- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg003.humanitext-grc2:8-13
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
オポーラー(秋の果実)の名を持つ遊女と農民の間のやり取り、遊女たちの不実さへの愚痴、豚の去勢の勧め、貧相な野うさぎをめぐる冗談、そして偏屈な隣人クネーモーンへの忠告など、農村と都市の人間模様を描いた6通の書簡。
Ὀπώρα Δερκύλλῳ. σὺ μὲν εἴτε σπουδάζεις ἐς τὸ ὄνομα τὸ ἐμὸν εἴτε παίζεις οἶσθα δήπου αὐτός, ἐγὼ δὲ οἷς πέμπεις οὐκ ἀξιῶ πρός με ὡραΐζεσθαι. καλὰ γάρ σου τὰ δῶρα ἀκρόδρυα δυοῖν ὀβολοῖν καὶ ὑβριστὴς οἶνος διὰ νεότητα· πίοι δʼ ἂν ἡ Φρυγία αὐτόν· ἐγὼ δὲ Λέσβιον πίνω καὶ Θάσιον καὶ ἀργυρίου δέομαι· ὀπώραν δὲ ὀπώρᾳ ἀποστέλλειν αὐτόχρημα πῦρ ἐπὶ πῦρ φέρειν ἐστί. κἀκεῖνο δέ σε οὐ χεῖρον εἰδέναι ταύτῃ ᾗπερ οὖν καὶ αὐτὴ νοῶ. τοῦ γὰρ χρηματίζεσθαι παρὰ τῶν βουλομένων μοι προσιέναι καὶ τὸ ὄνομα αἴτιον·1 παιδεύει γάρ με ὅτι καὶ τὸ κάλλος τῶν σωμάτων ὀπώρᾳ ἔοικεν. ἕως οὖν ἀκμάζει, καὶ τὴν ὑπὲρ αὐτοῦ χάριν προσῆκόν ἐστιν ἀνταπολαμβάνειν· ἐὰν δὲ ἀπορρεύσῃ, τί ἂν ἄλλο εἴη τὸ ἡμέτερον ἢ δένδρον καρπῶν ἅμα καὶ φύλλων γυμνόν; καίτοιγε ἐκείνοις μὲν ἡ φύσις δίδωσιν ἀναθῆλαι· ἑταίρας δὲ ὀπώρα μία. δεῖ τοίνυν ἐντεῦθεν ταμιεύεσθαι πρὸς τὸ γῆρας.
オポーラーからデルキュロスへ。 あなたが私の名前について真面目に言っているのか、それともからかっているのかは、あなた自身がよく知っていることでしょう。しかし私は、あなたが送ってくるものをもって私に対して色気を使われるのはごめんです。というのも、あなたの美しい贈り物は二オボロスの価値しかない果物と、若さゆえに暴れる(発酵途中の)ワインなのですから。フリュギアの女ならそれを飲むでしょうが、私はレスボス産やタソス産のワインを飲みますし、私が必要なのはお金なのです。それに、「秋の果実(オポーラー)」に「秋の果実(オポーラー)」を送るなどというのは、まさに火に火を注ぐようなものです。また、このことをあなたが知っておくのも悪くないでしょう、まさに私自身が考えているのと同じように。なぜなら、私に近づくことを望む人々からお金を稼ぐことにおいて、私の名前もその一因となっているからです。というのも、肉体の美しさも秋の果実(オポーラー)に似ているのだと、その名前が私に教えてくれるからです。ですから、それが全盛にあるうちに、その対価となる喜びを受け取っておくのが当然なのです。もしそれが枯れ落ちてしまえば、私たちの身は、果実も葉もともに失った裸の木以外の何であるというのでしょう。それでも、あちらの木々には自然が再び芽吹くことを許しますが、遊女の「秋(盛りの季節)」は一度きりなのです。したがって、そこから老後に備えて蓄えておかねばならないのです。
