Humanitext Reader

克劳狄乌斯·埃利安 · 田园书信 §8-13

与交际花的交涉与乡村交往忠告

第 2 段,共 4 段 · 希腊语

内容简介

描绘乡村与城市人际关系的六封书信,包括名为奥波拉的交际花关于其名字的回信、对交际花贪婪的抱怨、阉割公猪的建议、关于瘦野兔的玩笑,以及对脾气古怪的邻居克内蒙的劝告。

§8## Ὀπώρα Δερκύλλῳ.
## 奥波拉致德尔库罗斯。
σὺ μὲν εἴτε σπουδάζεις ἐς τὸ ὄνομα τὸ ἐμὸν εἴτε παίζεις οἶσθα δήπου αὐτός, ἐγὼ δὲ οἷς πέμπεις οὐκ ἀξιῶ πρός με ὡραΐζεσθαι.
你自己当然清楚,你对我的名字是认真的还是在开玩笑;但至于你送的东西,我可不认为值得你以此向我大献盈盈。
καλὰ γάρ σου τὰ δῶρα ἀκρόδρυα δυοῖν ὀβολοῖν καὶ ὑβριστὴς οἶνος διὰ νεότητα· πίοι δʼ ἂν ἡ Φρυγία αὐτόν· ἐγὼ δὲ Λέσβιον πίνω καὶ Θάσιον καὶ ἀργυρίου δέομαι·
因为你那些精美的礼物不过是值两个奥博尔的果子,以及因年轻而性烈暴躁的酒;弗里吉亚女人也许会喝它,但我喝的可是莱斯博斯和萨索斯的优质酒,而且我需要的是银子。
ὀπώραν δὲ ὀπώρᾳ ἀποστέλλειν αὐτόχρημα πῦρ ἐπὶ πῦρ φέρειν ἐστί.
把“秋实”送给“奥波拉”,这简直是火上浇油。
κἀκεῖνο δέ σε οὐ χεῖρον εἰδέναι ταύτῃ ᾗπερ οὖν καὶ αὐτὴ νοῶ.
而这一件事,你最好能像我自己所理解的那样去明白。
τοῦ γὰρ χρηματίζεσθαι παρὰ τῶν βουλομένων μοι προσιέναι καὶ τὸ ὄνομα αἴτιον· παιδεύει γάρ με ὅτι καὶ τὸ κάλλος τῶν σωμάτων ὀπώρᾳ ἔοικεν.
因为我能从那些渴望接近我的人身上赚取钱财,我的名字也是个原因;因为它教导我,肉体的美丽也正像秋天的果实。
ἕως οὖν ἀκμάζει, καὶ τὴν ὑπὲρ αὐτοῦ χάριν προσῆκόν ἐστιν ἀνταπολαμβάνειν· ἐὰν δὲ ἀπορρεύσῃ, τί ἂν ἄλλο εἴη τὸ ἡμέτερον ἢ δένδρον καρπῶν ἅμα καὶ φύλλων γυμνόν;
因此,趁着它还在盛熟期,理所当然应当收回与之相称的报偿;若是它凋零逝去,我们的处境除了像一棵既无果实又无叶子的光秃秃的树之外,还会是什么呢?
καίτοιγε ἐκείνοις μὲν ἡ φύσις δίδωσιν ἀναθῆλαι· ἑταίρας δὲ ὀπώρα μία.
况且,大自然还允许那些树木重新发芽,而交际花的青春之秋却只有一次。
δεῖ τοίνυν ἐντεῦθεν ταμιεύεσθαι πρὸς τὸ γῆρας.
所以,必须趁此为老年生活积蓄财富。
§9## Χρέμης Παρμένωνι.
## 克雷墨斯致帕尔墨农。
ὀψὲ ἔμαθον ὅτι μοι συνεβούλευες καλῶς, παιδεύων με ἀποδιδράσκειν τὰς ἑταίρας·
我很晚才懂得,你以前给我的建议很对,你教导我远离那些交际花;因为她们贪得无厌,假装示爱,却又经常把你拒之门外。
λαβεῖν γὰρ κεχήνασι καὶ προσποιοῦνται φιλεῖν καὶ ἀποκλείουσι συνεχῶς καὶ τὸ πάντων μοι βαρύτατον πρὶν ὑπερπλησθῆναι καὶ γενέσθαι διακορεῖς οὐ βούλονται συγκαθεύδειν, ἀλλὰ ἀκκίζονται καὶ θρύπτονται, εἶτα μιστυλῶνται πάλιν, καὶ λάθρᾳ μὲν ἀλοῶσι πάντα καὶ καταπίνουσιν ὑπὲρ τοὺς ἐργαστῆρας τοὺς ἐν ἀγρῷ, παρόντων δὲ ἡμῶν ὡραΐζονται.
