§1εἰ μὲν μὴ μεγάλα ἦν τὰ διαφέροντα, ὦ ἄνδρες δικασταί, οὐκ ἄν ποτε εἰς ὑμᾶς εἰσελθεῖν τούτους εἴασα, νομίζων αἴσχιστον εἶναι πρὸς τοὺς οἰκείους διαφέρεσθαι, εἰδώς τε ὅτι οὐ μόνον οἱ ἀδικοῦντες χείρους ὑμῖν εἶναι δοκοῦσιν, ἀλλὰ καὶ οἵτινες ἂν ἔλαττον ὑπὸ τῶν προσηκόντων ἔχοντες ἀνέχεσθαι μὴ δύνωνται·
诸位陪审员,如果争执的要点不大,我决不会允许他们来到你们面前,因为我认为与亲属争吵是最可耻的,而且我知道,在你们看来,不仅行不义者是恶劣的,那些被亲属侵害而不能忍受的人同样也是恶劣的。
ἐπειδὴ μέντοι, ὦ ἄνδρες δικασταί, πολλῶν χρημάτων ἀπεστέρηνται καὶ πολλὰ καὶ δεινὰ πεπονθότες ὑφʼ ὧν ἥκιστα ἐχρῆν, ἐπʼ ἐμὲ κηδεστὴν ὄντα κατέφυγον, ἀνάγκη μοι γεγένηται εἰπεῖν ὑπὲρ αὐτῶν.
然而,诸位陪审员,既然他们被剥夺了大量财产,并且在最不该伤害他们的人手里遭受了许多残酷的对待,他们逃到了我这个姻亲这里,我也就不得不为他们说话了。
§2ἔχω δὲ τούτων μὲν ἀδελφήν, Διογείτονος δὲ θυγατριδῆν, καὶ πολλὰ δεηθεὶς ἀμφοτέρων τὸ μὲν πρῶτον ἔπεισα τοῖς φίλοις ἐπιτρέψαι δίαιταν, περὶ πολλοῦ ποιούμενος τὰ τούτων πράγματα μηδένα τῶν ἄλλων εἰδέναι·
我娶了他们的姐妹,她也是迪奥盖同的外孙女。 我曾多次恳求双方,起初说服他们将争议提交给朋友进行调解,因为我非常看重不让任何外人知道他们的家务事。
ἐπειδὴ δὲ Διογείτων ἃ φανερῶς ἔχων ἐξηλέγχετο, περὶ τούτων οὐδενὶ τῶν αὑτοῦ φίλων ἐτόλμα πείθεσθαι, ἀλλʼ ἐβουλήθη καὶ φεύγειν δίκας καὶ μὴ οὔσας διώκειν καὶ ὑπομεῖναι τοὺς ἐσχάτους κινδύνους μᾶλλον ἢ τὰ δίκαια ποιήσας ἀπηλλάχθαι τῶν πρὸς τούτους ἐγκλημάτων,
但是,当迪奥盖同被揭露明显占有属于他们的财产时,他竟然不肯听从他的任何朋友关于此事的劝告,而是宁愿作为被告应诉,甚至提起子虚乌有的诉讼,甘冒极大的风险,也不愿履行公义并摆脱他们对他的控诉。
§3ὑμῶν δέομαι, ἐὰν μὲν ἀποδείξω οὕτως αἰσχρῶς αὐτοὺς ἐπιτετροπευμένους ὑπὸ τοῦ πάππου ὡς οὐδεὶς πώποτε ὑπὸ τῶν οὐδὲν προσηκόντων ἐν τῇ πόλει, βοηθεῖν αὐτοῖς τὰ δίκαια, εἰ δὲ μή, τούτῳ μὲν ἅπαντα πιστεύειν, ἡμᾶς δὲ εἰς τὸν λοιπὸν χρόνον ἡγεῖσθαι χείρους εἶναι.
我请求你们,如果我能证明他们被外祖父如此卑劣地监护,以至于在这座城邦里,从未有人被毫无亲属关系的人如此对待过,请你们伸张正义帮助他们;否则,就完全相信这个人,并在今后将我们视为恶劣之人。
ἐξ ἀρχῆς δʼ ὑμᾶς περὶ αὐτῶν διδάξαι πειράσομαι.
我将尝试从头向你们说明此事。
§4ἀδελφοὶ ἦσαν, ὦ ἄνδρες δικασταί, Διόδοτος καὶ Διογείτων ὁμοπάτριοι καὶ ὁμομήτριοι, καὶ τὴν μὲν ἀφανῆ οὐσίαν ἐνείμαντο, τῆς δὲ φανερᾶς ἐκοινώνουν.
