯和罗马的两名执政官(即波斯图米乌斯和韦图里乌斯)、两名财务官、四名步兵队长以及十二名千人队长——即在那些牺牲的指挥官之后接管指挥的所有人——共同举行了宣誓。
γενομένων δὲ τῶν ὅρκων ὁ μὲν Πόντιος παραλύσας τι τοῦ διατειχίσματος, καὶ δυσὶ δόρασιν ἐς τὴν γῆν ἐμπεπηγόσιν ἐπικάρσιον ἄλλο ἐπιθείς, ἐξέπεμπε Ῥωμαίων ἕκαστον ὑπὸ τούτῳ.
宣誓完毕后,蓬提乌斯拆毁了一部分围墙,在地上插了双枪,又在上面横放了另一支,让每个罗马人都从这下面通过,将他们放行。
καί τινα ὑποζύγια ἔδωκεν αὐτοῖς ἐς τοὺς ἀρρωστοῦντας, καὶ τροφήν, ἄχρι τῆς Ῥώμης φέρεσθαι.
他还给他们提供了一些驮畜以运送病人,并提供了可以维持到罗马的粮食。
δύναται δʼ, ἐμοὶ δοκεῖν, τὸ εἶδος τῆς ἀφέσεως, ὃ καλοῦσιν οἱ τῇδε ζυγόν, ὀνειδίζειν ὡς δοριαλώτοις.
在我看来,这种被称为“轭”的释放形式,意在羞辱他们是俘虏。
ἀπαγγελθείσης δὲ τῆς συμφορᾶς ἐς τὴν πόλιν οἰμωγὴ καὶ θρῆνος ἦν ὡς ἐπὶ πένθει, καὶ αἱ γυναῖκες ἐκόπτοντο τοὺς αἰσχρῶς περισεσωσμένους ὡς ἀποφανόντας, ἥ τε βουλὴ τὴν ἐπιπόρφυρον ἐσθῆτα ἀπέθετο, καὶ θυσίαι καὶ γάμοι, καὶ ὅσα ἄλλα τοιουτότροπα, ἐπέσχετο ἐπὶ τὸ ἔτος ὅλον, ἕως τὴν συμφορὰν ἀνέλαβον.
灾祸传到城里,顿时哭声震天,宛如丧礼,妇女们为那些可耻地生还的人哀悼,仿佛他们已经死去;元老院脱去了镶紫边的礼服,祭祀、婚礼以及所有其他类似的活动在整整一年里都被中止,直到他们从灾难中恢复过来。
τῶν δὲ ἀφειμένων οἱ μὲν ἐς τοὺς ἀγροὺς διέφευγον ὑπὸ αἰδοῦς, οἱ δὲ νυκτὸς ἐς τὴν πόλιν ἐσῄεσαν· οἱ δὲ ἄρχοντες ἡμέρας μὲν ἐσῆλθον ὑπʼ ἀνάγκης, καὶ τὰ σημεῖα τῆς ἀρχῆς ἐπέκειτο αὐτοῖς, ἔπρασσον δὲ οὐδέν. "
在被释放的人中,有些人因羞耻而逃往乡间,有些人则在夜间潜入城内;而官员们则因迫于无奈在白天进城,他们身上虽佩戴着官职的标志,却不处理任何公事。