还有对我来说最难受的是,在饱餐一顿、心满意足之前,她们绝不肯同床共枕,而是装腔作势、拿捏作态,接着又来宰你一笔。 她们私底下比田里的雇工还能胡吃海塞,吞下一切,但在我们面前却装得弱不禁风。
ἐγὼ δὲ κατὰ χειρὸς ποιῶ πάντα καὶ σπεύδω καταλαβεῖν ἐς δύο τὰ σκέλη ἄρας καὶ ὑποστρέφειν ἐπὶ τὰς αἶγας πάλιν.
至于我,我洗手不干了,拔腿就跑,急着赶回我的山羊群那里。
ἐμέλλησα δʼ ἂν τὴν κάκιστα ἀπολουμένην Θηβαΐδα αὐλουμένην πρός με ἀράμενος μέσην εἶτα ῥίψας ἐς τὸ κλινίδιον ἔχεσθαι τῆς σπουδῆς.
我差点就把那个该死的、正对着我吹笛子的瑟拜丝拦腰抱起,扔到小床上,然后办我的急事。
ἀπόλοιτο δὲ ὁ στρατιώτης ὁ διακωλύσας με·
愿那个阻拦我的士兵见鬼去吧!
Θρασυλέων, οἶμαι, ἦν ὄνομα αὐτῷ ἢ ἄλλο τι τοιοῦτον συμπεπλεγμένον θηρίῳ.
我想他的名字叫色拉叙勒翁,或是其他什么跟猛兽混在一起的名字。
§10## Φιλέριφος Σιμύλῳ.
## 菲莱里福斯致西米罗斯。
πέπυσμαί σου τὸν ὗν εἶναι λάγνην.
我听说你的公猪非常发情。
τί οὖν αὐτὸν οὐ βίᾳ συλλαβὼν τομίαν εἰργάσω, ὥσπερ εἰώθαμεν τοὺς τράγους ἡμεῖς;
那你为什么不强行抓住它,把它阉割了,就像我们平时对公山羊做的那样?
τοῦτο γάρ τοι καὶ τὰ ζῷα ἀναπείθει ἡσυχίαν τε ἔχειν καὶ σωφρονεῖν εὖ μάλα.
因为这确实也能让动物变得安静,并且规规矩矩。
εἰμὶ δὲ ἐγὼ περὶ ταῦτα δήπου δεινός· ἀποφανῶ γὰρ παραχρῆμα ὁλόκληρον, σάξας ἁλῶν καὶ ἐπαλείψας πίτταν·
我在这方面可是个能手;我只要塞上盐巴,抹上沥青,转眼间就能让它完好如初。
εἶτα ὑγιεινότερος ἔσται Κρότωνος δήπου καὶ κολοκύντης, καὶ ἐρῶν παύσεται καὶ ἐπιτρίβων σοι τὴν οὐσίαν.
这样一来,它绝对会比克罗托那人还健康,比南瓜还要壮实,再也不会发情,也不会糟蹋你的家产了。
ἐνόρχην δὲ ἀκόλαστον ὑγιαίνων τρέφοι τίς ἄν;
一个心智健全的人,谁会去养一头没有阉割、放荡不羁的畜生呢?
§11## Λαμπρίας Τρύφῃ.
## 兰普里亚斯致特里菲。
ἀγαθὰς διώκειν οἱ νεανίσκοι τρέφουσι κύνας, δρομικώτερον δὲ λαγὼν οὐδὲ ἀσαρκότερον οὐδεπώποτε ἐθεασάμην· θαῦμα γὰρ ὅπως καὶ κατέλαβον αὐτόν.
年轻人养优秀的猎犬是为了追逐猎物,但我从未见过比这跑得更快、身上更没肉的野兔了;真是奇迹,它们居然把它给抓住了。
ἐπεὶ γὰρ ἐδάρη καὶ τὸ δέρμα ἀπεδύσατο, φανερὸς τηνικαῦτα ἐγένετο, μᾶλλον δὲ ʽοὐ γὰρ ὀρθῶς λέγὠ ἀφανής ἐστι νῦν ἔτι πλέον.
因为当它被剥了皮、褪去皮毛时,它才显露了原形——或者更确切地说(因为我说得不对),它现在反而更加看不见了。
σὺ δέ, ὦ Τρύφη, κιχλίζουσα παῦσαι πρός με· ἐὰν γάρ σε, ὦ κακόδαιμον, ὁ πατὴρ ἴδῃ, λήψῃ τι πάντως κακόν.
