§26ἀλλὰ γάρ, ὦ βουλή, πάντα αὐτῷ ταῦτα σύγκειται καὶ μεμηχάνηται, καὶ δοῦναι μέν φησιν, ἵνα μὴ δοκῇ δεινὰ ποιεῖν, εἰ μηδενὸς αὐτῷ συμβολαίου γεγενημένου τοιαῦτα ἐτόλμα ὑβρίζειν τὸ μειράκιον, ἀπειληφέναι δὲ προσποιεῖται, διότι φανερός ἐστιν ἐγκαλέσας οὐδέποτʼ ἀργύριον οὐδὲ μνείαν περὶ τούτου οὐδεμίαν ποιησάμενος.
但实际上,议事会诸公啊,这所有的一切都是他捏造和策划出来的。 他声称自己给了钱,是为了不让自己显得是在行凶——因为如果在他与少年之间没有任何契约的情况下,他竟然胆敢对少年施加这样的侮辱,那他的行为就太恶劣了;而他假装已经收回了钱,是因为显然他从未要求归还任何钱财,也从未对此事提起过哪怕一个字。
§27φησὶ δʼ ἐπὶ ταῖς αὑτοῦ θύραις ὑπʼ ἐμοῦ δεινῶς διατεθῆναι τυπτόμενος.
他还声称自己在自家门口被我殴打,遭到了极惨的对待。
φαίνεται δὲ πλεῖν ἢ τέτταρα στάδια ἀπὸ τῆς οἰκίας διώξας τὸ μειράκιον οὐδὲν κακὸν ἔχων, καὶ ταῦτα πλεῖν ἢ διακοσίων ἰδόντων ἀνθρώπων ἔξαρνός ἐστι.
然而事实表明,他从自己家追赶那个少年走了四斯塔迪翁多,却毫发无损,而且这还是在两百多人目睹的情况下,他竟然还矢口否认。
§28λέγει δʼ ὡς ἡμεῖς ἤλθομεν ἐπὶ τὴν οἰκίαν τὴν τούτου ὄστρακον ἔχοντες, καὶ ὡς ἠπείλουν αὐτῷ ἐγὼ ἀποκτενεῖν, καὶ ὡς τοῦτό ἐστιν ἡ πρόνοια.
他又说,我们手里拿着瓦片去他的家,而且我威胁要杀了他,并声称这就是“预谋”。
ἐγὼ δʼ ἡγοῦμαι, ὦ βουλή, ῥᾴδιον εἶναι γνῶναι ὅτι ψεύδεται, οὐ μόνον ὑμῖν τοῖς εἰωθόσι σκοπεῖσθαι περὶ τῶν τοιούτων, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι.
但是,议事会诸公啊,我认为要看出他在撒谎是很容易的,不仅对于你们这些习惯于审理此类案件的人是如此,对于其他所有人也是如此。
