§12εἰσαρπάσειαν αὐτόν.
以便他们能绑架他。
ἐν δὲ τούτῳ τῷ καιρῷ ἀφικνοῦμαι ἐγὼ ἐκ Πειραιῶς, καὶ τρέπομαι παριὼν ὡς τὸν Λυσίμαχον·
就在这时,我从比雷埃夫斯赶来,顺道前往利西马科斯的家。
ὀλίγον δὲ χρόνον διατρίψαντες ἐξερχόμεθα.
我们在那里逗留了片刻便走了出来。
οὗτοι δʼ ἤδη μεθύοντες ἐκπηδῶσιν ἐφʼ ἡμᾶς καὶ οἱ μέν τινες αὐτῷ τῶν παραγενομένων οὐκ ἠθέλησαν συνεξαμαρτεῖν, Σίμων δὲ οὑτοσὶ καὶ Θεόφιλος καὶ Πρώταρχος καὶ Αὐτοκλῆς εἷλκον τὸ μειράκιον.
而这些已经喝醉的人突然向我们扑过来。 与他同来的人中,有几位不愿参与他的恶行,但这边的西蒙,以及西奥菲洛斯、普罗塔尔科斯和奥托克莱斯,开始强行拉扯那个少年。
ὁ δὲ ῥίψας τὸ ἱμάτιον ᾤχετο φεύγων.
而少年则甩掉外衣,拔腿逃跑了。
§13ἐγὼ δὲ ἡγούμενος ἐκεῖνον μὲν ἐκφεύξεσθαι, τούτους δʼ, ἐπειδὴ τάχιστα ἐντύχοιεν ἀνθρώποις, αἰσχυνομένους ἀποτρέψεσθαι — ταῦτα διανοηθεὶς ἑτέραν ὁδὸν ᾠχόμην ἀπιών·
我以为他能逃脱,而这些人一旦遇到人,就会感到羞耻而退缩。 考虑到这些,我便走另一条路离开了。
οὕτω σφόδρʼ αὐτοὺς ἐφυλαττόμην, καὶ πάντα τὰ ὑπὸ τούτων γιγνόμενα μεγάλην ἐμαυτῷ συμφορὰν ἐνόμιζον.
我如此小心地防备着他们,并且将他们所做的一切都视为自己的巨大不幸。
§14κἀνταῦθα μέν, ἵνα φησὶ Σίμων τὴν μάχην γενέσθαι, οὔτε τούτων οὔτε ἡμῶν οὐδεὶς οὔτε κατεάγη τὴν κεφαλὴν οὔτε ἄλλο κακὸν οὐδὲν ἔλαβεν, ὧν ἐγὼ τοὺς παραγενομένους ὑμῖν παρέξομαι μάρτυρας.
而且,在西蒙声称发生冲突的那个地方,无论是他们的人还是我们的人,都没有人打破头,也没有受到任何其他伤害。 关于这些情况,我将向你们提供当时的在场者作为证人。
§15Μάρτυρες
ὅτι μὲν τοίνυν οὗτος ἦν ὁ ἀδικήσας, ὦ βουλή, καὶ ἐπιβουλεύσας ἡμῖν, καὶ οὐκ ἐγὼ τούτῳ, ὑπὸ τῶν παραγενομένων μεμαρτύρηται ὑμῖν.
证人议事会诸公啊,由此可见,那个行凶并图谋不轨的是他,而不是我对他不轨,这一点已由在场者向你们作证。
μετὰ δὲ ταῦτα τὸ μὲν μειράκιον εἰς γναφεῖον κατέφυγεν, οὗτοι δὲ συνεισπεσόντες ἦγον αὐτὸν βίᾳ, βοῶντα καὶ κεκραγότα καὶ μαρτυρόμενον.
在此之后,那个少年逃进了一家漂洗作坊,但这些人也跟着冲了进去,强行拉扯他,而少年则大声喊叫、呼救并请求旁人作证。
§16συνδραμόντων δὲ ἀνθρώπων πολλῶν καὶ ἀγανακτούντων τῷ πράγματι καὶ δεινὰ φασκόντων εἶναι τὰ γιγνόμενα, τῶν μὲν λεγομένων οὐδὲν ἐφρόντιζον, Μόλωνα δὲ τὸν γναφέα καὶ ἄλλους τινὰς ἐπαμύνειν ἐπιχειροῦντας συνέκοψαν.