Χρέμης Παρμένωνι. ὀψὲ ἔμαθον ὅτι μοι συνεβούλευες καλῶς, παιδεύων με ἀποδιδράσκειν τὰς ἑταίρας· λαβεῖν γὰρ κεχήνασι καὶ προσποιοῦνται φιλεῖν καὶ ἀποκλείουσι συνεχῶς καὶ τὸ πάντων μοι βαρύτατον πρὶν ὑπερπλησθῆναι καὶ γενέσθαι διακορεῖς οὐ βούλονται συγκαθεύδειν, ἀλλὰ ἀκκίζονται καὶ θρύπτονται, εἶτα μιστυλῶνται πάλιν, καὶ λάθρᾳ μὲν ἀλοῶσι πάντα καὶ καταπίνουσιν ὑπὲρ τοὺς ἐργαστῆρας τοὺς ἐν ἀγρῷ, παρόντων δὲ ἡμῶν ὡραΐζονται. ἐγὼ δὲ κατὰ χειρὸς ποιῶ πάντα καὶ σπεύδω καταλαβεῖν ἐς δύο τὰ σκέλη ἄρας καὶ ὑποστρέφειν ἐπὶ τὰς αἶγας πάλιν. ἐμέλλησα δʼ ἂν τὴν κάκιστα ἀπολουμένην Θηβαΐδα αὐλουμένην πρός με ἀράμενος μέσην εἶτα ῥίψας ἐς τὸ κλινίδιον ἔχεσθαι τῆς σπουδῆς.2 ἀπόλοιτο δὲ ὁ στρατιώτης ὁ διακωλύσας με· Θρασυλέων, οἶμαι, ἦν ὄνομα αὐτῷ ἢ ἄλλο τι τοιοῦτον συμπεπλεγμένον θηρίῳ.
クレメースからパルメノーンへ。 遊女どもから逃げるようにと私を諭し、あなたが私に良い忠告をしてくれていたのだと、遅まきながら気づきました。というのも、彼女らはむしり取ることばかりに目を血眼にし、愛しているふりをして、絶えず締め出すからです。そして私にとって最も耐え難いのは、十分に満たされ飽き足りる前には一緒に寝ようとせず、いやらしくすましたり気取ったりし、それからまた細かくむしり取ることです。そして、陰では畑の労働者たち以上に何でも平らげ、飲み込むくせに、私たちの前では上品ぶって気取るのです。そこで私はすべての関わりを断ち、両足を上げて急いで立ち去り、再び山羊たちのところへ戻ろうとしています。私は、あの忌まわしいテーバイスが私に向かって笛を吹いているところを、その腰を抱え上げてベッドに放り投げ、そのまま情熱的に事を済ませてやろうとしたところでした。私を邪魔したあの兵士など、くたばってしまえ。彼の名前は確かトラスレオーンだったか、あるいは猛獣に結びついたそのような名前だった。
Φιλέριφος Σιμύλῳ. πέπυσμαί σου τὸν ὗν εἶναι λάγνην. τί οὖν αὐτὸν οὐ βίᾳ συλλαβὼν τομίαν εἰργάσω,3 ὥσπερ εἰώθαμεν τοὺς τράγους ἡμεῖς; τοῦτο γάρ τοι καὶ τὰ ζῷα ἀναπείθει ἡσυχίαν τε ἔχειν καὶ σωφρονεῖν εὖ μάλα. εἰμὶ δὲ ἐγὼ περὶ ταῦτα δήπου δεινός· ἀποφανῶ γὰρ παραχρῆμα ὁλόκληρον, σάξας ἁλῶν καὶ ἐπαλείψας πίτταν· εἶτα ὑγιεινότερος ἔσται Κρότωνος δήπου καὶ κολοκύντης, καὶ ἐρῶν παύσεται καὶ ἐπιτρίβων σοι τὴν οὐσίαν. ἐνόρχην δὲ ἀκόλαστον ὑγιαίνων τρέφοι τίς ἄν;