§29τῷ γὰρ ἂν δόξειε πιστὸν ὡς ἐγὼ προνοηθεὶς καὶ ἐπιβουλεύων ἦλθον ἐπὶ τὴν Σίμωνος οἰκίαν μεθʼ ἡμέραν, μετὰ τοῦ μειρακίου, τοσούτων ἀνθρώπων παρʼ αὐτῷ συνειλεγμένων, εἰ μὴ εἰς τοῦτο μανίας ἀφικόμην ὥστε ἐπιθυμεῖν εἷς ὢν πολλοῖς μάχεσθαι, ἄλλως τε καὶ εἰδὼς ὅτι ἀσμένως ἄν με εἶδεν ἐπὶ ταῖς θύραις ταῖς αὑτοῦ, ὃς καὶ ἐπὶ τὴν ἐμὴν οἰκίαν φοιτῶν εἰσῄει βίᾳ, καὶ οὔτε τῆς ἀδελφῆς οὔτε τῶν ἀδελφιδῶν φροντίσας ζητεῖν με ἐτόλμα, καὶ ἐξευρὼν οὗ δειπνῶν ἐτύγχανον,
因为有谁会相信,我会在光天化日之下,带着那个少年,在有那么多人聚集在他家的时候,怀着预谋和企图前往西蒙的家呢? 除非我到了如此疯狂的地步,竟然想以一人之力与众人对抗。 更何况,我明知他会多么高兴地在他自己家门口见到我——正是他,经常跑到我家里并强行闯入,完全不顾及我的姐姐和外甥女们,竟敢搜寻我,并且在打听到我正在哪里吃饭之后,把我叫出来殴打。
§30ἐκκαλέσας ἔτυπτέ με; καὶ τότε μὲν ἄρα, ἵνα μὴ περιβόητος εἴην, ἡσυχίαν ἦγον, συμφορὰν ἐμαυτοῦ νομίζων τὴν τούτου πονηρίαν·
而在那个时候,为了不闹得满城风雨,我一直保持隐忍,将他的恶劣行径视为自己的不幸。
ἐπειδὴ δὲ χρόνος διεγένετο, πάλιν, ὡς οὗτός φησιν, §31ἐπεθύμησα περιβόητος γενέσθαι;
然而,过了一段时间之后,难道我又像这个男人所说的那样,渴望成为舆论的焦点了吗?
καὶ εἰ μὲν ἦν παρὰ τούτῳ τὸ μειράκιον, εἶχεν ἄν τινα λόγον τὸ ψεῦδος αὐτῷ ὡς ἐγὼ διὰ τὴν ἐπιθυμίαν ἠναγκαζόμην ἀνοητότερόν τι ποιεῖν τῶν εἰκότων·
如果那个少年当时和他住在一起,他的谎言倒还有几分道理,可以说我是因为渴望而被迫做出了超出常理的愚蠢举动。
νῦν δὲ τούτῳ μὲν οὐδὲ διελέγετο, ἀλλʼ ἐμίσει πάντων ἀνθρώπων μάλιστα, παρʼ ἐμοὶ δʼ ἐτύγχανε διαιτώμενον.
但事实是,少年甚至不跟他说话,而是最讨厌他,并且当时正和我住在一起。
§32ὥστε τῷ ὑμῶν πιστὸν ὡς ἐγὼ πρότερον μὲν ἐξέπλευσα ἐκ τῆς πόλεως ἔχων τὸ μειράκιον, ἵνα μὴ τούτῳ μαχοίμην, ἐπειδὴ δὲ ἀφικόμην πάλιν, ἦγον αὐτὸν ἐπὶ τὴν οἰκίαν τὴν Σίμωνος, οὗ πλεῖστα ἔμελλον πράγματα ἕξειν; καὶ ἐπεβούλευον μὲν αὐτῷ,
因此,你们当中有谁会相信,我之前为了不与他发生冲突而带着少年乘船离开城市,而当我回来时,却把少年带到西蒙的家——那个我明知会给自己带来最大麻烦的地方?