许多人聚集过来,对这件事感到愤慨,并表示所发生的事情十分恶劣。 但他们对人们说的话毫不理会,反而殴打了漂洗工莫隆以及其他几位试图协助救援的人。
§17ἤδη δὲ αὐτοῖς οὖσι παρὰ τὴν Λάμπωνος οἰκίαν ἐγὼ μόνος βαδίζων ἐντυγχάνω, δεινὸν δὲ ἡγησάμενος εἶναι καὶ αἰσχρὸν περιιδεῖν οὕτως ἀνόμως καὶ βιαίως ὑβρισθέντα τὸν νεανίσκον, ἐπιλαμβάνομαι αὐτοῦ.
当他们已经来到兰蓬家附近时,我独自一人走着,正好撞见他们。 我认为放任那个少年如此无法无天、暴虐地遭受凌辱是极为恶劣和可耻的,于是便上前拉住他。
οὗτοι δέ, διότι μὲν τοιαῦτα παρενόμουν εἰς ἐκεῖνον, οὐκ ἠθέλησαν εἰπεῖν ἐρωτηθέντες, ἀφέμενοι δὲ τοῦ νεανίσκου ἔτυπτον ἐμέ.
但当被问及为何对他做出如此违法的行为时,他们不愿回答,反而放开少年开始殴打我。
μάχης δὲ γενομένης, §18ὦ βουλή, καὶ τοῦ μειρακίου βάλλοντος αὐτοὺς καὶ περὶ τοῦ σώματος ἀμυνομένου καὶ τούτων ἡμᾶς βαλλόντων, ἔτι δὲ τυπτόντων αὐτὸν ὑπὸ τῆς μέθης καὶ ἐμοῦ ἀμυνομένου, καὶ τῶν παραγενομένων ὡς ἀδικουμένοις ἡμῖν ἁπάντων ἐπικουρούντων, ἐν τούτῳ τῷ θορύβῳ συντριβόμεθα τὰς κεφαλὰς ἅπαντες.
当冲突发生时,议事会诸公啊,那个少年朝他们扔石头并自卫,他们也朝我们扔石头,还借着酒劲殴打他,而我也在自卫,所有的在场者都把我们视为受害者并予以协助,在这片混乱中,我们所有人的头都被打破了。
§19καὶ οἱ μὲν ἄλλοι οἱ μετὰ τούτου παροινήσαντες, ἐπειδὴ τάχιστά με εἶδον μετὰ ταῦτα, ἐδέοντό μου συγγνώμην ἔχειν, οὐχ ὡς ἀδικούμενοι ἀλλʼ ὡς δεινὰ πεποιηκότες·
与他一起酗酒滋事的其他人,事后一见到我,就请求我原谅他们,不是以受害者的身份,而是承认自己做了恶劣的事。
καὶ ἐξ ἐκείνου τοῦ χρόνου τεττάρων ἐτῶν παρεληλυθότων οὐδέν μοι πώποτε ἐνεκάλεσεν οὐδείς.
从那时起至今,四年已经过去了,从未有人对我提出过任何指控。
§20Σίμων δʼ οὑτοσί, πάντων τῶν κακῶν αἴτιος γενόμενος, τὸν μὲν ἄλλον χρόνον ἡσυχίαν ἦγε δεδιὼς περὶ αὑτοῦ, ἐπειδὴ δὲ δίκας ἰδίας ᾔσθετο κακῶς ἀγωνισάμενον ἐξ ἀντιδόσεως, καταφρονήσας μου οὑτωσὶ τολμηρῶς εἰς τοιοῦτον ἀγῶνά με κατέστησεν.
而这边的西蒙,作为一切恶行的始作俑者,由于害怕自身难保,在其余的时间里一直保持低调。 但当他得知我在因财产交换而引起的私人诉讼中败诉时,便轻视我,如此大胆地将我拖入这场官司中。
ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺς παραγενομένους μάρτυρας παρέξομαι.
为了证明我在这件事上说的也是实话,我将向你们提供当时的在场者作为证人。
§21Μάρτυρες
τὰ μὲν οὖν γεγενημένα καὶ ἐμοῦ καὶ τῶν μαρτύρων ἀκηκόατε·
证人关于所发生的事情,你们已经从我和证人口中听到了。
ἐβουλόμην δʼ ἄν, ὦ βουλή, Σίμωνα τὴν αὐτὴν γνώμην ἐμοὶ ἔχειν, ἵνʼ ἀμφοτέρων ἡμῶν ἀκούσαντες τἀληθῆ ῥᾳδίως ἔγνωτε τὰ δίκαια.