ピレリポスからシミュロスへ。 お前の豚が盛りがついていると聞いた。ならば、なぜそれを力ずくで捕まえて去勢しないのか、私たちが山羊たちにいつもしているように。そうすれば、動物とておとなしくなり、実によく行儀をよくするものだ。私はそうしたことにかけては名人だからな。塩を詰め、ピッチを塗って、たちどころに完全に治して見せよう。そうすれば、彼はクロトーンの男やカボチャよりも健康的になり、盛りがつくのも、お前の財産をすり減らすのもやめるだろう。正気な者が、去勢していない放蕩な獣を飼っておくものか。
Λαμπρίας Τρύφῃ. ἀγαθὰς διώκειν οἱ νεανίσκοι τρέφουσι κύνας, δρομικώτερον δὲ λαγὼν οὐδὲ ἀσαρκότερον οὐδεπώποτε ἐθεασάμην· θαῦμα γὰρ ὅπως καὶ κατέλαβον αὐτόν. ἐπεὶ γὰρ ἐδάρη καὶ τὸ δέρμα ἀπεδύσατο, φανερὸς τηνικαῦτα ἐγένετο, μᾶλλον δὲ (οὐ γὰρ ὀρθῶς λέγω) ἀφανής ἐστι νῦν ἔτι πλέον. σὺ δέ, ὦ Τρύφη, κιχλίζουσα παῦσαι πρός με· ἐὰν γάρ σε, ὦ κακόδαιμον, ὁ πατὴρ ἴδῃ, λήψῃ τι πάντως κακόν. ἐγὼ δὲ αὐτὸν ὑποδέδοικα καίτοι παρόντα ὄντα· σὺ δὲ οὐκ οἶδα ὅπως διατέθρυψαι καὶ καταφρονεῖς αὐτοῦ.
ランプリアースからトリュペーへ。 若者たちは優れた猟犬を飼って獲物を追うものだが、これほどすばしっこく、またこれほど肉のない野うさぎは、私はかつて見たことがない。彼らがどうやってそれを捕まえたのか、不思議なほどだ。というのも、皮を剥がれ、毛皮を脱がされたとき、それは正体を現したのだ。いや、むしろ(私の言い方は正しくないが)、今やそれはさらに見えなくなって(跡形もなくなって)しまったのだから。だからトリュペー、私に向かってクスクス笑うのをやめなさい。もし、この不幸な娘よ、父親がお前を見たら、間違いなくひどい目に遭うぞ。私は、彼がそばにいるだけでびくびくしているというのに、お前はどうしてあんなに生意気で、父親を侮れるのか私にはわからない。
Τρύφη Λαμπρία. Προσπατταλεύσομεν, ὦ Λαμπρία, τοῦ λαγὼ τὴν δοράν, ἵνα σοι τῶν κυνηγεσίων ἄγαλμα ᾖ τοῦτο κατὰ τοὺς μεγάλους ἐκείνους δήπου θηρευτάς. ἔσται δὴ καὶ τὸ σὸν εὔθηρον ἀνάγραπτον. πότερον δὲ αὐτὸς ᾕρηκας ἢ δῶρον εἴληφας; πῶς δὲ καὶ ὤφθη τὴν ἀρχὴν διὰ σμικρότητα; εὔρινοι ἄρα ὄντως ἦσαν αἱ κύνες· οὐ γὰρ ἦν αὐτὸν ἰδεῖν, ἀλλʼ ᾔσθοντο αὐτοῦ. σὺ δὲ ἐξ οὗ θηρᾶν ἤρξω γέγονας ἡμῖν αὐτόχρημα Ἱππόλυτος. ὅρα δὴ τὴν Ἀφροδίτην μὴ καὶ σοὶ διὰ τὴν ὑπεροψίαν μηνίσῃ.