诸位陪审员,迪奥多托斯和迪奥盖同是同父同母的亲兄弟,他们分了无形财产,但共有有形财产。
ἐργασαμένου δὲ Διοδότου κατʼ ἐμπορίαν πολλὰ χρήματα πείθει αὐτὸν Διογείτων λαβεῖν τὴν ἑαυτοῦ θυγατέρα, ἥπερ ἦν αὐτῷ μόνη·
当迪奥多托斯通过贸易赚取了大量财富时,迪奥盖同说服他娶了自己的女儿,这也是他唯一的孩子。
καὶ γίγνονται αὐτῷ δύο καὶ θυγάτηρ.
迪奥多托斯与她生了两个儿子和一个女儿。
§5χρόνῳ δὲ ὕστερον καταλεγεὶς Διόδοτος τῶν ὁπλιτῶν, καλέσας τὴν ἑαυτοῦ γυναῖκα, ἀδελφιδῆν οὖσαν, καὶ τὸν ἐκείνης μὲν πατέρα, αὑτοῦ δὲ κηδεστὴν καὶ ἀδελφὸν, πάππον δὲ τῶν παιδίων καὶ θεῖον, ἡγούμενος διὰ ταύτας τὰς ἀναγκαιότητας οὐδενὶ μᾶλλον προσήκειν δικαίῳ περὶ τοὺς αὑτοῦ παῖδας γενέσθαι, διαθήκην αὐτῷ δίδωσι καὶ πέντε τάλαντα ἀργυρίου παρακαταθήκην·
后来,迪奥多托斯被征召入重装步兵,他召来了自己的妻子(她也是他的侄女)和她的父亲(也就是他自己的姐夫兼亲兄弟,孩子们的外祖父兼舅公),认为由于这些紧密的亲属关系,没有人比他更适合对自己的孩子们履行公义。 他交给他一份遗嘱,并交托了五塔兰特银子作为寄托款。
§6ναυτικὰ δὲ ἀπέδειξεν ἐκδεδομένα ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, δισχιλίας δὲ ὀφειλομένας ἐν Χερρονήσω.
他还说明有七个塔兰特和四十米纳已经作为航海贷款贷出,另有两千德拉克马在赫尔松内索斯作为债权未收。
ἐπέσκηψε δέ, ἐάν τι πάθῃ, τάλαντον μὲν ἐπιδοῦναι τῇ γυναικὶ καὶ τὰ ἐν τῷ δωματίῳ δοῦναι, τάλαντον δὲ τῇ θυγατρί·
他嘱咐,如果自己发生不测,要给妻子增加一个塔兰特并给她卧室里的物品,还要给女儿一个塔兰特。
κατέλιπε δὲ καὶ εἴκοσι μνᾶς τῇ γυναικὶ καὶ τριάκοντα στατῆρας Κυζικηνούς.
他还给妻子留了二十米纳和三十枚基齐库斯斯塔特金币。
§7ταῦτα δὲ πράξας καὶ οἴκοι ἀντίγραφα καταλιπὼν ᾤχετο στρατευσόμενος μετὰ Θρασύλλου.
办完这些事并在家里留下副本后,他便随色拉绪洛斯出发参军。
ἀποθανόντος δὲ ἐκείνου ἐν Ἐφέσῳ Διογείτων τέως μὲν τὴν θυγατέρα ἔκρυπτε τὸν θάνατον τοῦ ἀνδρός, καὶ τὰ γράμματα λαμβάνει ἃ κατέλιπε σεσημασμένα, φάσκων τὰ ναυτικὰ χρήματα δεῖν ἐκ τούτων τῶν γραμματείων κομίσασθαι.
当迪奥多托斯在艾非索斯去世时,迪奥盖同一开始对女儿隐瞒了其丈夫的死讯,并拿走了迪奥多托斯留下的封印文件,声称需要根据这些文件去收回航海贷款。
§8ἐπειδὴ δὲ χρόνῳ ἐδήλωσε τὸν θάνατον αὐτοῖς καὶ ἐποίησαν τὰ νομιζόμενα, τὸν μὲν πρῶτον ἐνιαυτὸν ἐν Πειραιεῖ διῃτῶντο· ἅπαντα γὰρ αὐτοῦ κατελέλειπτο τὰ ἐπιτήδεια·
后来,他终于向他们透露了死讯,在他们举行了惯常的仪式后,第一年他们在比雷埃夫斯生活,因为所有的生活必需品都留在那里。
ἐκείνων δὲ ἐπιλειπόντων τοὺς μὲν παῖδας εἰς ἄστυ ἀναπέμπει, τὴν δὲ μητέρα αὐτῶν ἐκδίδωσιν ἐπιδοὺς πεντακισχιλίας δραχμάς, χιλίαις ἔλαττον ὧν ὁ ἀνὴρ αὐτῆς ἔδωκεν.
