Humanitext Reader

克劳狄乌斯·埃利安 · 田园书信 §1-7

农人的日常生活、情爱与邻里纠纷

第 1 段,共 4 段 · 希腊语

内容简介

一系列展现农民日常生活、不满与情感的书信。信中描绘了与女仆的幽会、对生病牧人的关怀、与邻居及奴隶的纠纷、对蜜蜂飞走的叹息,以及对一位名叫奥波拉(秋实)的女性的追求。

§1## Εὐθυκομίδης Βλεπαίῳ.
## 尤西科米德致布莱帕乌斯。
Διαψύχοντί μοι πρὸς τὴν εἵλην τοὺς βότρυς ἡ μανία προσελθοῦσα ἐθρύπτετο καὶ ὡραϊζομένη πολλοῖς ἔβαλλε τοῖς σκώμμασιν.
当我在阳光下晒葡萄干时,玛尼亚走了过来,撒娇弄姿,用许多俏皮话来戏弄我。
ἐγὼ δὲ παλαιὸν δή τι ἐπιτεθυμμένος αὐτῆς διενοούμην τι δρᾶσαι θερμόν.
由于我早就对她垂涎已久,便盘算着做点热烈的事。
ὡς οὖν ἄσμενος ἐλαβόμην, πλησιάσας τὰς μὲν ῥᾶγας εἴασα, ἐφερπύσας δὲ καὶ μάλα ἀσμένως τῆς ὥρας ἐτρύγησα.
于是我满心欢喜地抓住了她,凑上前去,放过了那些葡萄粒,而是贴上前去,极其欣喜地采摘了她的“青春盛采”。
ταῦτά σοι πρὸς τοῦ Πανὸς μυστήρια τὰ μεγάλα ἔστω.
看在潘神的份上,这事对你来说要当成伟大的秘仪。
§2## Κωμαρχίδης Δρωπαίῳ.
## 科马希德致德罗帕乌斯。
ἡμέρων ὁ μαλακὸς φελλεῖ ἐπέκοψε τὸ σκέλος πάνυ ἰσχυρῶς, καὶ θέρμη ἐπέλαβεν αὐτοῦ, καὶ βουβὼν ἐπήρθη.
温和的赫美隆在石地上重重地碰伤了腿,发了烧,腹股沟也肿了起来。
βουλοίμην δʼ ἂν αὐτὸν ἀναρρωσθῆναι ἤ μοι μεδίμνους ἰσχάδων ὑπάρξαι τέτταρας.
我宁愿他痊愈,也不愿自己得到四麦斗干无花果。
τὴν οἶν τὴν τὰ μαλακὰ ἔρια, ἣν ἐπαινῶ πρὸς σέ, παρʼ ἐμοῦ πρόσειπε καὶ τὼ βοϊδίω καὶ τὴν κύνα, καὶ τὴν Μανίαν καὶ αὐτὴν χαίρειν κέλευε.
替我向那只长着柔软羊毛、我曾向你夸耀过的绵羊问好,还有那两头小牛和那只狗,也请让玛尼亚本人安好。
§3## Εὐπειθίδης Τιμωνίδῃ.
## 尤佩西德致蒂莫尼德。
ἀδικεῖ με ἡ παρὰ σοὶ Σηκύλη παραιρουμένη τῶν δραγμάτων καὶ παρακλέπτουσα.
你那里的塞库蕾抢夺并暗中偷走我的麦捆,对我行不义之事。
ἐὰν μὲν οὖν παύσηται, καλά σοι καὶ μενοῦμεν φίλοι· ἐὰν δὲ ἔχηται ἔργου, δικάσομαί σε βλάβης.
如果她就此罢手,对你也是好事,我们还会是朋友;但如果她继续这么干,我将起诉你索取赔偿。
καὶ γὰρ ἂν εἰκότως μοι στενάζειε τὰ τῶν προγόνων ἠρία, εἰ Εὐπειθίδης ὁ Κορυδαλλεὺς ἐμαυτὸν περιόψομαι προσελούμενον, καὶ ταῦτα ὑπʼ ἀνδραπόδου ἴσως δυοῖν μναῖν ἀξίου.
因为如果我,科リュ达罗斯的尤佩西德,容忍自己遭受侮辱,而且还是被一个也许只值两明纳的奴隶侮辱,我祖先的坟墓也理所当然会为我叹息。
§4## Ἀνθεμίων Δράκητι.
## 安特米翁致德拉克斯。
τί σοι καλὸν εἴργασται καὶ τί σοι πεπόνηται χρηστόν;
你做了什么好事,又辛苦完成了什么有用的事?
ἐγὼ γὰρ ἀμπελίδος ὄρχον ἐλάσας, εἶτα μοσχίδια συκίδων παραφυτεύσας ἁπαλά, καὶ ἐν κύκλῳ περὶ τὸ αὔλιον κατέπηξα ἐλᾷδας.
因为我种了一排葡萄,接着在旁边种下了嫩无花果幼苗,还在院子周围环植了橄榄。
εἶτά μοι δεῖπνον καὶ πίσινον ἔτνος, καὶ τρεῖς ἁδρὰς ἐξεκάναξα κύλικας, καὶ ἄσμενος κατέδαρθον.
然后,我吃了晚餐和豌豆汤,咕嘟咕嘟痛快地喝了三大杯酒,便欣然入睡。
§5## Βαίτων Ἀνθεμίωνι.
## 拜顿致安特米翁。
τὰ σμήνη μοι τῶν μελιττῶν κενά, καὶ ἀπεφοίτησαν τῆς ἑστίας οὐκ οὖσαι τέως δραπέτιδες·
我的蜜蜂巢箱空了,蜜蜂们离开了我的家园,尽管她们以前从未逃跑过。
ἀλλὰ γὰρ καὶ πισταὶ διέμενον καὶ ᾤκουν ὡς οἴκους τοὺς αὑτῶν σίμβλους, καὶ εἶχον λειμῶνα εὔδροσον καὶ δὴ καὶ ἀνθῶν εὔφορον, καὶ εἱστιῶμεν αὐτὰς πανδαισίᾳ·
相反,她们一直保持忠诚,把蜂箱当作自己的家来居住,拥有水分充足、鲜花盛开的草地,而我们也用丰盛的宴席款待她们。
