Humanitext Reader

吕西亚斯 · 控诉迪奥盖通 §21-29

迪奥盖同的虚报账目与侵吞证明

第 3 段,共 3 段 · 希腊语

内容简介

说话者揭露了迪奥盖同在父亲墓碑、节日祭祀以及共同三列桨战船艤装费中对孤儿进行的虚报和欺诈,证明他在有他人参与的公账上也肆意欺瞒。他指出迪奥盖同本可依法出租家产或购置土地来保障孤儿的财富,却蓄意侵吞,并基于慷慨的生活费假设进行计算,证明其手中本应剩有巨额资产。

§21εἰς δὲ τὸ μνῆμα τοῦ πατρὸς οὐκ ἀναλώσας πέντε καὶ εἴκοσι μνᾶς ἐκ πεντακισχιλίων δραχμῶν, τὸ μὲν ἥμισυ αὑτῷ τίθησι, τὸ δὲ τούτοις λελόγισται.
他在孩子们父亲的墓碑上,五千德拉克马之中实际上连二十五米纳都没有花,却把其中一半算作自己的账,而另一半则记在这些孩子头上。
εἰς Διονύσια τοίνυν, ὦ ἄνδρες δικασταί, (οὐκ ἄτοπον γάρ μοι δοκεῖ καὶ περὶ τούτου μνησθῆναι) ἑκκαίδεκα δραχμῶν ἀπέφηνεν ἐωνημένον ἀρνίον, καὶ τούτων τὰς ὀκτὼ δραχμὰς ἐλογίζετο τοῖς παισίν· ἐφʼ ᾧ ἡμεῖς οὐχ ἥκιστα ὠργίσθημεν.
此外,诸位陪审员,在迪奥尼西亚节时(因为在我看来,提及此事并非不合时宜),他声称用十六德拉克马买了一只羔羊,并将其中八德拉克马算在孩子们账上;对此我们感到无比愤怒。
οὕτως, ὦ ἄνδρες, ἐν ταῖς μεγάλαις ζημίαις ἐνίοτε οὐχ ἧττον τὰ μικρὰ λυπεῖ τοὺς ἀδικουμένους· λίαν γὰρ φανερὰν τὴν πονηρίαν τῶν ἀδικούντων ἐπιδείκνυσιν.
因此,诸位,在遭受巨大损失时,有时微不足道的小事同样会让受害者感到痛苦,因为这太清楚地暴露了作恶者的邪恶。
§22εἰς τοίνυν τὰς ἄλλας ἑορτὰς καὶ θυσίας ἐλογίσατο αὐτοῖς πλεῖν ἢ τετρακισχιλίας δραχμὰς ἀνηλωμένας, ἕτερά τε παμπληθῆ, ἃ πρὸς τὸ κεφάλαιον συνελογίζετο, ὥσπερ διὰ τοῦτο ἐπίτροπος τῶν παιδίων καταλειφθείς, ἵνα γράμματα αὐτοῖς ἀντὶ τῶν χρημάτων ἀποδείξειεν καὶ πενεστάτους ἀντὶ πλουσίων ἀποφήνειε, καὶ ἵνα, εἰ μέν τις αὐτοῖς πατρικὸς ἐχθρὸς ἦν, ἐκείνου μὲν ἐπιλάθωνται, τῷ δʼ ἐπιτρόπῳ τῶν πατρῴων ἀπεστερημένοι πολεμῶσι.
接着,在其他节日和祭祀中,他给他们记下了超过四千德拉克马的开支,以及无数其他合算在总额中的项目,仿佛他被留作这些孩子的监护人,就是为了给他们看账单而不是给他们钱,使他们从富有变成极度贫困,并且使他们即使有什么父辈的仇敌,也会遗忘那人,转而与剥夺了他们父辈财产的监护人开战。
καίτοι εἰ ἐβούλετο δίκαιος εἶναι περὶ τοὺς παῖδας, §23ἐξῆν αὐτῷ κατὰ τοὺς νόμους, οἳ κεῖνται περὶ τῶν ὀρφανῶν καὶ τοῖς ἀδυνάτοις τῶν ἐπιτρόπων καὶ τοῖς δυναμένοις, μισθῶσαι τὸν οἶκον ἀπηλλαγμένον πολλῶν πραγμάτων, ἢ γῆν πριάμενον ἐκ τῶν προσιόντων τοὺς παῖδας τρέφειν· καὶ ὁπότερα τούτων ἐποίησεν, οὐδενὸς ἂν ἧττον Ἀθηναίων πλούσιοι ἦσαν.
然而,如果他想对孩子们公正,他本可以根据关于孤儿的法律(这些法律对无能的和有能力的监护人同样适用),将家产出租,从而免除许多麻烦,或者用这些资金购买土地,用其收益来抚养孩子们;无论他采取这两种方法中的哪一种,他们都会和任何雅典人一样富有。
νῦν δέ μοι δοκεῖ οὐδεπώποτε διανοηθῆναι ὡς φανερὰν καταστήσων τὴν οὐσίαν, ἀλλʼ ὡς αὐτὸς ἕξων τὰ τούτων, ἡγούμενος δεῖν τὴν αὑτοῦ πονηρίαν κληρονόμον εἶναι τῶν τοῦ τεθνεῶτος χρημάτων.
但现在,在我看来,他从未想过要让这些财产公开,而是想自己占有这些财产,认为自己的邪恶理应成为死者财产的继承人。
§24ὃ δὲ πάντων δεινότατον, ὦ ἄνδρες δικασταί· οὗτος γὰρ συντριηραρχῶν Ἀλέξιδι τῷ Ἀριστοδίκου, φάσκων δυοῖν δεούσας πεντήκοντα μνᾶς ἐκείνῳ συμβαλέσθαι, τὸ ἥμισυ τούτοις ὀρφανοῖς οὖσι λελόγισται, οὓς ἡ πόλις οὐ μόνον παῖδας ὄντας ἀτελεῖς ἐποίησεν, ἀλλὰ καὶ ἐπειδὰν δοκιμασθῶσιν ἐνιαυτὸν ἀφῆκεν ἁπασῶν τῶν λῃτουργιῶν.
而最可怕的是,诸位陪审员:此人在与阿里斯托迪科斯的儿子阿莱克西斯共同担任三列桨战船艤装督造时,声称向对方出资了四十八米纳(五十米纳差两米纳),却将其中一半记在这些孤儿头上,而城邦不仅在他们还是孩子时免除他们的义务,甚至在他们通过成人资格审查后的一年内也免除一切公共服务。
