Humanitext Reader

阿庇安 · 萨姆奈特人史 §I-III

卡普亚驻军叛乱与曼利乌斯·托尔夸图斯

第 1 段,共 7 段 · 希腊语

内容简介

本章节记述了驻扎在卡普亚的罗马士兵的叛乱,该叛乱通过免除债务得以和平解决;随后记述了马略斯·托尔夸图斯为救父亲而胁迫护民官的孝行,以及他接受单挑决斗的开始。

§I"ὅτι οἱ Ῥωμαίων στρατηγοὶ Κορνήλιος καὶ Κορουῖνος, καὶ Δέκιος δημότης, Σαυνίτας νικήσαντες ὑπέλιπον Καμπανοῖς φύλακας πρὸς τὰς Σαυνιτῶν ἐπιδρομάς.
"罗马将领科尔内利乌斯和科尔维努斯,以及平民德基乌斯,在击败萨姆奈特人后,留守卫兵以防备萨姆奈特人对卡帕尼亚人的袭击。
οἱ δὲ φύλακες οἵδε Καμπανοῖς ἁβροδιαίτοις καὶ πολυτελέσιν οὖσι κοινωνοῦντες ἐφθείροντο τὰς γνώμας, καὶ ἐφθόνουν ὧν ἔχουσιν ἀγαθῶν, αὐτοὶ πενόμενοι καὶ τὰ χρέα δεδιότες τὰ ἐν Ῥώμῃ.
然而,这些卫兵因与生活奢华排场的卡帕尼亚人交往,思想开始堕落,并且嫉妒他们所拥有的富足,而他们自己却十分贫困,并害怕在罗马的债务。
τέλος δὲ ἐπεβούλευον τοὺς ξένους ἑαυτῶν ἀνελόντες ἕκαστοι τὴν περιουσίαν κατασχεῖν καὶ τὰς γυναῖκας ἐς γάμον προσαγαγέσθαι.
最后,他们企图杀死各自的东道主,强占其财产,并娶他们的妻子为妻。
καὶ τάχα ἂν ἔπραξαν αἰσχρὸν οὕτω μύσος, εἰ μὴ Μάμερκος, ἕτερος Ῥωμαίων στρατηγός, ἐπὶ Σαυνίτας ὁδεύων ἔμαθε τὸ βούλευμα τῶν φυλάκων, καὶ ἐπικρύψας τοὺς μὲν αὐτῶν ἐξώπλισε καὶ ἀφῆκεν οἷα κεκμηκότας, τοὺς δὲ πονηροτέρους ἐκέλευσεν ἐς Ῥώμην ἐπί τινα χρείαν ἐπείγεσθαι, χιλίαρχόν τε αὐτοῖς συνέπεμψεν, ᾧ εἴρητο ἀφανῶς αὐτοὺς φυλάσσειν.
如果不是另一位罗马将领马梅尔克斯在向萨姆奈特人进军的途中得知了卫兵们的阴谋,并隐瞒此事,解除了其中一些人的武装并像对待疲惫之人那样打发他们走,同时命令那些更为不轨的人因某项事务急赴罗马,并派了一名千人队长同行(该队长已受命暗中监视他们),他们恐怕很快就会犯下如此可耻的恶行。
ἑκάτεροι δʼ ὑπώπτευον μεμηνῦσθαι, καὶ περὶ Ταρρακίνην ἀφίστανταί τε τοῦ χιλιάρχου, καὶ τοὺς ἐπὶ τῶν ἔργων ἐν τοῖς ἀγροῖς δεδεμένους ἐκλύσαντες, καὶ ὁπλίσαντες ὡς ἐδύναντο, ἤλαυνον ἐς Ῥώμην ὁμοῦ δισμύριοι γεγονότες.
然而,这两个群体都怀疑阴谋已被泄露,于是在泰拉奇纳附近反叛了千人队长,并释放了在田野里被捆绑劳作的人,尽其所能武装他们,总共聚集了两万人,向罗马进军。
ἔτι δʼ αὐτῶν ὁδὸν ἡμέρας μιᾶς ἀπεχόντων ὑπήντα Κορουῖνος, καὶ παραστρατοπεδεύσας ἐν τοῖς ὄρεσι τοῖς Ἀλβανῶν ἠρεμεί, περισκοπῶν τε τὸ ἔργον ἔτι, καὶ μέγα ἡγούμενος ἀπεγνωκόσι μάχεσθαι.
在他们距离罗马还有一日路程时,科尔维努斯迎面阻截,在阿尔巴山区安营扎寨,静观其变。 他仍在观察事态的发展,并认为与自暴自弃的人作战是件极其重大的危险。
οἱ δὲ ἐπεμίγνυντο ἀλλήλοις κρύφα, καὶ ὀδυρμοὶ καὶ δάκρυα τῶν φυλάκων ἦν ὡς ἐν οἰκείοις καὶ φίλοις ἁμαρτεῖν μὲν ὁμολογούντων, τὴν δὲ αἰτίαν ἐς τὰ χρέα φερόντων τὰ ἐν Ῥώμῃ.
然而,士兵们在暗中互相交往,卫兵中在亲友之间出现了哀叹和泪水,他们一方面承认自己的过错,另一方面则将原因归咎于在罗马的债务。