但当这些东西耗尽时,他把孩子们送往城里,并把他们的母亲改嫁,给了五千德拉克马作为嫁妆,这比她丈夫留给她的少了一千德拉克马。
§9ὀγδόῳ ἔτει δοκιμασθέντος μετὰ ταῦτα τοῦ πρεσβυτέρου τοῖν μειρακίοιν, καλέσας αὐτοὺς εἶπε Διογείτων, ὅτι καταλίποι αὐτοῖς ὁ πατὴρ εἴκοσι μνᾶς ἀργυρίου καὶ τριάκοντα στατῆρας.
此后第八年,当两个孩子中较年长的一个通过了公民资格审查时,迪奥盖同召集他们并说,他们的父亲只给他们留下了二十米纳银子和三十枚斯塔特金币。
ἐγὼ οὖν πολλὰ τῶν ἐμαυτοῦ δεδαπάνηκα εἰς τὴν ὑμετέραν τροφήν.
「因此,我为你们的抚养花费了我自己大量的财产。
καὶ ἕως μὲν εἶχον, οὐδέν μοι διέφερεν· νυνὶ δὲ καὶ αὐτὸς ἀπόρως διάκειμαι.
当我还有钱时,我并不在乎;但现在我自己也陷入了困境。
σὺ οὖν, ἐπειδὴ δεδοκίμασαι καὶ ἀνὴρ γεγένησαι, σκόπει αὐτὸς ἤδη πόθεν ἕξεις τὰ ἐπιτήδεια.
因此,既然你已经通过了审查并成为一个男人,你现在就要自己考虑从哪里获得生活必需品了。
§10ταῦτʼ ἀκούσαντες ἐκπεπληγμένοι καὶ δακρύοντες ὤχοντο πρὸς τὴν μητέρα, καὶ παραλαβόντες ἐκείνην ἧκον πρὸς ἐμέ, οἰκτρῶς ὑπὸ τοῦ πάθους διακείμενοι καὶ ἀθλίως ἐκπεπτωκότες, κλάοντες καὶ παρακαλοῦντες με μὴ περιιδεῖν αὐτοὺς ἀποστερηθέντας τῶν πατρῴων μηδʼ πτωχείαν καταστάντας, ὑβρισμένους ὑφʼ ὦν ἥκιστα ἐχρῆν, ἀλλὰ βοηθῆσαι καὶ τῆς ἀδελφῆς ἕνεκα καὶ σφῶν αὐτῶν.
」他们听了这话,大惊失色,哭着回到母亲那里,并带着她一起来找我。 他们因这场灾难而处于极度悲惨的境地,并被无情地赶出家门,哭着恳求我不要眼睁睁看着他们被剥夺父辈的遗产,也不要让他们陷入贫困,被最不该侮辱他们的人所侮辱,而是要看在他们姐妹和他们自己的份上帮助他们。
§11πολλὰ ἂν εἴη λέγειν, ὅσον πένθος ἐν τῇ ἐμῇ οἰκίᾳ ἦν ἐν ἐκείνῳ τῷ χρόνῳ.
要说明当时我家里有多么大的悲伤,那将是说来话长。
τελευτῶσα δὲ ἡ μήτηρ αὐτῶν ἠντεβόλει με καὶ ἱκέτευε συναγαγεῖν αὐτῆς τὸν πατέρα καὶ τοὺς φίλους, εἰποῦσα ὅτι, εἰ καὶ μὴ πρότερον εἴθισται λέγειν ἐν ἀνδράσι, τὸ μέγεθος αὐτὴν ἀναγκάσει τῶν συμφορῶν περὶ τῶν σφετέρων κακῶν δηλῶσαι πάντα πρὸς ἡμᾶς.
最后,他们的母亲恳求并哀求我,将她的父亲和朋友们召集在一起,并说,即使她以前不习惯在男人们面前说话,但灾难的深重也将迫使她向我们彻底吐露他们所遭遇的一切不幸。