αἳ δὲ ὑπὸ τῆς φιλεργίας τῆς ἄγαν ἀνθειστίων ἡμᾶς πολλῷ καὶ καλῷ τῷ μέλιτι, κοὐδέποτε τῆσδε τῆς ὠδῖνος τῆς γλυκείας ἦσαν ἄγονοι.
她们则出于极度的勤劳,以丰盛而优质的蜂蜜回请我们,而且在这甘甜的产物上从未歉收。
νῦν δὲ ᾤχοντο ἀπιοῦσαι, λυπηθεῖσαι πρὸς ἡμῶν οὐδὲ ἕν, οὐ μὰ τὸν Ἀρισταῖον καὶ τὸν Ἀπόλλω αὐτόν.
可是如今她们却飞走了,我们没有让她们受到一丁点委屈,绝没有,凭着阿里斯泰乌斯神和阿波罗神本身起誓。
καὶ αἳ μέν εἰσι φυγάδες, ὁ δὲ οἶκος αὐτῶν χῆρός ἐστι, καὶ τὰ ἄνθη τὰ ἐν τῷ λειμῶνι περὶ αὐτὰ γηρᾷ.
如今她们成了逃亡者,她们的家也空虚了,草地上的花朵在空巢周围徒然衰老。
ἐγὼ δὲ αὐτῶν ὅταν ὑπομνησθῶ τῆς πτήσεως καὶ τῆς εὐχαρίτου χορείας, οὐδὲν ἄλλο ἢ νομίζω θυγατέρας ἀφῃρῆσθαι.
每当我回想起她们的飞行和那优雅的舞蹈,我就觉得像是自己的女儿们被夺走了一样。
ὀργίζομαι μὲν οὖν αὐταῖς· τί γὰρ ἀπέλιπον τροφέα αὐτῶν καὶ ἀτεχνῶς πατέρα καὶ φρουρὸν καὶ μελεδωνὸν οὐκ ἀχάριτον;
所以我对她们感到生气;她们为什么要离开她们的养育者、简直就是她们的父亲、守护者和并非不温和的照顾者呢?
δεῖ δέ με ἀνιχνεῦσαι τὴν πλάνην αὐτῶν καὶ ὅποι ποτὲ ἀποδρᾶσαι κάθηνται, καὶ τίς αὐτὰς ὑπεδέξατο καὶ τοῦτο· ἔχει γάρ τοι τὰς μηδὲν προσηκούσας.
但我必须追踪她们的迷途,看看她们究竟逃到了哪里落脚,又是谁收留了她们;因为确实有人占有了不属于自己的东西。
εἶτα εὑρὼν ὀνειδιῶ πολλὰ τὰς ἀγνώμονας καὶ ἀπίστους.
一旦找到,我将痛加责备这些无情且不守信用的家伙。
§6## Κάλλαρος Καλλικλεῖ.
## 卡拉鲁斯致卡利克勒。
καὶ ποῖ τις ἀποτρέψει τὸ ῥεῦμα, εἰ μήτε ἐς τὴν ὁδὸν ἐμβαλεῖ μήτε ἐς τὴν τῶν γειτόνων διαβήσεται;
如果既不让排入道路,又不让流经邻居的土地,那人们该把这雨水引向何处呢?
οὐ γὰρ δήπου κελεύσεις ἡμᾶς ἐκπιεῖν αὐτό.
你总不至于命令我们把它喝下去吧!
πάλαι μὲν οὖν λέλεκται κακὸν εἶναι γείτων κακός, πεπίστευται δὲ νῦν οὐχ ἥκιστα ἐπὶ σοῦ.
早在古时就有说法称“恶邻是件坏事”,而如今这说法在你身上得到了最真切的证实。
ἀλλʼ οὐδέν σοι πλέον τῆς βίας· οὐ γὰρ ἀποδωσόμεθά σοι τὸ χωρίον, δικάσεται δὲ πρότερον ὑπὲρ τούτων πρός σε ὁ δεσπότης, ἐάνπερ τὴν διάνοιαν ὑγιαίνῃ.
但你的暴力是无济于事的;因为我们绝不会把这块土地卖给你,如果我们的主人心智健全,他首先就会为了这些事向你提起诉讼。
§7## Δερκύλλος Ὀπώρᾳ.
## 德尔库罗斯致奥波拉。
οὐχ ὅτι καλὴ λέγεις εἶναι οὐδʼ ὅτι πολλοὺς ἐραστὰς λέγεις ἔχειν, διὰ τοῦτο ἐπαινῶ σε·
我赞美你,并非因为你说自己美丽,也不是因为你说自己有很多情人。
ἴσως μὲν γάρ σε ἐκεῖνοι διὰ τὸ εἶδος θαυμάζουσιν, ἐμὲ δὲ ἀρέσκεις διὰ τὸ ὄνομα, καί σε οὕτως ὡς καὶ τὴν γῆν τὴν πατρῴαν ἐπαινῶ, καὶ τεθαύμακα τὸν οὕτω σε καλέσαντα τῆς ἐπινοίας, ἵνα μὴ μόνοι σε περιμαίνωνται δηλονότι οἱ ἐν τῇ πόλει, ἀλλὰ γὰρ καὶ ἀγροῖκος λεώς.
因为他们或许是因你的美貌而爱慕你,而我喜欢你则是因你的名字。 我赞美你,就像赞美祖传的土地一样,并且我惊叹于给你起这个名字的人的智慧,这显然是为了不仅让城里的人,也让乡下的百姓都为你而疯狂。
τῆς ὀπώρας οὖν καταπειράσας τί ἀδικῶ;
那么,我尝试品尝一下“秋实(奥波拉)”,又有什么错呢?
ἐπεὶ τά τε ἄλλα καὶ ἐφολκὸν ἐς ἔρωτα τὸ ὄνομα, καὶ ταῦτα ἀνδρὶ γεωργίᾳ ζῶντι.
尤其是这个名字本就极具诱发爱情的魔力,对一个以农耕为生的男人来说更是如此。
ἀπέστειλα οὖν σοι τῆς ὁμωνύμου τῆς ἐν ἀγρῷ σῦκα καὶ βότρυς καὶ τρύγα ἀπὸ ληνῶν· ἦρος δὲ ἀποπέμψω καὶ ῥόδα, τὴν ἐκ τῶν λειμώνων ὀπώραν.
因此,我从田里送给你和你同名之物:无花果、葡萄和来自榨汁槽的新酒;到了春天,我还会给你送来玫瑰,那是属于草地的“秋日果实”。