ὧν ὁ Κορουῖνος αἰσθανόμενος, καὶ ὀκνῶν ἅψασθαι πολιτικοῦ καὶ τοσούτου φόνου, συνεβούλευσε τῇ βουλῇ τὰ χρέα τοῖς ἀνδράσι μεθεῖναι, τόν τε πόλεμον ἐξαίρων ἐπὶ μέγα, εἰ τοσῶνδε ἀνδρῶν δύναιτο κρατῆσαι μαχομένων ἐξ ἀπογνώσεως, καὶ τὰς συνόδους αὐτῶν καὶ ἐπιμιξίας ἐν ὑπονοίᾳ τιθέμενος, μὴ οὐδʼ ὁ ἴδιος αὐτῷ στρατὸς ἐς πάντα ᾖ πιστός, ἅτε συγγενεῖς ὄντες ἐκείνων, καὶ οὐχ ἧσσον αὐτῶν αἰτιώμενοι τὰ χρέα.
科尔维努斯察觉到了这一点,又因不愿参与同胞之间如此大规模的流血,便建议元老院免除那些人的债务。 他一方面极力强调,如果要战胜这么多因绝望而战的男子,战争将会极其重大,另一方面对他们的会面和交往心存疑虑,担心甚至连他自己的军队也不会在所有事上都忠于他,因为他们是那些人的亲属,并且他们自己也同样在抱怨债务。
σφαλέντα δὲ κινδυνεύσειν ἔφη περὶ μειζόνων· καὶ τὴν νίκην, εἰ κρατήσειεν, ἀτυχεστάτην ἔσεσθαι τῇ πόλει κατʼ οἰκείων τοσῶνδε.
他还说,如果失败,国家将面临更大的危险;即使获胜,对如此多的同胞取得的胜利对城邦来说也将是最不幸的。
οἷς ἡ βουλὴ πεισθεῖσα τὰς μὲν τῶν χρεῶν ἀποκοπὰς ἐψηφίσατο πᾶσι Ῥωμαίοις, τοῖς δὲ τότε ἐχθροῖς καὶ ἄδειαν.
元老院被这些话动摇,通过了免除所有罗马人债务的法案,并对当时的敌人给予赦免。
οἱ μὲν δὴ τὰ ὅπλα ἀποθέμενοι κατῄεσαν ἐς τὴν πόλιν.
于是,他们放下武器,回到了城里。
" §II"ὅτι Μάλλιος Τορκουάτος ὁ ὕπατος τοιοῦτος ἦν τὴν ἀρετήν.
""执政官马略斯·托尔夸图斯是具有如此优秀品德之人。
τούτῳ πατὴρ ἐγεγένητο μικρολόγος καὶ ἀμελὴς ἐς αὐτόν. καὶ ἐν ἀγροῖς αὐτὸν εἶχε, μετὰ τῶν θεραπόντων ἐργαζόμενόν τε καὶ τρεφόμενον.
他有一个对他吝啬且疏忽的父亲,父亲把他留在田间,让他与奴隶一起劳动和生活。
γραψαμένου δὲ αὐτὸν ἐπὶ πολλοῖς ἀδικήμασι Πομπωνίου δημάρχου, καὶ μέλλοντος ἐρεῖν τι καὶ περὶ τῆς ἐς τὸν παῖδα κακώσεως, ὁ παῖς ὅδε Μάλλιος ἧκεν, ἐπικρύπτων ξιφίδιον, ἐς τὴν οἰκίαν τοῦ δημάρχου, καὶ τυχεῖν ἠξίωσεν αὐτοῦ μόνου ὡς δή τι λέξων χρήσιμον ἐς τὴν δίκην.
当护民官蓬波尼乌斯因诸多恶行起诉他的父亲,并准备就虐待儿子一事进行陈述时,这个儿子马略斯怀揣一把短剑来到护民官的家中,请求与他单独会面,假装要说一些对审判有用的事情。
ὑποδεχθεὶς δὲ καὶ λέγειν ἀρχόμενος ἐπέκλεισε τὰς θύρας, καὶ τὸ ξίφος ἐπισπάσας ἠπείλει τῷ δημάρχῳ κτενεῖν αὐτόν, εἰ μὴ ὀμόσειεν ὅτι λύσει τῷ πατρὶ τὴν δίκην.
他被接见并开始说话后,便锁上了门,拔出短剑威胁护民官说,如果不发誓撤销对其父亲的诉讼,就要杀死他。
καὶ ὁ μὲν ὤμοσε καὶ διέλυσεν, ἐκθέμενος τῷ δήμῳ τὸ συμβάν·
于是护民官发了誓并撤销了诉讼,并向民众说明了事情的经过。
ὁ δὲ Μάλλιος ἐξ ἐκείνου λαμπρὸς ἦν, ἐπαινούμενος ὅτι τοιόσδε ἐς τοιόνδε πατέρα ἐγεγένητο.
马略斯从此声名大噪,因其对这样一个父亲竟表现得如此孝顺而受到赞扬。
" §III"ὁ δὲ αὐτὸν εἰς μονομαχίαν προυκαλεῖτο, σκώπτων ἐς αὐτόν.
""然而,他(敌人)嘲笑并向他挑战进行单挑。
ὁ δὲ τέως μὲν αὑτοῦ κατεῖχε, μετὰ δέ, οὐ φέρων ἔτι τὸ ἐρέθισμα, ἀντήλασε τὸν ἵππον. "
他起初克制着自己,但后来再也无法忍受这种挑衅,便驱马迎战。 "