§33οὕτω δὲ ἦλθον ἀπαράσκευος, ὥστε μήτε φίλους μήτε οἰκέτας μήτε ἄλλον ἄνθρωπον παρακαλέσαι μηδένα, εἰ μὴ τοῦτό γε τὸ παιδίον, ὃ ἐπικουρῆσαι μέν μοι οὐκ ἂν ἐδύνατο, μηνῦσαι δὲ ἱκανὸν ἦν βασανιζόμενον, εἴ τι ἐγὼ ἐξημάρτανον;
而且,如果我图谋袭击他,我怎么会如此不作准备地前去,以至于没有邀请任何朋友,没有带任何仆人,也没有带任何其他人,而只带了这一个年幼的奴隶孩子呢? 这孩子不仅无法帮助我,而且如果我犯了什么错,他一旦受到拷问就足以招供。
§34ἀλλʼ εἰς τοσοῦτον ἀμαθίας ἀφικόμην, ὥστε ἐπιβουλεύων Σίμωνι οὐκ ἐτήρησα αὐτὸν οὗ μόνον οἷόν τʼ ἦν λαβεῖν, ἢ νύκτωρ ἢ μεθʼ ἡμέραν, ἀλλʼ ἐνταῦθα ἦλθον οὗ αὐτὸς ἔμελλον ὑπὸ πλείστων ὀφθήσεσθαί τε καὶ συγκοπήσεσθαι, ὥσπερ κατʼ ἐμαυτοῦ τὴν πρόνοιαν ἐξευρίσκων, ἵνʼ ὡς μάλιστα ὑπὸ τῶν ἐχθρῶν ὑβρισθείην;
难道我竟愚蠢到了这种地步,以至于在图谋袭击西蒙时,不在夜间或白天他单独一人的地方盯梢,反而跑到我自己注定会被最多的人看见并遭到痛打的地方,仿佛是在为自己寻找“预谋”的罪证,以便让敌人最大程度地侮辱我?
§35ἔτι τοίνυν, ὦ βουλή, καὶ ἐκ τῆς μάχης τῆς γενομένης ῥᾴδιον γνῶναι ὅτι ψεύδεται.
此外,议事会诸公啊,从已经发生的冲突中也很容易看出他在撒谎。
τὸ γὰρ μειράκιον ὡς ἔγνω, ῥῖψαν θοἰμάτιον, φεῦγον ᾤχετο, οὗτοι δὲ αὐτὸν ἐπεδίωκον, ἐγὼ δὲ ἑτέραν ἀπελθὼν ὁδὸν ᾠχόμην.
因为那个少年一察觉到情况,就扔掉外衣逃跑了,而他们去追赶他,我则走另一条路离开了。
§36καίτοι ποτέρους χρὴ αἰτίους τῶν γεγενημένων εἶναι νομίζειν, τοὺς φεύγοντας ἢ τοὺς ζητοῦντας καταλαβεῖν;
然而,我们应当认为哪一方才是这起事件的肇事者呢?
ἐγὼ μὲν γὰρ ἡγοῦμαι πᾶσιν εἶναι δῆλον ὅτι φεύγουσι μὲν οἱ περὶ αὑτῶν δεδιότες, διώκουσι δὲ οἱ βουλόμενοί τι ποιῆσαι κακόν.
是逃跑的人,还是企图抓住他们而追赶的人? 因为我认为所有人心里都很明白,逃跑的是那些为自身安全感到恐惧的人,而追赶的则是那些企图施加伤害的人。
§37οὐ τοίνυν ταῦτα εἰκότα μέν, ἄλλως δὲ περὶ αὐτῶν πέπρακται, ἀλλὰ καταλαβόντες τὸ μειράκιον ἐκ τῆς ὁδοῦ ἦγον βίᾳ, ἐντυχὼν δʼ ἐγὼ τούτων μὲν οὐχ ἡπτόμην, τοῦ μειρακίου δʼ ἐπελαμβανόμην·
因此,这不仅合乎情理,实际发生的事也正是如此。 他们强行把在路上截获的少年拉走,而我遇见后,并没有碰他们,而是拉住那个少年。
οὗτοι δὲ ἐκεῖνόν τε ἦγον βίᾳ καὶ ἐμὲ ἔτυπτον.
但他们强行拉走他并殴打我。
καὶ ταῦθʼ ὑμῖν ὑπὸ τῶν παραγενομένων μεμαρτύρηται.
这些事情已经由在场的人向你们作证。
ὥστε δεινὸν εἰ περὶ τούτων ἐγὼ δόξω προνοηθῆναι, περὶ ὧν οὗτοι τυγχάνουσιν οὕτω δεινὰ καὶ παράνομα πεποιηκότες.
所以,如果在这件事上,反而认为是我有了预谋,而他们却做出了如此可怕且违法的行为,那真是太荒谬了。