词汇与语法注释

  1. §1τῆς ὥρας — 属格 `τῆς ὥρας` 用作动词 `ἐτρύγησα`(采摘、收割)的宾语,属部分属格。名词 `ὥρα` 具有“时令水果”与“青春或美貌的鼎盛期”的双重含义,在此作为双关语,将采摘葡萄与跟玛尼亚(Mania)的幽会重叠在一起。
  2. §2βουλοίμην δʼ ἂν ... ἤ — 尽管没有比较级形容词,选择动词 `βούλομαι`(此处为潜在祈愿语气 `βουλοίμην ἄν`)后接连词 `ἤ` 表示偏好(“宁愿A而不愿B”)。此处意为“我宁愿他痊愈,也不愿自己得到四麦斗的干无花果”。
  3. §3περιόψομαι προσελούμενον — `περιόψομαι`(`περιοράω`“漠视、容忍”的将来时)接补充性分词,构成“容忍某事发生”的句式。被动分词 `προσελούμενον`(“遭受虐待、被侮辱”)与其相连,意为“容忍我自己遭受侮辱”。
  4. §5οὐκ οὖσαι — 虽然分词否定通常用 `μή` 来表示一般性或假设性的条件,但此处分词 `οὖσαι` 搭配客观否定词 `οὐκ`,以强调过去的客观事实(“尽管她们以前实际上并非逃跑者”)。
  5. §7οὐχ ὅτι... διὰ τοῦτο — 惯用句式 `οὐ极 ὅτι...` 后接带否定动词的 `διά τοῦτο`,用于否定某个理由(“并非因为……我就……”)。在此处构成对比:“我赞美你,并非因为你说自己美丽……(而是因为你的名字)”。

引用这一段

克劳狄乌斯·埃利安, 田园书信 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0545.tlg003.humanitext-grc2:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。