词汇与语法注释

  1. Iὧν ἔχουσιν ἀγαθῶν — 关系代名词 `ὧν` 被其先行词 `ἀγαθῶν` 的属格所吸引(同化),而非作为 `ἔχουσιν` 的宾语使用宾格;这也受到了支配属格的动词 `φθονέω` 的影响。
  2. Iκαὶ τάχα ἂν ἔπραξαν ... εἰ μὴ ... ἔμαθε — 这是一个与过去事实相反的虚拟条件句,主句使用带有 `ἄν` 的直陈式过去时(`ἂν ἔπραξαν`,意为“他们本会做出”),条件句使用 `εἰ` 引导的直陈式过去时(`εἰ μὴ ... ἔμαθε`,意为“如果马梅尔克斯没有得知”)。
  3. Iμὴ οὐδʼ ὁ ἴδιος αὐτῷ στρατὸς ἐς πάντα ᾖ πιστός — 由表示担忧或怀疑的短语 `ἐν ὑπονοίᾳ τιθέμενος`(怀疑、担忧)引导的 `μή` 从句,其后接虚拟式 `ᾖ`。加上 `οὐδέ`(“甚至不”)构成了双重否定性质的担忧:“担心甚至他自己的军队也不会是忠诚的”。
  4. IIτοιόσδε ἐς τοιόνδε — 指示代词的并置,形成了强烈的对比,意为“对于这样一个(疏忽的)父亲,竟是如此一个(孝顺的)儿子”。

引用这一段

阿庇安, 萨姆奈特人史 §I-III. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg004.humanitext-grc2:I-III

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。