议事会诸公啊,我真希望西蒙能和我有同样的心思,这样在听取了我们双方的真话后,你们就能很容易地判定是非。
ἐπειδὴ δὲ αὐτῷ οὐδὲν μέλει τῶν ὅρκων ὧν ὠμόσατο, πειράσομαι καὶ περὶ ὧν οὗτος ἔψευσται διδάσκειν ὑμᾶς.
但既然他根本不在乎自己立下的誓言,我也将努力向你们说明他是如何撒谎的。
§22ἐτόλμησε γὰρ εἰπεῖν ὡς αὐτὸς μὲν τριακοσίας δραχμὰς ἔδωκε Θεοδότῳ, συνθήκας πρὸς αὐτὸν ποιησάμενος, ἐγὼ δʼ ἐπιβουλεύσας ἀπέστησα αὐτοῦ τὸ μειράκιον.
因为他竟敢声称自己给了西奥多托斯三百德拉克马,并与他订立了合同,而我则设法图谋将那个少年从他身边抢走。
καίτοι ἐχρῆν αὐτόν, εἴπερ ἦν ταῦτʼ ἀληθῆ, παρακαλέσαντα μάρτυρας ὡς πλείστους κατὰ τοὺς νόμους διαπράττεσθαι περὶ αὐτῶν.
然而,如果这些事情是真的,他本该依法召集尽可能多的证人来解决这一争端。
§23οὗτος δὲ τοιοῦτον οὐδὲν πώποτε φαίνεται ποιήσας, ὑβρίζων δὲ καὶ τύπτων ἀμφοτέρους ἡμᾶς καὶ κωμάζων καὶ τὰς θύρας ἐκβάλλων καὶ νύκτωρ εἰσιὼν ἐπὶ γυναῖκας ἐλευθέρας.
但显然他从未做过这样的事,反而是侮辱并殴打我们两人,寻欢作乐,砸坏大门,夜间强闯自由身妇女的住所。
ἃ χρὴ μάλιστα, ὦ βουλή, τεκμήρια νομίζειν ὅτι ψεύδεται πρὸς ὑμᾶς.
议事会诸公啊,这些最应当被视为他向你们撒谎的证据。
§24σκέψασθε δὲ ὡς ἄπιστα εἴρηκε.
请看看他说的话是多么不可信。
τὴν γὰρ οὐσίαν τὴν ἑαυτοῦ ἅπασαν πεντήκοντα καὶ διακοσίων δραχμῶν ἐτιμήσατο.
他将自己的全部财产估值为二百五十德拉克马。
καίτοι θαυμαστὸν εἰ τὸν ἑταιρήσοντα πλειόνων ἐμισθώσατο ὧν αὐτὸς τυγχάνει κεκτημένος.
然而,他竟然花比自己所拥有的财产还要多的钱去雇佣情人,这真是令人惊异。
§25εἰς τοῦτο δʼ ἥκει τόλμης ὥστε οὐκ ἐξαρκεῖ περὶ τούτου μόνον αὐτῷ ψεύσασθαι, περὶ τοῦ δεδωκέναι τὸ ἀργύριον, ἀλλὰ καὶ κεκομίσθαι φησί·
他已经胆大妄为到了这种地步,不仅在给钱这件事上撒谎,还声称已经把钱收了回来。
καίτοι πῶς εἰκός ἐστι τότε μὲν ἡμᾶς τοιαῦτα ἐξαμαρτάνειν οἷα κατηγόρηκεν οὗτος, ἀποστερῆσαι βουλομένους τὰς τριακοσίας δραχμάς, ἐπειδὴ δὲ ἀπεμαχεσάμεθα, τηνικαῦτα ἀποδοῦναι τὸ ἀργύριον αὐτῷ, μήτε ἀφειμένους τῶν ἐγκλημάτων μήτε ἀνάγκης ἡμῖν μηδεμιᾶς γενομένης;
然而,在当时,我们既然如他指控的那样,为了想赖掉这三百德拉克马而犯下这样的恶行,但在我们打过一架之后,既没有免除指控,又没有任何人强迫我们,我们怎么可能会把钱退还给他呢?