至于你,特里菲,别再对着我傻笑了;如果你父亲看见你,你这个倒霉孩子,你肯定要遭殃。
ἐγὼ δὲ αὐτὸν ὑποδέδοικα καίτοι παρόντα ὄντα· σὺ δὲ οὐκ οἶδα ὅπως διατέθρυψαι καὶ καταφρονεῖς αὐτοῦ.
他在场时我都有些怕他;而你,我不知道你是怎么被惯坏的,竟然敢瞧不起他。
§12## Τρύφη Λαμπρία.
## 特里菲致兰普里亚斯。
Προσπατταλεύσομεν, ὦ Λαμπρία, τοῦ λαγὼ τὴν δοράν, ἵνα σοι τῶν κυνηγεσίων ἄγαλμα ᾖ τοῦτο κατὰ τοὺς μεγάλους ἐκείνους δήπου θηρευτάς.
兰普里亚斯,我们要把那只野兔的皮钉起来,好让它成为你狩猎功绩的纪念品,就像那些伟大的猎人们一样。
ἔσται δὴ καὶ τὸ σὸν εὔθηρον ἀνάγραπτον.
你的狩猎才能也确实会被记录在册。
πότερον δὲ αὐτὸς ᾕρηκας ἢ δῶρον εἴληφας;
不过,这究竟是你自己抓到的,还是别人送给你的礼物?
πῶς δὲ καὶ ὤφθη τὴν ἀρχὴν διὰ σμικρότητα;
况且,因为它那么小,一开始到底是怎么被看见的?
εὔρινοι ἄρα ὄντως ἦσαν αἱ κύνες· οὐ γὰρ ἦν αὐτὸν ἰδεῖν, ἀλλʼ ᾔσθοντο αὐτοῦ.
看来那些猎犬的嗅觉真是灵敏;因为根本看不见它,它们是闻出来的。
σὺ δὲ ἐξ οὗ θηρᾶν ἤρξω γέγονας ἡμῖν αὐτόχρημα Ἱππόλυτος.
自从你开始打猎,你对我们来说简直成了希波吕托斯。
ὅρα δὴ τὴν Ἀφροδίτην μὴ καὶ σοὶ διὰ τὴν ὑπεροψίαν μηνίσῃ.
那么当心阿佛洛狄忒也因你的傲慢而对你发怒。
§13## Καλλιππίδης Κνήμωνι.
## 卡利皮德斯致克内蒙。
ἀγροίκου βίου τά τε ἄλλα ἐστὶ καλὰ καὶ δὴ καὶ τὸ ἥμερον τοῦ τρόπου· ἡ γὰρ ἡσυχία καὶ τὸ ἄγειν σχολὴν τοῖς τῆς γῆς καλὴν πραότητα ἐνεργάζεται.
乡村生活在其他方面都很美好,尤其能使人的性格变得温和;因为宁静与闲暇,会给土地的耕耘者注入一种美好的温顺。
σὺ δὲ οὐκ οἶδʼ ὅπως ἀγροῖκος εἶ καὶ γείτοσιν οὐκ ἀγαθὸς πάροικος.
可你不知怎的,竟如此粗野,对邻居来说可不是个好近邻。
βάλλεις γοῦν ἡμᾶς ταῖς βώλοις καὶ ταῖς ἀχράσι καὶ μέγα κέκραγας ἰδὼν ἄνθρωπον ὡς διώκων λύκον, καὶ ἀργαλέος εἶ καὶ τοῦτο δὴ τὸ λεγόμενον ἁλμυρὸν γειτόνημα· ἐγὼ δὲ εἰ μὴ πατρῷον ἀγρὸν ἐγεώργουν, ἄσμενος ἂν αὐτὸν ἀπεδόμην φυγῇ φοβεροῦ γείτονος.
毕竟,你用土块和野梨砸我们,一见到人就大声叫喊,就像在追赶狼一样;你既脾气暴躁,又是人们常说的那种“苦涩的邻居”;至于我,如果我耕种的不是祖传的田地,我早就乐意把它卖掉,以逃离你这个可怕的邻居了。
ἀλλʼ, ὦ βέλτιστε Κνήμων, τὸ σκαιὸν τοῦ τρόπου κατάλυσον, μηδέ σε ὁ θυμὸς ἐς λήθην προαγέτω, μὴ καὶ μανεὶς σεαυτὸν λάθῃς.
但是,我亲爱的克内蒙,改掉你那古怪的脾气吧,别让愤怒冲昏了你的头脑,免得你自己发了疯还不自知。
ταῦτά σοι φίλα παρὰ φίλου παραγγέλματα ἔστω καὶ ἴαμα τοῦ τρόπου.
愿这些话成为朋友给你的友好劝告,也作为治愈你脾气的良药。