οὗτος δὲ πάππος ὢν παρὰ τοὺς νόμους τῆς ἑαυτοῦ τριηραρχίας παρὰ τῶν θυγατριδῶν τὸ ἥμισυ πράττεται.
但他作为外祖父,却违反法律,向自己的外孙征收自己承担的三列桨战船艤装费的一半。
§25καὶ ἀποπέμψας εἰς τὸν Ἀδρίαν ὁλκάδα δυοῖν ταλάντοιν, ὅτε μὲν ἀπέστελλεν, ἔλεγε πρὸς τὴν μητέρα αὐτῶν ὅτι τῶν παίδων ὁ κίνδυνος εἴη, ἐπειδὴ δὲ ἐσώθη καὶ ἐδιπλασίασεν, αὑτοῦ τὴν ἐμπορίαν ἔφασκεν εἶναι.
当他将一艘价值两个塔兰特的商船派往亚得里亚海时,在派出时他对他们的母亲说风险由孩子们承担,但当船平安返回并赚取双倍利润时,他却声称这笔生意是他自己的。
καίτοι εἰ μὲν τὰς ζημίας τούτων ἀποδείξει, τὰ δὲ σωθέντα τῶν χρημάτων αὐτὸς ἕξει, ὅποι μὲν ἀνήλωται τὰ χρήματα, οὐ χαλεπῶς εἰς τὸν λόγον ἐγγράψει, ῥᾳδίως δὲ ἐκ τῶν ἀλλοτρίων αὐτὸς πλουτήσει.
然而,如果他把损失记在他们账上,而把保全下来的资金据为己有,那么他将不难在账本上写明钱花在了哪里,并轻易地通过别人的财产使自己富裕起来。
§26καθʼ ἕκαστον μὲν οὖν, ὦ ἄνδρες δικασταί, πολὺ ἂν ἔργον εἴη πρὸς ὑμᾶς λογίζεσθαι· ἐπειδὴ δὲ μόλις παρʼ αὐτοῦ παρέλαβον τὰ γράμματα, μάρτυρας ἔχων ἠρώτων Ἀριστόδικον τὸν ἀδελφὸν τὸν Ἀλέξιδος (αὐτὸς γὰρ ἐτύγχανε τετελευτηκώς), εἰ ὁ λόγος αὐτῷ εἴη ὁ τῆς τριηραρχίας·
诸位陪审员,要向你们逐项清算将是一件繁重的工作;但当我好不容易从他那里拿到账目时,我在证人面前询问了阿莱克西斯的兄弟阿里斯托迪コス(因为阿莱克西斯本人已经去世),问他是否有关于那次三列桨战船艤装的账本。
ὁ δὲ ἔφασκεν εἶναι, καὶ ἐλθόντες οἴκαδε ηὕρομεν Διογείτονα τέτταρας καὶ εἴκοσι μνᾶς ἐκείνῳ συμβεβλημένον εἰς τὴν τριηραρχίαν.
他说有,于是我们去他家,发现迪奥盖同只向他出资了二十四米纳用于该艤装。
§27οὗτος δὲ ἀπέδειξε δυοῖν δεούσας πεντήκοντα μνᾶς ἀνηλωκέναι, ὥστε τούτοις λελογίσθαι ὅσονπερ ὅλον τὸ ἀνάλωμα αὐτῷ γεγένηται.
然而,这个人却声称自己花费了四十八米纳,以至于把相当于他自己全部支出的数额记在了这些孩子账上。
καίτοι τί αὐτὸν οἴεσθε πεποιηκέναι περὶ ὧν οὐδεὶς αὐτῷ σύνοιδεν ἀλλʼ αὐτὸς μόνος διεχείριζεν, ὃς ἃ διʼ ἑτέρων ἐπράχθη καὶ οὐ χαλεπὸν ἦν περὶ τούτων πυθέσθαι, ἐτόλμησε ψευσάμενος τέτταρσι καὶ εἴκοσι μναῖς τοὺς αὑτοῦ θυγατριδοῦς ζημιῶσαι;
然而,对于那些有他人参与、不难查明的事情,他竟然都敢撒谎,欺骗自己的外孙二十四米纳,那么对于那些无人知晓、只有他独自管理的账目,你们认为他会做出什么事来呢?
καί μοι ἀνάβητε τούτων μάρτυρες.
请为我到台上来,作关于这些事情的证人。
§28Μάρτυρες τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες δικασταί· ἐγὼ δʼ ὅσα τελευτῶν ὡμολόγησεν ἔχειν αὐτὸς χρήματα, ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, ἐκ τούτων αὐτῷ λογιοῦμαι, πρόσοδον μὲν οὐδεμίαν ἀποφαίνων, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἀναλίσκων, καὶ θήσω ὅσον οὐδεὶς πώποτʼ ἐν τῇ πόλει, εἰς δύο παῖδας καὶ ἀδελφὴν καὶ παιδαγωγὸν καὶ θεράπαιναν χιλίας δραχμὰς ἑκάστου ἐνιαυτοῦ,
(证人)诸位陪审员,你们已经听取了证人们的发言;至于他最终承认占有的财产,即七个塔兰特和四十米纳,我将以此为基础为他计算,不列入任何收入,而是从本金中支出,并且我将设定一个在这座城市里从未有人设定过的高昂额度,即为了两个孩子、一个姐妹、一个家庭教师和一名女佣,每年花费一千德拉克马。
§29μικρῷ ἔλαττον ἢ τρεῖς δραχμὰς τῆς ἡμέρας·
这比每天三德拉克马稍少一些。
ἐν ὀκτὼ αὗται ἔτεσι γίγνονται ὀκτακισχίλιαι δραχμαί, καὶ ἀποδείκνυται ἓξ τάλαντα περιόντα καὶ εἴκοσι μναῖ.
在八年中,这笔费用共计八千德拉克马,账目显示还剩下六个塔兰特和二十米纳。
οὐ γὰρ ἂν δύναιτο ἀποδεῖξαι οὔθʼ ὑπὸ λῃστῶν ἀπολωλεκὼς οὔτε ζημίαν εἰληφὼς οὔτε χρήσταις ἀποδεδωκώς.
因为他绝对无法证明这些钱是被海盗夺走、遭受了损失,或是偿还给了债权人。