トリュペーからランプリアースへ。 ランプリアース、私たちはその野うさぎの皮を釘で打ち付けましょう。あの偉大な猟師たちに倣って、あなたの大猟の記念碑となるようにね。これであなたの狩猟の才能も語り継がれることになるでしょう。ところで、これは自分で捕まえたのですか、それとも贈り物として受け取ったのですか。そもそも、そんなに小さくて、どうやって最初に見つけることができたのですか。なるほど、猟犬たちの鼻が本当に利いたのですね。姿を見ることはできなかったけれど、気配を察知したのでしょうから。あなたは狩りを始めて以来、私たちにとってまさにヒッポリュトスその人になりましたね。その高慢さのゆえに、アプロディーテー女神があなたに対しても怒りを燃やすことがないよう、くれぐれも気をつけることです。
Καλλιππίδης Κνήμωνι. ἀγροίκου βίου τά τε ἄλλα ἐστὶ καλὰ καὶ δὴ καὶ τὸ ἥμερον τοῦ τρόπου· ἡ γὰρ ἡσυχία καὶ τὸ ἄγειν σχολὴν τοῖς τῆς γῆς καλὴν πραότητα ἐνεργάζεται. σὺ δὲ οὐκ οἶδʼ ὅπως ἀγροῖκος εἶ καὶ γείτοσιν οὐκ ἀγαθὸς πάροικος. βάλλεις γοῦν ἡμᾶς ταῖς βώλοις καὶ ταῖς ἀχράσι καὶ μέγα κέκραγας ἰδὼν ἄνθρωπον ὡς διώκων λύκον, καὶ ἀργαλέος εἶ καὶ τοῦτο δὴ τὸ λεγόμενον ἁλμυρὸν γειτόνημα· ἐγὼ δὲ εἰ μὴ πατρῷον ἀγρὸν ἐγεώργουν, ἄσμενος ἂν αὐτὸν ἀπεδόμην φυγῇ φοβεροῦ γείτονος. ἀλλʼ, ὦ βέλτιστε Κνήμων, τὸ σκαιὸν τοῦ τρόπου κατάλυσον, μηδέ σε ὁ θυμὸς ἐς λήθην προαγέτω, μὴ καὶ μανεὶς σεαυτὸν λάθῃς.4 ταῦτά σοι φίλα παρὰ φίλου παραγγέλματα ἔστω καὶ ἴαμα τοῦ τρόπου.
カッリッピデースからクネーモーンへ。 田舎の生活は、他の点でも素晴らしいものですが、中でも性格を穏やかにしてくれる点がそうです。静けさと、土地を耕しながら余暇を過ごすことは、人々に美しい優しさを植え付けるのですから。それなのに、お前はどういうわけか野蛮であり、近隣の者にとって良い隣人ではない。実際、お前は私たちに土塊や野生の梨を投げつけ、人を見ればまるで狼を追いかけるかのように大声を張り上げる。お前は気難しく、まさに世間で言われるところの「塩辛い隣人」だ。もし私が先祖伝来の畑を耕しているのでなかったら、恐ろしい隣人から逃れるために、喜んでその土地を売り払っていたところだ。しかし、愛すべきクネーモーンよ、その偏屈な性格を改めなさい。怒りのあまり我を忘れて、知らないうちに狂気に陥ってしまうことのないように。これらを、友人からの親愛なる勧告とし、あなたの性格の治療薬としなさい。
- 8τοῦ γὰρ χρηματίζεσθαι ... αἴτιον
τοῦ χρηματίζεσθαι(稼ぐこと)は、形容詞/名詞 αἴτιον(原因)が支配する属格(説明・原因の属格)であり、「私に近づこうとする人々からお金を稼ぐことの原因(理由)は、私の名前にもある」という構造を形成している。
- 9ἐμέλλησα δʼ ἂν ... ἔχεσθαι τῆς σπουδῆς
ἐμέλλησα ἂν は過去に実現しなかった可能性を示す反実仮想(「〜するところだった」)。中間態不定詞 ἔχεσθαι(〜にしがみつく、従事する)は、目的を示す属格 τῆς σπουδῆς(急ぎの用事、熱意)を支配している。
- 10τί οὖν αὐτὸν οὐ ... εἰργάσω
否定小辞 οὐ を伴うアオリスト直説法 εἰργάσω(τί οὐ 構文)は、過去の事実に対する疑問ではなく、話し手の「なぜ〜しないのか(〜しなさい)」という強い現在・未来の勧告や促しを表す。
- 13μὴ καὶ μανεὶς σεαυτὸν λάθῃς
λανθάνω(λάθῃς)が対格(σεαυτόν)と分詞(μανείς)を伴い、「主語自身が気づかないうちに〜する」という構文を形成する。ここでは接続法が否定の μή と共に用いられ、「(怒りのあまり)自分自身が狂っていることに気づかないままになってしまわないように」という懸念を示す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 原文 1 件