词汇与语法注释

  1. §8τοῦ γὰρ χρηματίζεσθαι ... αἴτιον — 冠词性不定式 τοῦ χρηματίζεσθαι 是受中性形容词/名词 αἴτιον(原因)支配的属格,整句意为“我的名字也是我从那些渴望接近我的人身上赚钱的原因”。
  2. §9ἐμέλλησα δʼ ἂν ... ἔχεσθαι τῆς σπουδῆς — 短语 ἐμέλλησα ἂν 表示过去未曾实现的虚拟语气(“我差点就……”)。中间态不定式 ἔχεσθαι(坚持、从事)支配属格 τῆς σπουδῆς(急事、热心)。
  3. §10τί οὖν αὐτὸν οὐ ... εἰργάσω — 带有否定词 οὐ 的不定过去时直陈式 εἰργάσω 与 τί 连用(τί οὐ 句型),并非询问过去的事实,而是用于强烈建议当下或未来采取行动(“你为什么不……呢?”)。
  4. §13μὴ καὶ μανεὶς σεαυτὸν λάθῃς — 动词 λανθάνω(在此为虚拟式 λάθῃς)搭配反身代词 σεαυτόν 和不定过去时被动分词 μανείς,构成了“在自己没有察觉的情况下做某事”的句型。在此处与否定词 μή 连用,表示“免得你自己发了疯还不自知”的担忧。

引用这一段

克劳狄乌斯·埃利安, 田园书信 §8-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0545.tlg003.humanitext-grc2:8-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。