词汇与语法注释

  1. §21πέντε καὶ εἴκοσι μνᾶς ἐκ πεντακισχιλίων δραχμῶν — “在五千德拉克马(即五十米纳)之中,实际上连二十五米纳都没有花”。迪奥盖同虚报了总计五十米纳的支出,将其中的一半(二十五米纳)算作自己的账,另一半向孤儿征收。带否定的分词 ἀναλώσας 带有让步意味,表示“虽然实际上没有花费……”。
  2. §23μισθῶσαι τὸν οἶκον — “出租家产”。这里的 οἶκος 指的不仅是单纯的“房屋”,而是包括房产、动产、奴隶和债权在内的“家产整体”。根据雅典法律,监护人可以依法将孤儿的整个家产作为一个整体出租给第三方(místhōsis oíkou)以获得稳定的收益,从而免去直接管理的麻烦。
  3. §24δυοῖν δεούσας πεντήκοντα μνᾶς — “四十八米纳(五十米纳差两米纳)”。这是一种通过在整十数中扣除特定数量来表示数字的惯用表达法。现在分词 δεούσας(源自 δέω,“缺少”)支配属格 δυοῖν,并在格、性、数上与被修饰的宾格阴性复数 πεντήκοντα μνᾶς 一致。
  4. §25ὅτι τῶν παίδων ὁ κίνδυνος εἴη — “(声称)风险属于孩子们”。在由过去时主控动词 ἔλεγε 引导的 ὅτι 从句中,使用了斜格祈愿式(optativus obliquus)的 εἴη 来代替直陈式。属格 τῶν παίδων 表示领属或归属关系(“属于孩子们”)。
  5. §28θήσω — “我将假定/设定”。动词 τίθημι(此处为将来时 θήσω)在计算和论证中用于表示“假定,设定”。说话者为了凸显迪奥盖同贪污行为的恶劣,故意在假设中设定了一个在当时极其高昂的养育费额度(每年一千德拉克马)。

引用这一段

吕西亚斯, 控诉迪奥盖通 §21-29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg032.humanitext-grc2:21-29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。